ὁ δʼ Ἀρχέλαος δυνηθεὶς ἂν καὶ ὣς ἀπὸ τοῦ χάρακος εὐσταθῶς ἀπομάχεσθαι, τάχα οἱ καὶ τῶν κρημνῶν ἐς τοῦτο συλλαμβανόντων, ἐξῆγε σὺν ἐπείξει καὶ διέτασσε μετὰ σπουδῆς τοσόνδε πλῆθος οὐ προεγνωκότων ἀνδρῶν, ἐν στενωτάτῳ μάλιστα γεγονὼς διὰ τὸν Σύλλαν ἤδη πλησιάζοντα. τοὺς δʼ ἱππέας πρώτους ἐπαγαγὼν μετὰ δρόμου πολλοῦ, διέτεμε τὴν φάλαγγα Ῥωμαίων ἐς δύο, καὶ εὐμαρῶς ἑκατέρους ἐκυκλοῦτο διὰ τὴν ὀλιγότητα. οἱ δʼ ἀπεμάχοντο μὲν ἐγκρατῶς, ἐς πάντας ἐπιστρεφόμενοι, μάλιστα δʼ ἐπόνουν οἱ περὶ Γάλβαν τε καὶ Ὁρτήσιον, καθʼ οὓς αὐτὸς ὁ Ἀρχέλαος ἐτέτακτο, τῶν βαρβάρων ὡς ἐν ὄψει στρατηγοῦ σὺν προθυμίᾳ σφοδρᾷ ἐπικειμένων, μέχρι τοῦ Σύλλα μεταχωροῦντος ἐς αὐτοὺς σὺν ἱππεῦσι πολλοῖς, ὁ Ἀρχέλαος ἀπὸ τῶν σημείων στρατηγικῶν ὄντων καὶ τοῦ κονιορτοῦ πλείονος αἰρομένου τεκμηράμενος εἶναι Σύλλαν τὸν ἐπιόντα, λύσας τὴν κύκλωσιν ἐς τάξιν ἀνεχώρει. ὁ δὲ τῶν τε ἱππέων τὸ ἄριστον ἄγων, καὶ δύο νεαλεῖς σπείρας ἐν τῇ παρόδῳ προσλαβών, αἳ ἐτετάχατο ἐφεδρεύειν, οὔπω τὸν κύκλον τοῖς πολεμίοις ἐξελίξασιν, οὐδʼ ἐς μέτωπον εὐσταθῶς διατεταγμένοις, ἐνέβαλε, καὶ θορυβήσας ἔκοψέ τε καὶ ἐς φυγὴν τραπέντας ἐδίωκεν. ἀρξαμένης δʼ ἐνταῦθα τῆς νίκης, οὐδὲ Μουρήνας ἠλίνυεν ἐπὶ τοῦ λαιοῦ τεταγμένος, ἀλλʼ ὀνειδίσας τοῖς ἀμφʼ αὑτὸν καὶ γενναίως ἐμπεσὼν ἐδίωκε κἀκεῖνος.τρεπομένων δʼ ἤδη τῶν Ἀρχελάου κερῶν, οὐδʼ οἱ μέσοι τὴν τάξιν ἐφύλασσον, ἀλλʼ ἀθρόα πάντων ἐγίγνετο φυγή. ἔνθα δὴ πάντα ὅσα εἴκασεν ὁ Σύλλας, ἐνέπιπτε τοῖς πολεμίοις· οὐ γὰρ ἔχοντες ἀναστροφὴν εὐρύχωρον οὐδὲ πεδίον ἐς φυγήν, ἐπὶ τοὺς κρημνοὺς ὑπὸ τῶν διωκόντων ἐωθοῦντο, καὶ αὐτῶν οἱ μὲν ἐξέπιπτον πρὸς αὐτόν, οἱ δʼ εὐβουλότερον ἐς τὸ στρατόπεδον ἐφέροντο. Ἀρχέλαος δʼ αὐτοὺς προλαβών, ἀπειρότατα δὴ τότε μάλιστα συμφορῶν πολεμικῶν, ἀπέκλειε, καὶ ἐπιστρέφειν ἐς τοὺς πολεμίους ἐκέλευεν. οἱ δʼ ἀνέστρεφον μὲν ἐκ προθυμίας, οὔτε