αὐτὸς δὲ ἑνὶ τῷδε πολέμῳ τά τε λῃστήρια καθήρας καὶ βασιλέα καθελὼν μέγιστον, καὶ συνενεχθεὶς ἐς μάχας, ἄνευ τοῦ Ποντικοῦ πόλεμου, Κόλχοις τε καὶ Ἀλβανοῖς καὶ Ἴβηρσι καὶ Ἀρμενίοις καὶ Μήδοις καὶ Ἄραψι καὶ Ἰουδαίοις καὶ ἑτέροις ἔθνεσιν ἑῴοις, τὴν ἀρχὴν ὡρίσατο Ῥωμαίοις μέχρι Αἰγύπτου. ἐς δὲ Αἴγυπτον αὐτὴν οὐ παρῆλθε, καίτοι στασιάζουσαν ἐς τὸν βασιλέα, καὶ καλοῦντος αὐτὸν αὐτοῦ βασιλέως, καὶ πέμψαντος αὐτῷ δῶρα καὶ χρήματα καὶ ἐσθῆτας ἐς τὸν στρατὸν ἅπαντα, εἴτε δείσας μέγεθος ἀρχῆς ἔτι εὐτυχούσης, εἴτε φυλαξάμενος ἐχθρῶν φθόνον ἢ χρησμῶν ἀπαγόρευσιν, εἴτε ἑτέροις λογισμοῖς, οὓς ἐξοίσω κατὰ τὰ Αἰγύπτια. τῶν δὲ εἰλημμένων ἐθνῶν τὰ μὲν αὐτόνομα ἠφίει συμμμαχίας οὕνεκα, τὰ δὲ ὑπὸ Ῥωμαίοις εὐθὺς ἐγίγνετο, τὰ δʼ ἐς βασίλεια διεδίδου, Τιγράνει μὲν Ἀρμενίαν καὶ Φαρνάκῃ Βόσπορον καὶ Ἀριοβαρζάνῃ Καππαδοκίαν, καὶ ὅσα προεῖπον ἕτερα. Ἀντιόχῳ δὲ τῷ Κομμαγηνῷ Σελεύκειαν ἐπέτρεψε, καὶ ὅσα τῆς Μεσοποταμίας ἄλλα κατέδραμεν. ἐποίει δὲ καὶ τετράρχας, Γαλλογραικῶν μέν, οἳ νῦν εἰσὶ Γαλάται Καππαδόκαις ὅμοροι, Δηιόταρον καὶ ἑτέρους, Παφλαγονίας δὲ Ἄτταλον καὶ Κόλχων Ἀρίσταρχον δυνάστην. ἀπέφηνε δὲ καὶ τῆς ἐν Κομάνοις θεᾶς Ἀρχέλαον ἱερέα, ὅπερ ἐστὶ δυναστεία βασιλική, καὶ τὸν Φαναγορέα Κάστορα Ῥωμαίων φίλον. πολλὴν δὲ καὶ ἑτέροις χώραν τε καὶ χρήματα ἔδωκεν.καὶ πόλεις ᾤκισεν ἐν μὲν Ἀρμενίᾳ τῇ βραχυτέρᾳ Νικόπολιν ἐπὶ τῇ νίκῃ, ἐν δὲ Πόντῳ Εὐπατορίαν, ἣν αὐτὸς μὲν ὁ εὐπάτωρ Μιθριδάτης ἔκτισε καὶ Εὐπατορίαν ὠνόμασεν ἀφʼ ἑαυτοῦ, ὑποδεξαμένην δὲ Ῥωμαίους καθῃρήκει, καὶ ὁ Πομπήιος ἐγείρας Μαγνόπολιν ἐκάλει. ἐν δὲ Καππαδοκίᾳ Μάζακα, ὑπὸ τοῦ πολέμου λελυμασμένην ἐς τέλος, ἤγειρεν αὖθις. καὶ ἑτέρας πολλαχοῦ κατενεχθείσας ἢ βεβλαμμένας διωρθοῦτο περί τε τὸν Πόντον καὶ Παλαιστίνην καὶ κοίλην Συρίαν καὶ Κιλικίαν, ἐν ᾗ δὴ καὶ μάλιστα τοὺς λῃστὰς συνῴκιζε. καὶ ἡ πόλις ἡ πάλαι Σόλοι νῦν Πομπηιόπολις ἐστίν. ἐν δὲ Ταλαύροις, ἥν τινα πόλιν ὁ Μιθριδάτης εἶχε ταμιεῖον τῆς