ἐπὶ δὴ τούτοις ὀξέως τε οὕτω καὶ παραδόξως γενομένοις οἱ Ῥωμαῖοι τὸν Πομπήιον μέγα ἐπαίροντες, ἔτι ὄντα περὶ Κιλικίαν εἵλοντο τοῦ πρὸς Μιθριδάτην πολέμου στρατηγὸν ἐπὶ τῆς ὁμοίας ἐξουσίας, αὐτοκράτορα ὄντα, ὅπῃ θέλοι, συντίθεσθαί τε καὶ πολεμεῖν, καὶ φίλους ἢ πολεμίους Ῥωμαίοις οὓς δοκιμάσειε ποιεῖσθαι· στρατιᾶς τε πάσης, ὅση πέραν ἐστὶ τῆς Ἰταλίας, ἄρχειν ἔδωκαν. ἅπερ οὐδενί πω παντάπασι πρὸ τοῦδε ὁμοῦ πάντα ἐδόθη. καὶ ἴσως αὐτὸν καὶ διὰ τάδε μέγαν ὀνομάζουσιν· ὁ γάρ τοι πόλεμος ὁ τοῦ Μιθριδάτου καὶ ὑπὸ τῶν προτέρων στρατηγῶν ἐξήνυστο ἤδη. Πομπήιος μὲν οὖν εὐθὺς ἐκ τῆς Ἀσίας στρατὸν ἀγείρας μετεστρατοπέδευσεν ἐπὶ τοὺς ὅρους τοῦ Μιθριδάτου· Μιθριδάτῃ δὲ ἦν ἐπίλεκτος οἰκεῖος στρατός, τρισμύριοι πεζοὶ καὶ ἱππεῖς τρισχίλιοι, καὶ προὐκάθητο τῆς χώρας. ἄρτι δʼ αὐτὴν Λευκόλλου διεφθαρκότος ἀπόρως εἶχεν ἀγορᾶς· ὅθεν αὐτομολίαις ἐπετίθεντο πολλοί. καὶ τούσδε μὲν ὁ Μιθριδάτης ἐρευνώμενος ἐκρήμνη καὶ ὀφθαλμοὺς ἀνώρυττε καὶ ἔκαιεν. καὶ τὰ μὲν τῶν αὐτομολιῶν ἧσσον ἠνώχλει διὰ φόβον τῶν κολάσεων, ἐπέτριβε δʼ ἡ ἀπορία.πρέσβεις οὖν ἐς Πομπήιον πέμψας ἠξίου μαθεῖν, τίς ἂν εἴη τοῦ πολέμου διάλυσις. ὁ δʼ ἐὰν τοὺς αὐτομόλους ἡμῖν παραδῷς ἔφη, καὶ σεαυτὸν ἡμῖν ἐπιτρέψῃς. ὧν ὁ Μιθριδάτης πυθόμενος τοῖς αὐτομόλοις τὸ περὶ αὐτῶν ἔφρασε, καὶ δεδιότας ὁρῶν ὤμοσεν ὅτι οἱ τὰ πρὸς Ῥωμαίους ἐστὶν ἄσπονδα διὰ τὴν πλεονεξίαν αὐτῶν, καὶ οὐκ ἐκδώσει τινά, οὐδὲ πράξει ποτὲ ὃ μὴ κοινῇ πᾶσι συνοίσει. ὁ μὲν δὴ ὧδε εἶπεν, ὁ δὲ Πομπήιος ἐνέδραν ποι καθεὶς ἱππέων, ἑτέρους ἔπεμπεν ἐκ φανεροῦ τοῖς προφύλαξι τοῦ βασιλέως ἐνοχλεῖν· καὶ εἴρητο αὐτοῖς ἐρεθίζειν καὶ ὑποφεύγειν ὥσπερ ἡττωμένους, ἔστε περ οἱ ἐκ τῆς ἐνέδρας περιλαβόντες αὐτοὺς ἐτρέψαντο. καὶ φεύγουσι τάχʼ ἂν καὶ ἐς τὸ στρατόπεδον συνεσεπήδησαν, εἰ μὴ δείσας ὁ βασιλεὺς προήγαγε τὸ πεζόν. οἱ δʼ ἀπεχώρουν. καὶ τέλος ἦν τοῦτο τῇ πρώτῃ Πομπηίου καὶ Μιθριδάτου πείρᾳ ἐς ἀλλήλους καὶ ἱππομαχίᾳ.ἐνοχλούμενος δʼ ὑπὸ τῆς ἀπορίας ὁ βασιλεὺς ἄκων ὑπεχώρει, καὶ ἐσεδέχετο Πομπήιον ἐς τὴν ἑαυτοῦ, ἐλπίζων καθήμενον ἐν τῇδε τῇ διεφθαρμένῃ κακοπαθήσειν. ὁ δὲ ἀγορὰν μὲν ἐπακτὸν ἐκ τῶν ὄπισθεν εἶχε, περιελθὼν δὲ τὰ πρὸς ἕω τοῦ Μιθριδάτου, καὶ φρούρια αὐτῷ καὶ στρατόπεδα πολλὰ ἐς ἑκατὸν καὶ πεντήκοντα σταδίους περιθεὶς ἀπετάφρευε τοῦ μὴ σιτολογεῖν αὐτὸν ἔτι εὐμαρῶς. καὶ ὁ βασιλεὺς ἀποταφρεύοντι μὲν οὐκ ἐπετίθετο, εἴθʼ ὑπὸ δέους εἴθʼ ὑπʼ ἀνοίας, ἣ νᾶσιν ἐγγίγνεται πλησιαζόντων τῶν κακῶν, κάμνων δʼ αὖθις ἐξ ἀπορίας τὰ ὑποζύγια ