καὶ ὁ μὲν ἐπὶ τοῖσδε ἦν, κατὰ δὲ τὴν Ἑλλάδα τοιάδε ἐγίγνετο. Ἀρχέλαος ἐπιπλεύσας καὶ σίτῳ καὶ στόλῳ πολλῷ, Δῆλόν τε ἀφισταμένην ἀπὸ Ἀθηναίων καὶ ἄλλα χωρία ἐχειρώσατο βίᾳ καὶ κράτει. κτείνας δʼ ἐν αὐτοῖς δισμυρίους ἄνδρας, ὧν οἱ πλέονες ἦσαν Ἰταλοί, τὰ χωρία προσεποιεῖτο τοῖς Ἀθηναίοις· καὶ ἀπὸ τοῦδε αὐτούς, καὶ τὰ ἄλλα κομπάζων περὶ τοῦ Μιθριδάτου καὶ ἐς μέγα ἐπαίρων, ἐς φιλίαν ὑπηγάγετο· τά τε χρήματα αὐτοῖς τὰ ἱερὰ ἔπεμπεν ἐκ Δήλου διʼ Ἀριστίωνος ἀνδρὸς Ἀθηναίου, συμπέμψας φυλακὴν τῶν χρημάτων ἐς δισχιλίους ἄνδρας, οἷς ὁ Ἀριστίων συγχρώμενος ἐτυράννησε τῆς πατρίδος, καὶ τῶν Ἀθηναίων τοὺς μὲν εὐθὺς ἔκτεινεν ὡς ῥωμαΐζοντας, τοὺς δʼ ἀνέπεμψεν ἐς Μιθριδάτην, καὶ ταῦτα μέντοι σοφίαν τὴν Ἐπικούρειον ἠσκηκώς. ἀλλὰ γὰρ οὐχ ὅδε μόνος Ἀθήνησιν, οὐδὲ Κριτίας ἔτι πρὸ τούτου, καὶ ὅσοι τῷ Κριτίᾳ συμφιλοσοφοῦντες ἐτυράννησαν, ἀλλὰ καὶ ἐν Ἰταλίᾳ τῶν πυθαγορισάντων καὶ ἐν τῇ ἄλλῃ Ἑλλάδι τῶν ἑπτὰ σοφῶν λεγομένων ὅσοι πραγμάτων ἐλάβοντο, ἐδυνάστευσάν τε καὶ ἐτυράννησαν ὠμότερον τῶν ἰδιωτικῶν τυράννων, ὥστε καὶ περὶ τῶν ἄλλων φιλοσόφων ἄπορον ποιῆσαι καὶ ὕποπτον, εἴτε διʼ ἀρετήν, εἴτε πενίας καὶ ἀπραξίας τὴν σοφίαν ἔθεντο παραμύθιον, ὧν γε καὶ νῦν πολλοὶ ἰδιωτεύοντες καὶ πενόμενοι, καὶ τὴν ἀναγκαίαν ἐκ τῶνδε σοφίαν περικείμενοι, τοῖς πλουτοῦσιν ἢ ἄρχουσι λοιδοροῦνται πικρῶς, οὐχ ὑπεροψίας πλούτου καὶ ἀρχῆς δόξαν σφίσι μᾶλλον ἢ ζηλοτυπίας ἐς αὐτὰ προφέροντες. ὑπερορῶσι δʼ αὐτῶν οἱ βλασφημούμενοι πολὺ σοφώτερον. ταῦτα μὲν οὖν ἡγήσαιτο ἄν τις ἐς Ἀριστίωνα τὸν φιλόσοφον εἰρημένα, αὐτὸν αἴτιον τῆς ἐκβολῆς τῷ λόγῳ γενόμενον·Ἀρχελάῳ δʼ Ἀχαιοὶ καὶ Λάκωνες προσετίθεντο, καὶ Βοιωτία πᾶσα χωρίς γε Θεσπιέων, οὓς περικαθήμενος ἐπολιόρκει. τοῦ δʼ αὐτοῦ χρόνου Μητροφάνης ἐπιπεμφθεὶς ὑπὸ Μιθριδάτου μεθʼ ἑτέρας στρατιᾶς Εὔβοιαν καὶ Δημητριάδα καὶ Μαγνησίαν, οὐκ ἐνδεχομένας τὰ Μιθριδάτεια, ἐλεηλάτει. καὶ Βρύττιος ἐκ Μακεδονίας ἐπελθὼν σὺν ὀλίγῳ στρατῷ διεναυμάχησέ τε αὐτῷ, καὶ καταποντώσας τι πλοῖον καὶ ἡμιολίαν ἔκτεινε πάντας τοὺς ἐν αὐτοῖς, ἐφορῶντος τοῦ Μητροφάνους. ὁ δὲ καταπλαγεὶς ἔφευγεν. καὶ αὐτὸν αἰσίῳ ἀνέμῳ χρώμενον ὁ Βρέττιος οὐ καταλαβὼν Σκίαθον ἐξεῖλεν, ἣ τῆς λείας τοῖς βαρβάροις ταμιεῖον ἦν, καὶ δούλους τινὰς αὐτῶν ἐκρέμασε, καὶ ἐλευθέρων ἀπέτεμε τὰς χεῖρας. ἐπί τε Βοιωτίαν τραπείς, ἑτέρων οἱ χιλίων ἱππέων καὶ πεζῶν ἐκ Μακεδονίας ἐπελθόντων, ἀμφὶ Χαιρώνειαν Ἀρχελάῳ καὶ Ἀριστίωνι τρισὶν ἡμέραις συνεπλέκετο, ἴσου καὶ ἀγχωμάλου παρʼ ὅλον τὸν ἀγῶνα τοῦ ἔργου γιγνομένου. Λακώνων δὲ καὶ Ἀχαιῶν ἐς συμμαχίαν Ἀρχελάῳ καὶ Ἀριστίωνι προσιόντων, ὁ Βρύττιος ἅπασιν ὁμοῦ γενομένοις οὐχ ἡγούμενος ἀξιόμαχος ἔτι ἔσεσθαι ἀνεζεύγνυεν ἐς τὸν Πειραιᾶ, μέχρι καὶ τοῦδε Ἀρχέλαος ἐπιπλεύσας κατέσχεν.Σύλλας δʼ ὁ τοῦ Μιθριδατείου πολέμου στρατηγὸς ὑπὸ Ῥωμαίων αἱρεθεὶς εἶναι, τότε πρῶτον ἐξ Ἰταλίας σὺν τέλεσι πέντε καὶ σπείραις τισὶ καὶ ἴλαις ἐς τὴν Ἑλλάδα περαιωθεὶς χρήματα μὲν αὐτίκα καὶ συμμάχους καὶ ἀγορὰν ἔκ τε Αἰτωλίας καὶ Θεσσαλίας συνέλεγεν, ὡς δʼ ἀποχρώντως ἔχειν ἐδόκει, διέβαινεν ἐς τὴν Ἀττικὴν ἐπὶ τὸν Ἀρχέλαον. παροδεύοντι δʼ αὐτῷ Βοιωτία τε ἀθρόως μετεχώρει, χωρὶς ὀλίγων, καὶ τὸ μέγα ἄστυ αἱ Θῆβαι, μάλα κουφόνως ἀντὶ Ῥωμαίων ἑλόμενοι τὰ Μιθριδάτεια, ὀξύτερον ἔτι, πρὶν ἐς πεῖραν ἐλθεῖν, ἀπὸ Ἀρχελάου πρὸς Σύλλαν μετετίθεντο. ὁ δʼ ἐπὶ τὴν Ἀττικὴν ἐχώρει, καὶ μέρος τι στρατοῦ ἐς τὸ ἄστυ περιπέμψας Ἀριστίωνα πολιορκεῖν, αὐτός, ἔνθαπερ ἦν Ἀρχέλαος, ἐπὶ τὸν Πειραιᾶ κατῆλθε, κατακεκλεισμένων ἐς τὰ τείχη τῶν πολεμίων. ὕψος δʼ ἦν τὰ τείχη πήχεων τεσσαράκοντα μάλιστα, καὶ εἴργαστο ἐκ λίθου μεγάλου τε καὶ τετραγώνου, Περίκλειον ἔργον, ὅτε τοῖς Ἀθηναίοις ἐπὶ Πελοποννησίους στρατηγῶν, καὶ τὴν ἐλπίδα τῆς νίκης ἐν τῷ Πειραιεῖ τιθέμενος, μᾶλλον αὐτὸν ἐκρατύνατο. Σύλλας δὲ καὶ τοιοῖσδε