αἰσθόμενος δὲ τοὺς ἐν ἄστει μᾶλλόν τι πεπιεσμένους, καὶ κτήνη πάντα καταθύσαντας, δέρματά τε καὶ βύρσας ἕψοντας καὶ λιχμωμένους τὸ γιγνόμενον ἐξ αὐτῶν, τινὰς δὲ καὶ τῶν ἀποθνησκόντων ἁπτομένους, ἐκέλευσε τῷ στρατῷ τὴν πόλιν περιταφρεύειν, ἵνα μηδὲ καθʼ ἕνα τις ἐκφεύγοι λανθάνων. ὡς δὲ καὶ τοῦτο ἐξείργαστο αὐτῷ, κλίμακας ἐπῆγεν ὁμοῦ καὶ τὸ τεῖχος διώρυττεν. τροπῆς δʼ ὡς ἐν ἀσθενέσιν ἀνδράσιν αὐτίκα γενομένης, ἐσέπεσεν ἐς τὴν πόλιν, καὶ εὐθὺς ἐν Ἀθήναις σφαγὴ πολλὴ ἦν καὶ ἀνηλεής· οὔτε γὰρ ὑποφεύγειν ἐδύναντο διʼ ἀτροφίαν, οὔτε παιδίων ἢ γυναικῶν ἔλεος ἦν, τοῦ Σύλλα τὸν ἐν ποσὶν ἀναιρεῖν κελεύοντος ὑπʼ ὀργῆς ὡς ἐπὶ ταχείᾳ δὴ καὶ ἐς βαρβάρους ἀλόγῳ μεταβολῇ καὶ πρὸς αὑτὸν ἀκράτῳ φιλονεικίᾳ. ὅθεν οἱ πλέονες, αἰσθανόμενοι τοῦ κηρύγματος, ἑαυτοὺς τοῖς σφαγεῦσιν ὑπερρίπτουν ἐς τὸ ἔργον. ὀλίγων δʼ ἦν ἀσθενὴς ἐς τὴν ἀκρόπολιν δρόμος· καὶ Ἀριστίων αὐτοῖς συνέφυγεν, ἐμπρήσας τὸ ᾠδεῖον, ἵνα μὴ ἑτοίμοις ξύλοις αὐτίκα ὁ Σύλλας ἔχοι τὴν ἀκρόπολιν ἐνοχλεῖν. ὁ δʼ ἐμπιπράναι μὲν τὴν πόλιν ἀπεῖπε, διαρπάσαι δὲ ἔδωκε τῷ στρατῷ· καὶ ἕτοιμοι σάρκες ἀνθρώπων ἐς τροφὴν ἐν πολλοῖς οἰκήμασιν ηὑρέθησαν. τῇ δὲ ἑξῆς ὁ Σύλλας τοὺς μὲν δούλους ἀπέδοτο, τοῖς δʼ ἐλευθέροις, ὅσοι νυκτὸς ἐπιλαβούσης οὐκ ἔφθασαν ἀναιρεθῆναι, πάμπαν οὖσιν ὀλίγοις, τὴν μὲν ἐλευθερίαν ἔφη διδόναι, ψῆφον δὲ καὶ χειροτονίαν τῶνδε μὲν ὡς οἱ πεπολεμηκότων ἀφαιρεῖσθαι, τοῖς δʼ ἐκγόνοις καὶ ταῦτα διδόναι.ὧδε μὲν ἄδην εἶχον αἱ Ἀθῆναι κακῶν· ὁ δὲ Σύλλας τῇ μὲν ἀκροπόλει φρουρὰν ἐπέστησεν, ᾗ τὸν Ἀριστίωνα καὶ τοὺς συμπεφευγότας λιμῷ καὶ δίψει πιεσθέντας ἐξεῖλεν οὐ μετὰ πολύ. καὶ αὐτῶν ὁ Σύλλας Ἀριστίωνα μὲν καὶ τοὺς ἐκείνῳ δορυφορήσαντας ἢ ἀρχήν τινα ἄρξαντας, ἢ ὁτιοῦν ἄλλο πράξαντας παρʼ ἃ πρότερον ἁλούσης τῆς Ἑλλάδος ὑπὸ Ῥωμαίων αὐτοῖς διετέτακτο, ἐκόλασε θανάτῳ, τοῖς δὲ ἄλλοις συνέγνω, καὶ νόμους ἔθηκεν ἅπασιν ἀγχοῦ τῶν πρόσθεν αὐτοῖς ὑπὸ Ῥωμαίων ὁρισθέντων. συνηνέχθη