κατασκευῆς, δισχίλια μὲν ἐκπώματα λίθου τῆς ὀνυχίτιδος λεγομένης ηὑρέθη χρυσοκόλλητα, καὶ φιάλαι καὶ ψυκτῆρες πολλοὶ καὶ ῥυτὰ καὶ κλῖναι καὶ θρόνοι κατάκοσμοι, καὶ ἵππων χαλινοὶ καὶ προστερνίδια καὶ ἐπωμίδια, πάντα ὁμοίως διάλιθα καὶ κατάχρυσα, ὧν ἡ παράδοσις διὰ τὸ πλῆθος ἐς τριάκοντα ἡμέρας παρέτεινεν. καὶ ἦν τὰ μὲν ἐκ Δαρείου τοῦ Ὑστάσπου, τὰ δὲ ἐκ τῆς Πτολεμαίων ἀρχῆς, ὅσα Κλεοπάτρα Κῴοις παρέθετο καὶ Κῷοι Μιθριδάτῃ ἐδεδώκεσαν· τὰ δὲ καὶ ὑπʼ αὐτοῦ Μιθριδάτου κατεσκεύαστο καὶ συνείλεκτο, φιλοκάλου καὶ περὶ κατασκευὴν γενομένου.λήγοντος δὲ τοῦ χειμῶνος διέδωκεν ὁ Πομπήιος ἀριστεῖα τῷ στρατῷ, καθʼ ἕκαστον ἄνδρα χιλίας πεντακοσίας Ἀττικάς, καὶ τοῖς ἡγουμένοις αὐτῶν ἀνάλογον· καί φασι γενέσθαι τάλαντα μύρια καὶ ἑξακισχίλια. αὐτὸς δʼ ἐς Ἔφεσον καταβὰς διέπλευσεν ἐς τὴν Ἰταλίαν καὶ ἐς Ῥώμην ἠπείγετο, διαφεὶς ἐν Βρεντεσίῳ τὸν στρατὸν ἐς τὰ οἰκεῖα· ἐφʼ ὅτῳ μάλιστα ὡς δημοτικῷ τοὺς Ῥωμαίους ἐξέπληξεν. καὶ αὐτῷ προσιόντι ἀπήντων κατὰ μέρος, πορρωτάτω μὲν οἱ νέοι, ἑξῆς δὲ ὡς ἐδύναντο καθʼ ἡλικίαν ἕκαστοι, καὶ ἐπὶ πᾶσιν ἡ βουλὴ θαυμάζουσα τῶν γεγονότων· οὐ γάρ πώ τις ἐχθρὸν τηλικοῦτον ἑλὼν τοσάδε ὁμοῦ καὶ μέγιστα ἔθνη προσειλήφει, καὶ τὴν Ῥωμαίων ἀρχὴν ἐπὶ τὸν Εὐφράτην ὡρίκει. ὁ δὲ ἐθριάμβευσεν ἐπὶ λαμπροτάτης καὶ ἧς οὔτις πρὸ τοῦ δόξης, ἔτη ἔχων πέντε καὶ τριάκοντα, δύο ἐφεξῆς ἡμέραις, ἐπὶ πολλοῖς ἔθνεσιν, ἀπό τε τοῦ Πόντου καὶ Ἀρμενίας καὶ Καππαδοκίας καὶ Κιλικίας καὶ Συρίας ὅλης καὶ Ἀλβανῶν καὶ Ἡνιόχων καὶ Ἀχαίων τῶν ἐν Σκύθαις καὶ Ἰβηρίας τῆς ἑῴας. καὶ παρῆγεν ἐς μὲν τοὺς λιμένας ἑπτακοσίας ναῦς ἐντελεῖς, ἐς δὲ τὴν πομπὴν τοῦ θριάμβου ζεύγη καὶ φορεῖα χρυσοφόρα καὶ ἕτερα κόσμου ποικίλου, καὶ τὴν Δαρείου τοῦ Ὑστάσπου κλίνην, καὶ τὸν τοῦ εὐπάτορος αὐτοῦ θρόνον. καὶ σκῆπτρον αὐτοῦ, καὶ εἰκόνα ὀκτάπηχυν ἀπὸ στερεοῦ χρυσίου παρῆγε, καὶ ἐπισήμου ἀργυρίου μυριάδας ἑπτακισχιλίας καὶ πεντακοσίας καὶ δέκα, ἁμάξας δὲ ὅπλων ἀπείρους τὸ πλῆθος, καὶ νεῶν ἔμβολα, καὶ πλῆθος αἰχμαλώτων τε καὶ λῃστῶν, οὐδένα δεδεμένον ἀλλʼ ἐς τὰ πάτρια ἐσταλμένους.