ὁ δὲ Πομπήιος καὶ τὸν Ταῦρον ὑπερελθὼν ἐπολέμησε μὲν Ἀντιόχῳ τῷ Κομμαγηνῷ, ἕως ἐς φιλίαν ὁ Ἀντίοχος αὐτῷ συνῆλθεν, ἐπολέμησε δὲ καὶ Δαρείῳ τῷ Μήδῳ, μέχρι ἔφυγεν, εἴτε Ἀντιόχῳ συμμαχῶν εἴτε Τιγράνῃ πρότερον. ἐπολέμησε δὲ καὶ Ἄραψι τοῖς Ναβαταίοις, Ἀρέτα βασιλεύοντος αὐτῶν, καὶ Ἰουδαίοις, Ἀριστοβούλου τοῦ βασιλέως ἀποστάντος, ἕως εἷλεν Ἱεροσόλυμα τὴν ἁγιωτάτην αὐτοῖς πόλιν. καὶ Κιλικίας δὲ ὅσα οὔπω Ῥωμαίοις ὑπήκουε, καὶ τὴν ἄλλην Συρίαν, ὅση τε περὶ Εὐφράτην ἐστὶ καὶ κοίλη καὶ Φοινίκη καὶ Παλαιστίνη λέγεται, καὶ τὴν Ἰδουμαίων καὶ Ἰτουραίων, καὶ ὅσα ἄλλα ὀνόματα Συρίας, ἐπιὼν ἀμαχὶ Ῥωμαίοις καθίστατο, ἔγκλημα μὲν οὐδὲν ἔχων ἐς Ἀντίοχον τὸν εὐσεβοῦς, παρόντα καὶ δεόμενον ὑπὲρ ἀρχῆς πατρῴας, ἡγούμενος δέ, Τιγράνη τὸν κρατήσαντα τοῦ Ἀντιόχου τῆς γῆς ἀπελάσας, Ῥωμαίοις αὐτὴν κατὰ τόδε προσκεκτῆσθαι. ταῦτα δʼ αὐτῷ διοικουμένῳ πρέσβεις ἀφίκοντο Φραάτου καὶ Τιγράνους ἐς πόλεμον ἀλλήλοις συμπεσόντων, οἱ μὲν Τιγράνους ὡς φίλῳ συμμαχεῖν τὸν Πομπήιον ἀξιοῦντες, οἱ δὲ τοῦ Παρθυαίου φιλίαν αὐτῷ πρὸς Ῥωμαίους τιθέμενοι. καὶ ὁ Πομπήιος οὐκ ἀξιῶν Παρθυαίοις πολεμεῖν ἄνευ Ῥωμαίων ψηφίσματος, ἔπεμψεν ἀμφοτέροις διαλλακτάς.καὶ ὁ μὲν ἀμφὶ ταῦτα ἦν, Μιθριδάτῃ δὲ ἡ περίοδος ἤνυστο τοῦ Πόντου· καὶ Παντικάπαιον, ἐμπόριον Εὐρωπαίων ἐπὶ τῆς ἐκβολῆς τοῦ Πόντου καταλαβὼν κτείνει τῶν υἱέων Ξιφάρην ἐπὶ τοῦ πόρου διὰ μητρὸς ἁμάρτημα τοιόνδε. φρούριον ἦν τι Μιθριδάτῃ, ἔνθα λανθάνοντες ὑπόγειοι θησαυροὶ πολλῶν σιδηροδέτων χαλκέων πολλὰ χρήματα ἔκρυπτον. Στρατονίκη δέ, μία τῶν Μιθριδάτου παλλακῶν ἢ γυναικῶν, ἣ τοῦδε τοῦ φρουρίου τὴν ἐπιστήμην καὶ φυλακὴν ἐπετέτραπτο, περιιόντος ἔτι τὸν Πόντον τοῦ Μιθριδάτου τὸ φρούριον ἐνεχείρισε τῷ Πομπηίῳ καὶ τοὺς θησαυροὺς ἀγνοουμένους ἐμήνυσεν, ἐπὶ συνθήκῃ μόνῃ τῇδε, ὅτι οἱ τὸν υἱὸν Ξιφάρην ὁ Πομπήιος, εἰ λάβοι, περισώσει. καὶ ὁ μὲν τοῖς χρήμασιν ἐπιτυχὼν ὑπέσχητο αὐτῇ τὸν Ξιφάρην καὶ ἐδεδώκει φέρεσθαι καὶ τὰ ἴδια· αἰσθόμενος δὲ τῶν γεγονότων ὁ Μιθριδάτης