δʼ ἐκ τῆς ἀκροπόλεως χρυσίου μὲν ἐς τεσσαράκοντα λίτρας μάλιστα, ἀργύρου δʼ ἐς ἑξακοσίας. καὶ τάδε μὲν ἀμφὶ τὴν ἀκρόπολιν ὀλίγον ὕστερον ἐγένετο·ὁ δὲ Σύλλας αὐτίκα τοῦ ἄστεος ληφθέντος, οὐ περιμένων ἔτι τὸν Πειραιᾶ διὰ πολιορκίας ἐξελεῖν, κριοὺς ὁμοῦ καὶ βέλη καὶ ἀκόντια ἐπῆγεν, ἄνδρας τε πολλοὺς οἳ διώρυσσον ὑπὸ χελώναις τὰ τείχη, καὶ σπείρας αἳ τοὺς ἐπὶ τῶν τειχῶν ἀκοντίζουσαί τε καὶ τοξεύουσαι θαμινὰ ἀνέκοπτον. καὶ κατήρειψέ τι τοῦ μηνοειδοῦς, ὑγροτέρου καὶ ἀσθενεστέρου ἔτι ὄντος ἅτε νεοδμήτου. ὑπιδομένου δὲ τοῦτο ἔτι πρότερον Ἀρχελάου, καὶ προοικοδομήσαντος ἔνδοθεν ὅμοια πολλά, τὸ μὲν ἔργον ἦν τῷ Σύλλᾳ διηνεκὲς ἐμπίπτοντι ἐς ἕτερον ὅμοιον ἐξ ἑτέρου, ὁρμῇ δʼ ἀπαύστῳ καὶ στρατοῦ μεταβολῇ πυκνῇ χρώμενος, καὶ περιθέων αὐτούς, καὶ παρακαλῶν ἐπὶ τὸ ἔργον ὡς ἐν τῷδε ἔτι λοιπῷ τῆς ὅλης ἐλπίδος καὶ κέρδους τῶν προπεπονημένων ὄντος· οἱ δὲ καὶ αὐτοὶ τῷ ὄντι τοῦτο σφίσιν ἡγούμενοι τέλος εἶναι πόνων, καὶ ἐς τὸ ἔργον αὐτὸ ὡς μέγα δὴ καὶ λαμπρόν, τοιῶνδε τειχῶν κρατῆσαι, φιλοτιμούμενοι, προσέκειντο βιαίως, μέχρι καταπλαγεὶς αὐτῶν τὴν ὁρμὴν ὁ Ἀρχέλαος ὡς μανιώδη καὶ ἄλογον ἐξέλιπεν αὐτοῖς τὰ τείχη, ἐς δέ τι τοῦ Πειραιῶς ἀνέδραμεν ὀχυρώτατόν τε καὶ θαλάσσῃ περίκλυστον, ᾧ ναῦς οὐκ ἔχων ὁ Σύλλας οὐδʼ ἐπιχειρεῖν ἐδύνατο.ἐντεῦθεν ὁ μὲν Ἀρχέλαος ἐπὶ Θεσσαλίαν διὰ Βοιωτῶν ἀνεζεύγνυ, καὶ συνῆγεν ἐς Θερμοπύλας τὰ λοιπὰ τοῦ τε ἰδίου στρατοῦ παντός, ὃν ἔχων ἦλθε, καὶ τοῦ σὺν Δρομιχαίτῃ παραγεγονότος. συνῆγε δὲ καὶ τὸ σὺν Ἀρκαθίᾳ τῷ παιδὶ τοῦ βασιλέως ἐς Μακεδονίαν ἐμβαλόν, ἀκραιφνέστατον δὴ καὶ πλῆρες ὂν τόδε μάλιστα, καὶ οὓς αὐτίκα ἄλλους ὁ Μιθριδάτης ἀπέστειλεν· οὐ γὰρ διέλιπεν ἐπιπέμπων. ὁ μὲν δὴ ταῦτα σὺν ἐπείξει συνῆγεν, ὁ δὲ Σύλλας τὸν Πειραιᾶ τοῦ ἄστεος μᾶλλον ἐνοχλήσαντά οἱ κατεπίμπρη, φειδόμενος οὔτε τῆς ὁπλοθήκης οὔτε τῶν νεωσοίκων οὔτε τινὸς ἄλλου τῶν ἀοιδίμων. καὶ μετὰ τοῦτʼ ἐπὶ τὸν Ἀρχέλαον ᾔει διὰ τῆς