αὐτοῦ δὲ τοῦ Πομπηίου προῆγον ὅσοι τῶν πεπολεμημένων βασιλέων ἡγεμόνες ἢ παῖδες ἢ στρατηγοὶ ἦσαν, οἱ μὲν αἰχμάλωτοι ὄντες οἱ δὲ ἐς ὁμηρείαν δεδομένοι, τριακόσιοι μάλιστα καὶ εἴκοσι καὶ τέσσαρες. ἔνθα δὴ καὶ ὁ Τιγράνους ἦν παῖς Τιγράνης, καὶ πέντε Μιθριδάτου, Ἀρταφέρνης τε καὶ Κῦρος καὶ Ὀξάθρης καὶ Δαρεῖος καὶ Ξέρξης, καὶ θυγατέρες Ὀρσάβαρίς τε καὶ Εὐπάτρα. παρήγετο δὲ καὶ ὁ Κόλχων σκηπτοῦχος Ὀλθάκης, καὶ Ἰουδαίων βασιλεὺς Ἀριστόβουλος, καὶ οἱ Κιλίκων τύραννοι, καὶ Σκυθῶν βασίλειοι γυναῖκες, καὶ ἡγεμόνες τρεῖς Ἰβήρων καὶ Ἀλβανῶν δύο, καὶ Μένανδρος ὁ Λαοδικεύς, ἵππαρχος τοῦ Μιθριδάτου γενόμενος. τῶν δὲ οὐκ ἀφικομένων εἰκόνες παρεφέροντο, Τιγράνους καὶ Μιθριδάτου, μαχομένων τε καὶ νικωμένων καὶ φευγόντων. Μιθριδάτου δὲ καὶ ἡ πολιορκία, καὶ ἡ νὺξ ὅτε ἔφευγεν, εἴκαστο, καὶ ἡ σιωπή. ἐπὶ τέλει δὲ ἐδείχθη καὶ ὡς ἀπέθανεν αἵ τε παρθένοι αἱ συναποθανεῖν αὐτῷ ἑλόμεναι παρεζωγράφηντο, καὶ τῶν προαποθανόντων υἱέων καὶ θυγατέρων ἦσαν γραφαί, θεῶν τε βαρβαρικῶν εἰκόνες καὶ κόσμοι πάτριοι. παρεφέρετο δὲ καὶ πίναξ ἐγγεγραμμένων τῶνδε· νῆες ἑάλωσαν χαλκέμβολοι ὀκτακόσιαι· πόλεις ἐκτίσθησαν Καππαδοκῶν ὀκτώ, Κιλίκων δὲ καὶ κοίλης Συρίας εἴκοσι, Παλαιστίνης δὲ ἡ νῦν Σελευκίς· βασιλεῖς ἐνικήθησαν Τιγράνης Ἀρμένιος, Ἀρτώκης Ἴβηρ, Ὀροίζης Ἀλβανός, Δαρεῖος Μῆδος, Ἀρέτας Ναβαταῖος, Ἀντίοχος Κομμαγηνός. τοσαῦτα μὲν ἐδήλου τὸ διάγραμμα, αὐτὸς δὲ ὁ Πομπήιος ἐπὶ ἅρματος ἦν, καὶ τοῦδε λιθοκολλήτου, χλαμύδα ἔχων, ὥς φασιν, Ἀλεξάνδρου τοῦ Μακεδόνος, εἴ τῳ πίστον ἐστιν· ἔοικε δʼ αὐτὴν εὑρεῖν ἐν Μιθριδάτου, Κῴων παρὰ Κλεοπάτρας λαβόντων. εἵποντο δὲ αὐτῷ μετὰ τὸ ἅρμα οἱ συστρατευσάμενοι τῶν ἡγεμόνων, οἱ μὲν ἐπὶ ἵππων οἱ δὲ πεζοί. παρελθὼν δʼ ἐς τὸ Καπιτώλιον οὐδένα τῶν αἰχμαλώτων ἔκτεινεν ὡς ἕτεροι τῶν θριάμβους παραγόντων, ἀλλʼ ἐς τὰς πατρίδας ἔπεμψε δημοσίοις δαπανήμασι, χωρὶς τῶν βασιλικῶν.