ὡς δὲ καὶ Περγαμηνῶν τὰ αὐτὰ βουλεύοντες ὀγδοήκοντα ἄνδρες ἑάλωσαν, καὶ ἐν ἄλλαις πόλεσιν ἕτεροι, ζητητὰς ὁ Μιθριδάτης πανταχοῦ περιέπεμπεν, οἵ, τοὺς ἐχθροὺς ἐνδεικνύντων ἑκάστων, ἔκτειναν ἀμφὶ τοὺς χιλίους καὶ ἑξακοσίους ἄνδρας. ὧν οἱ κατηγορήσαντες οὐ πολὺ ὕστερον οἱ μὲν ὑπὸ Σύλλα ληφθέντες διεφθάρησαν, οἱ δὲ προανεῖλον ἑαυτούς, οἱ δʼ ἐς τὸν Πόντον αὐτῷ Μιθριδάτῃ συνέφευγον.γιγνομένων δὲ τῶνδε περὶ τὴν Ἀσίαν, ὀκτὼ μυριάδων στρατὸς ἤθροιστο τῷ Μιθριδάτῃ, καὶ αὐτὸν Δορύλαος πρὸς Ἀρχέλαον ἦγεν ἐς τὴν Ἑλλάδα, ἔχοντα τῶν προτέρων ἔτι μυρίους. ὁ δὲ Σύλλας ἀντεστρατοπέδευε μὲν Ἀρχελάῳ περὶ Ὀρχομενόν, ὡς δὲ εἶδε τῆς ἐπελθούσης ἵππου τὸ πλῆθος, ὤρυσσε τάφρους πολλὰς ἀνὰ τὸ πεδίον, εὖρος δέκα πόδας, καὶ ἐπιόντος αὐτῷ τοῦ Ἀρχελάου ἀντιπαρέταξεν. ἀσθενῶς δὲ τῶν Ῥωμαίων διὰ δέος τῆς ἵππου μαχομένων, ἐς πολὺ μὲν αὐτοὺς παριππεύων παρεκάλει καὶ ἐπέσπερχε σὺν ἀπειλῇ, οὐκ ἐπιστρέφων δʼ αὐτοὺς ἐς τὸ ἔργον οὐδʼ ὥς, ἐξήλατο τοῦ ἵππου, καὶ σημεῖον ἁρπάσας ἀνὰ τὸ μεταίχμιον ἔθει μετὰ τῶν ὑπασπιστῶν, κεκραγώς· εἴ τις ὑμῶν, ὦ Ῥωμαῖοι, πύθοιτο, ποῦ Σύλλαν τὸν στρατηγὸν ὑμῶν αὐτῶν προυδώκατε, λέγειν, ἐν Ὀρχομενῷ μαχόμενον. οἱ δʼ ἡγεμόνες αὐτῷ κινδυνεύοντι συνεξέθεον ἐκ τῶν ἰδίων τάξεων, συνεξέθεον δὲ καὶ ἡ ἄλλη πληθὺς αἰδουμένη, παλίωξίν τε εἰργάσαντο. καὶ τῆς νίκης ἀρχομένης, ἀναθορὼν αὖθις ἐπὶ τὸν ἵππον ἐπῄνει τὸν στρατὸν περιιὼν καὶ ἐπέσπερχεν, ἕως τέλεον αὐτοῖς τὸ ἔργον ἐξετελέσθη. καὶ τῶν πολεμίων ἀπώλοντο μὲν ἀμφὶ τοὺς μυρίους καὶ πεντακισχιλίους, καὶ τούτων ἦσαν οἱ μύριοι ἱππεῖς μάλιστα, καὶ σὺν αὐτοῖς ὁ παῖς Ἀρχελάου Διογένης· οἱ πεζοὶ δʼ ἐς τὸ στρατόπεδον συνέφυγον.καὶ δείσας ὁ Σύλλας μὴ παλιν αὐτὸν ὁ Ἀρχέλαος, οὐκ ἔχοντα ναῦς, ἐς Χαλκίδα ὡς πρότερον διαφύγοι, τὸ πεδίον ὅλον ἐκ διαστηματων ἐνυκτοφυλάκει. καὶ μεθʼ ἡμέραν, στάδιον οὐχ ὅλον ἀποσχὼν τοῦ Ἀρχελάου, τάφρον αὐτῷ περιώρυσσεν οὐκ ἐπεξιόντι. καὶ παρεκάλει τότε μάλιστα τὴν ἑαυτοῦ στρατιὰν ἐκπονῆσαι τοῦ παντὸς πολέμου τὸ ἔτι λείψανον ὡς τῶν πολεμίων αὐτὸν οὐδʼ ὑφισταμένων, καὶ ἐπῆγεν αὐτὴν ἐπὶ τὸ χαράκωμα τοῦ Ἀρχελάου. ὅμοια δʼ ἐκ μεταβολῆς ἐγίγνετο καὶ παρὰ τοῖς πολεμίοις ὑπʼ ἀνάγκης, τῶν ἡγεμόνων αὐτοὺς περιθεόντων, καὶ τὸν παρόντα κίνδυνον προφερόντων τε, καὶ ὀνειδιζόντων εἰ μηδʼ ἀπὸ χάρακος ἀπομαχοῦνται τοὺς ἐχθροὺς ὀλιγωτέρους ὄντας. ὁρμῆς δὲ καὶ βοῆς ἑκατέρωθεν γενομένης, πολλὰ μὲν ἐγίγνετο ἐπʼ ἀμφοῖν ἔργα πολέμου, γωνίαν δέ τινα τοῦ χαρακώματος οἱ Ῥωμαῖοι, τὰς ἀσπίδας σφῶν ὑπερσχόντες, ἤδη διέσπων, καὶ οἱ βάρβαροι καταθορόντες ἀπὸ τοῦ χαρακώματος ἔσω τῆς γωνίας περιέστησαν αὐτὴν ὡς τοῖς ξίφεσιν ἀμυνούμενοι τοὺς ἐστρέχοντας. οὐδέ τις ἐτόλμα, μέχρι Βάσιλλος ὁ τοῦ τέλους ταξίαρχος ἐσήλατο πρῶτος καὶ τὸν ὑπαντήσαντα ἔκτεινεν. τότε δʼ αὐτῷ συνεσέπιπτεν ὁ στρατὸς ἅπας, καὶ φυγὴ τῶν βαρβάρων ἐγίγνετο καὶ φόνος, τῶν μὲν καταλαμβανομένων, τῶν δʼ ἐς τὴν ἐγγὺς λίμνην ὠθουμένων τε καὶ νεῖν οὐκ ἐπισταμένων, ἀξύνετα βαρβαριστὶ τοὺς κτενοῦντας παρακαλούντων. Ἀρχέλαος δʼ ἐν ἕλει τινὶ ἐκρύφθη, καὶ σκάφους ἐπιτυχὼν ἐς Χαλκίδα διέπλευσεν. καὶ εἴ τις ἦν ἄλλη Μιθριδάτου στρατιὰ κατὰ μέρος ποι διατεταγμένη, πάντας αὐτοὺς ἐκάλει κατὰ σπουδήν.