Βοιωτίας καὶ ὅδε. ὡς δʼ ἐπλησίασαν ἀλλήλοις, οἱ μὲν ἐκ Θερμοπυλῶν ἄρτι μετεχώρουν ἐς τὴν Φωκίδα, Θρᾷκές τε ὄντες καὶ ἀπὸ τοῦ Πόντου καὶ Σκύθαι καὶ Καππαδόκαι Βιθυνοί τε καὶ Γαλάται καὶ Φρύγες, καὶ ὅσα ἄλλα τῷ Μιθριδάτῃ νεόκτητα γένοιτο, πάντες ἐς δώδεκα μυριάδας ἀνδρῶν· καὶ στρατηγοὶ αὐτῶν ἦσαν μὲν καὶ κατὰ μέρος ἑκάστῳ, αὐτοκράτωρ δʼ Ἀρχέλαος ἐπὶ πᾶσιν. Σύλλας δʼ ἦγεν Ἰταλιώτας, καὶ Ἑλλήνων ἢ Μακεδόνων ὅσοι ἄρτι πρὸς αὐτὸν ἀπὸ Ἀρχελάου μετετίθεντο, ἢ εἴ τι ἄλλο περίοικον, οὐδʼ ἐς τριτημόριον τὰ πάντα τῶν πολεμίων.Ἀντικαταστάντες δʼ ἀλλήλοις, ὁ μὲν Ἀρχελαος ἐξέταττεν ἐς μάχην ἀεὶ προκαλούμενος, ὁ δὲ Σύλλας ἐβράδυνε, τὰ χωρία καὶ τὸ πλῆθος τῶν ἐχθρῶν περισκοπούμενος. ἀναχωροῦντι δʼ ἐς Χαλκίδα τῷ Ἀρχελάῳ παρακολουθῶν καιρὸν ἐπετήρει καὶ τόπον. ὡς δὲ αὐτὸν εἶδε περὶ Χαιρώνειαν ἐν ἀποκρημνοις στρατοπεδευόμενον, ἔνθα μὴ κρατοῦσιν ἀποχώρησις οὐδεμία ἦν, πεδίον αὐτὸς εὐρὺ πλησίον καταλαβὼν εὐθὺς ἐπῆγεν ὡς καὶ ἄκοντα βιασόμενος ἐς μάχην Ἀρχέλαον· ἐν ᾧ σφίσι μὲν ὕπτιον καὶ εὐπετὲς ἐς δίωξιν καὶ ἀναχώρησιν ἦν πεδίον, Ἀρχελάῳ δὲ κρημνοὶ περιέκειντο, οἳ τὸ ἔργον οὐκ εἴων ἐν οὐδενὶ κοινὸν ὅλου τοῦ στρατοῦ γενέσθαι, συστῆναι διὰ τὴν ἀνωμαλίαν οὐκ ἔχοντος· τραπεῖσί τε αὐτοῖς ἄπορος διὰ τῶν κρημνῶν ἐγίγνετο ἡ φυγή. ὁ μὲν δὴ τοιοῖσδε λογισμοῖς τῇ δυσχωρίᾳ μάλιστα πιστεύων, ἐπῄει ὡς οὐδὲν ἐσομένου χρησίμου τοῦ πλήθους Ἀρχελάῳ· ὁ δʼ οὐκ ἐγνώκει μὲν αὐτῷ τότε συμπλέκεσθαι, διὸ καὶ ἀμελῶς ἐστρατοπέδευσεν, ἐπιόντος δὲ ἤδη τῆς δυσχωρίας ὀψὲ καὶ μόγις ᾐσθάνετο, καὶ προύπεμπέ τινας ἱππέας ἐς κώλυσιν αὐτοῦ. τραπέντων δʼ ἐκείνων καὶ ἐς τοὺς κρημνοὺς καταρριφθέντων, ἑξήκοντα αὖθις ἔπεμψεν ἅρματα, εἰ δύναιτο μετὰ ῥύμης κόψαι καὶ διαρρῆξαι τὴν φάλαγγα τῶν πολεμίων. διαστάντων δὲ τῶν Ῥωμαίων, τὰ μὲν ἅρματα ὑπὸ τῆς φορᾶς ἐς τοὺς ὀπίσω παρενεχθέντα τε καὶ δυσεπίστροφα ὄντα πρὸς τῶν ὑστάτων περιστάντων αὐτὰ καὶ ἐσακοντιζόντων διεφθείρετο·