κτείνει τὸν Ξιφάρην ἐπὶ τοῦ πόρου, ἐφορώσης τῆς μητρὸς πέραθεν, καὶ ἐξέρριψεν ἄταφον. καὶ ὁ μὲν υἱοῦ κατεφρόνησεν ἐς ἀνίαν τῆς ἁμαρτούσης, καὶ πρέσβεις ἐς τὸν Πομπήιον, ἔτι περὶ Συρίαν ὄντα καὶ οὐκ αἰσθανόμενον αὐτοῦ παρόντος, ἔπεμπεν, οἳ τῆς πατρῴας ἀρχῆς αὐτὸν Ῥωμαίοις τελέσειν φόρους ὑπισχνοῦντο· Πομπηίου δʼ αὐτὸν ἐλθόντα δεῖσθαι τὸν Μιθριδάτην κελεύοντος, καθὰ καὶ Τιγράνης ἀφίκετο, τοῦτο μὲν οὐκ ἔφη ποτὲ ὑποστήσεσθαι, Μιθριδάτης γε ὤν, πέμψειν δὲ τῶν παίδων τινὰς καὶ φίλους. ἅμα δὲ ταῦτʼ ἔλεγε, καὶ στρατιὰν ἀθρόως κατέλεγεν ἐλευθέρων τε καὶ δούλων, ὅπλα τε πολλὰ καὶ βέλη καὶ μηχανὰς ἐπήγνυ, φειδόμενος οὔτε τινὸς ὕλας οὔτε βοῶν ἀροτήρων ἐς τὰ νεῦρα, ἐσφοράς τε πᾶσιν ἐς τὰ βραχύτατα τῆς περιουσίας ἐπέγραφεν. οἱ δὲ ὑπηρέται τούτου πολλοὺς ἐνύβριζον, οὐκ αἰσθανομένου τοῦ Μιθριδάτου· νόσον γάρ τινα ἑλκώδη τοῦ προσώπου νοσῶν ὑπὸ τριῶν εὐνούχων ἐθεραπεύετο καὶ ἑωρᾶτο.ὡς δʼ ἔληγε τὸ πάθος, καὶ ὁ στρατὸς αὐτῷ ἀγήγερτο ἤδη, ἐπίλεκτοι μὲν ἑξήκοντα σπεῖραι, ἀνὰ ἑξακοσίους ἄνδρας, πολὺς δὲ καὶ ἄλλος ὅμιλος καὶ νῆες, καὶ χωρία ὅσα οἱ στρατηγοὶ παρὰ τὴν νόσον ᾑρήκεσαν, ἐπέρα τοῦ στρατοῦ μέρος ἐς Φαναγόρειαν, ἕτερον ἐμπόριον ἐπὶ τοῦ στόματος, ὡς ἑκατέρωθεν ἕξων τὰς ἐσβολάς, ἔτι Πομπηίου περὶ Συρίαν ὄντος. Κάστωρ δὲ Φαναγορεὺς ᾐκισμένος ποτὲ ὑπὸ Τρύφωνος εὐνούχου βασιλικοῦ, τὸν Τρύφωνα ἐσιόντα κτείνει προσπεσών, καὶ τὸ πλῆθος ἐς ἐλευθερίαν συνεκάλει. οἱ δέ, καίπερ ἤδη τῆς ἀκροπόλεως ἐχομένης ὑπὸ Ἀρταφέρνους τε καὶ ἑτέρων υἱέων τοῦ Μιθριδάτου, ξύλα περιθέντες τὴν ἄκραν ἐνεπίμπρασαν, ἕως ὁ μὲν Ἀρταφέρνης καὶ Δαρεῖος καὶ Ξέρξης καὶ Ὀξάθρης καὶ Εὐπάτρα, παῖδες τοῦ Μιθριδάτου, δείσαντες ἐπὶ τῷ πυρὶ παρέδοσαν ἑαυτοὺς ἄγεσθαι. καὶ ἦν αὐτῶν Ἀρταφέρνης ἀμφὶ τεσσαράκοντα ἔτη μόνος, οἱ δὲ λοιποὶ παῖδες εὔμορφοι. Κλεοπάτρα δὲ ἀντεῖχεν, ἑτέρα παῖς τοῦ Μιθριδάτου· καὶ αὐτὴν ὁ πατὴρ ἀγάμενος τῆς εὐψυχίας, δίκροτα πολλὰ ἐπιπέμψας ἐξήρπασεν. ὅσα δὲ ἐγγὺς ἦν φρούρια, ἀρτίληπτα