οὖσι τοῖς τείχεσιν εὐθὺς ἐπῆγε τὰς κλίμακας, καὶ πολλὰ μὲν ἔδρα πολλὰ δʼ ἀντέπασχεν, ἰσχυρῶς τῶν Καππαδοκῶν αὐτὸν ἀμυνομένων, ἔστε κάμνων ἐς Ἐλευσῖνα καὶ Μέγαρα ἀνεχώρει, καὶ μηχανὰς ἐπὶ τὸν Πειραιᾶ συνεπήγνυτο, καὶ χῶμα αὐτῷ προσχοῦν ἐπενόει. τέχναι μὲν δὴ καὶ παρασκευὴ πᾶσα αὐτῷ καὶ σίδηρος καὶ καταπέλται, καὶ εἴ τι τοιουτότροπον ἄλλο, ἐκ Θηβῶν ἐκομίζετο, ὕλην δὲ τῆς Ἀκαδημείας ἔκοπτε, καὶ μηχανὰς εἰργάζετο μεγίστας. τά τε μακρὰ σκέλη καθῄρει, λίθους καὶ ξύλα καὶ γῆν ἐς τὸ χῶμα μεταβάλλων.δύο δʼ ἐκ τοῦ Πειραιῶς Ἀττικοὶ θεράποντες, αἱρούμενοι τὰ Ῥωμαίων, ἢ σφίσιν αὐτοῖς καταφυγήν, εἴ τι γίγνοιτο, προορώμενοι, πεσσοῖς ἐκ μολύβδου πεποιημένοις ἐγγράφοντες ἀεὶ τὸ γιγνόμενον ἐς τοὺς Ῥωμαίους ἠφίεσαν ἀπὸ σφενδόνης. καὶ τοῦδε γιγνομένου τε συνεχῶς καὶ ἐς γνῶσιν ἐλθόντος, Σύλλας τοῖς ἐσφενδονημένοις προσέχων ηὗρε γεγραμμένον ὅτι τῆς ἐπιούσης ἐκ μετώπου πεζοὶ κατὰ τοὺς ἐργαζομένους ἐκδραμοῦνται καὶ ἱππεῖς ἑκατέρωθεν ἐς τὰ πλάγια Ῥωμαίων ἐμβαλοῦσιν. κρύψας οὖν τινὰ στρατιὰν ἀποχρῶσαν, ὡς ἐγένετο τῶν πολεμίων ἡ ἐκδρομή, δόξασα δὴ μάλιστα αἰφνίδιος εἶναι, ὁ δὲ αἰφνιδιώτερον αὐτοῖς τοὺς κεκρυμμένους ἐπαφεὶς ἔκτεινε πολλοὺς καὶ ἐς τὴν θάλασσαν ἑτέρους περιέωσεν. καὶ τοῦτο μὲν τῆς πείρας ἐκείνης τέλος ἦν· αἰρομένοις δὲ ἐπὶ μέγα ἄνω τοῖς χώμασι πύργους ὁ Ἀρχέλαος ἀντεμηχανᾶτο, καὶ πλεῖστα ἐπʼ αὐτοῖς ὄργανα ἐτίθει, τάς τε δυνάμεις ἐκ Χαλκίδος καὶ τῶν ἄλλων νήσων μετεπέμπετο, καὶ τοὺς ἐρέτας καθώπλιζεν, ὡς ὄντος οἱ τοῦ κινδύνου περὶ τῶν ὅλων. ἐγίγνετο μὲν δὴ πλείων οὖσα τῆς Σύλλα στρατιᾶς ἡ Ἀρχελάου καὶ ἐκ τῶνδε πολὺ πλείων, νυκτὸς δὲ μέσης ὁ μὲν Ἀρχέλαος ἐκθορὼν μετὰ λαμπτήρων ἐνέπρησε τὴν ἑτέραν τῶν χελωνῶν καὶ τὰ ἐπʼ αὐτῇ μηχανήματα, ἡμέραις δὲ δέκα μάλιστα ἄλλα ὁ Σύλλας ἐργασάμενος ἐπέστησεν αὖθις ἔνθα καὶ τὰ πρότερα ἦν. καὶ τούτοις ὁ Ἀρχέλαος πύργον ἀνθίστη κατὰ τὸ τεῖχος.