δὲ στρατηγῶν ἢ ἐπιστατῶν ἐς διάταξιν ἔτι σφίσι παρόντων, οὔτε τὰ σημεῖα ἕκαστοι τὰ ἑαυτῶν ἐπιγιγνώσκοντες ὡς ἐν ἀκόσμῳ τροπῇ διερριμμένοι, χωρίου τε καὶ ἐς φυγὴν καὶ ἐς μάχην ἀποροῦντες, στενωτάτου τότε μάλιστα αὐτοῖς διὰ τὴν δίωξιν γενομένου, ἐκτείνοντο μετʼ ἀργίας, οἱ μὲν ὑπὸ τῶν πολεμίων, οὐδὲν ἀντιδρᾶσαι φθάνοντες, οἱ δὲ ὑπὸ σφῶν αὐτῶν ὡς ἐν πλήθει καὶ στενοχωρίᾳ θορυβούμενοι. πάλιν τε κατέφυγον ἐπὶ τὰς πύλας, καὶ εἰλοῦντο περὶ αὐτὰς ἐπιμεμφόμενοι τοῖς ἀποκλείουσιν. θεούς τε πατρίους αὐτοῖς καὶ τὴν ἄλλην οἰκειότητα σὺν ὀνείδει προύφερον, ὡς οὐχ ὑπὸ τῶν ἐχθρῶν μᾶλλον ἢ τῶνδε ὑπερορώντων αὑτοὺς ἀναιρούμενοι, ἔστε μόλις αὐτοῖς ὁ Ἀρχέλαος, ὀψὲ τῆς χρείας, ἀνεῴγνυ τὰς πύλας καὶ ὑπεδέχετο μετʼ ἀταξίας ἐστρέχοντας. οἱ δὲ Ῥωμαῖοι ταῦτα συνιδόντες, καὶ παρακαλέσαντες τότε μάλιστα ἀλλήλους, δρόμῳ τοῖς φεύγουσι συνεσέπιπτον ἐς τὸ στρατόπεδον, καὶ τὴν νίκην ἐς τέλος ἐξειργάσαντο.Ἀρχέλαος δὲ καὶ ὅσοι ἄλλοι κατὰ μέρος ἐξέφυγον, ἐς Χαλκίδα συνελέγοντο, οὐ πολὺ πλείους μυρίων ἐκ δώδεκα μυριάδων γενόμενοι. Ῥωμαίων δὲ ἔδοξαν μὲν ἀποθανεῖν πεντεκαίδεκα ἄνδρες, δύο δʼ αὐτῶν ἐπανῆλθον. τοῦτο μὲν δὴ Σύλλᾳ καὶ Ἀρχελάῳ τῷ Μιθριδάτου στρατηγῷ τῆς περὶ Χαιρώνειαν μάχης τέλος ἦν, διʼ εὐβουλίαν δὴ μάλιστα Σύλλα καὶ διʼ ἀφροσύνην Ἀρχελάου τοιόνδε ἑκατέρῳ γενόμενον. Σύλλας δὲ πολλῶν μὲν αἰχμαλώτων πολλῶν δʼ ὅπλων καὶ λείας κρατῶν, τὰ μὲν ἀχρεῖα σωρευθέντα, διαζωσάμενος ὡς ἔθος ἐστὶ Ῥωμαίοις, αὐτὸς ἐνέπρησε τοῖς ἐνυαλίοις θεοῖς, ἀναπαύσας δὲ τὴν στρατιὰν ἐπʼ ὀλίγον, ἐς τὸν Εὔριπον σὺν εὐζώνοις ἐπὶ τὸν Ἀρχέλαον ἠπείγετο. Ῥωμαίων δὲ ναῦς οὐκ ἐχόντων, ἀδεῶς τὰς νήσους περιέπλει τὰ παράλια πορθῶν. Ζακύνθῳ δʼ ἐκβὰς παρεστρατοπέδευσεν. καὶ τινῶν Ῥωμαίων, οἳ ἐπεδήμουν, νυκτὸς ἐπιθεμένων αὐτῷ, κατὰ τάχος ἐσβὰς αὖθις ἀνήγετο ἐς Χαλκίδα, λῃστεύοντι μᾶλλον ἢ πολεμοῦντι ἐοικώς.