τῷ Μιθριδάτῃ γενόμενα, πρὸς τὴν θερμουργίαν τῶν Φαναγορέων ἀφίστατο τοῦ Μιθριδάτου, Χερρόνησός τε καὶ Θεοδοσία καὶ Νύμφαιον, καὶ ὅσα ἄλλα περὶ τὸν Πόντον ἐστὶν εὔκαιρα ἐς πόλεμον. ὁ δὲ τὰς ἀποστάσεις ὁρῶν πυκνάς, καὶ τὸν στρατὸν ἐν ὑποψίᾳ ἔχων μὴ οὐ βέβαιος ᾖ διὰ τὴν ἀνάγκην τῆς στρατείας καὶ διʼ ἐσφορῶν βαρύτητα καὶ τὴν ἀεὶ τοῖς στρατοῖς ἐς ἡγεμόνας ἀτυχοῦντας ἀπιστίαν, ἔπεμπεν ἐς τοὺς Σκύθας διʼ εὐνουχων τοῖς δυνάσταις τὰς θυγατέρας ἐς γάμόυς, αἰτῶν στρατιὰν κατὰ τάχος ἤδη οἱ παρεῖναι. πεντακόσιοι δʼ αὐτὰς ἀπὸ τοῦ στρατοῦ παρέπεμπον ἄνδρες· οἳ Μιθριδάτου βραχὺ διασχόντες ἔκτεινάν τε τοὺς ἄγοντας εὐνούχους, ἀεὶ πρὸς εὐνούχους κρατοῦντας τοῦ Μιθριδάτου πεπολεμωμένοι, καὶ τὰς κόρας ἐς τὸν Πομπήιον ἀπήγαγον.ὁ δὲ καὶ τέκνων τοσῶνδε καὶ φρουρίων καὶ τῆς ἀρχῆς ὅλης ἀφῃρημένος, καὶ ἐς οὐδὲν ἀξιόμαχος ἔτι ὤν, οὐδὲ τῆς Σκυθῶν συμμαχίας ἡγούμενος ἂν τυχεῖν, ὅμως οὐδὲν οὐδὲ τότε ἢ ταπεινὸν ἢ συμφορῶν ἄξιον ἐνεθυμεῖτο, ἀλλʼ ἐς Κελτούς, ἐκ πολλοῦ φίλους ἐπὶ τῷδέ οἱ γεγονότας, ἐπενόει διελθὼν ἐς τὴν Ἰταλίαν σὺν ἐκείνοις ἐμβαλεῖν, ἐλπίζων οἱ πολλὰ καὶ τῆς Ἰταλίας αὐτῆς ἔχθει Ῥωμαίων προσέσεσθαι, πυνθανόμενος ὧδε καὶ Ἀννίβαν πρᾶξαι πολεμούμενον ἐν Ἰβηρίᾳ, καὶ ἐπιφοβώτατον ἐκ τοῦδε Ῥωμαίοις γενέσθαι. ᾔδει δὲ καὶ ἔναγχος τὴν Ἰταλίαν σχεδὸν ἅπασαν ἀπὸ Ῥωμαίων ἀποστᾶσαν ὑπὸ ἔχθους, καὶ ἐπὶ πλεῖστον αὐτοῖς πεπολεμηκυῖαν, Σπαρτάκῳ τε μονομάχῳ συστᾶσαν ἐπʼ αὐτούς, ἀνδρὶ ἐπʼ οὐδεμιᾶς ἀξιώσεως ὄντι. ταῦτα ἐνθυμούμενος ἐς Κελτοὺς ἠπείγετο. τοῦ δὲ τολμήματος ἂν αὐτῷ λαμπροτάτου γενομένου, ὁ στρατὸς ὤκνει διʼ αὐτὸ μάλιστα τῆς τόλμης τὸ μέγεθος, ἐπί τε χρόνιον στρατείαν καὶ ἐς ἀλλοτρίαν γῆν ἀγόμενοι, καὶ ἐπὶ ἄνδρας ὧν οὐδʼ ἐν τῇ σφετέρᾳ κρατοῦσιν. αὐτόν τε τὸν Μιθριδάτην ἡγούμενοι, πάντων ἀπογιγνώσκοντα, βούλεσθαί τι δρῶντα καὶ βασιλιζόμενον μᾶλλον ἢ διʼ ἀργίας ἀποθανεῖν, ὅμως ἐνεκαρτέρουν καὶ ἡσύχαζον· οὐ γάρ τοι σμικρὸς οὐδʼ εὐκαταφρόνητος ἦν ὁ βασιλεὺς οὐδʼ ἐν ταῖς συμφοραῖς.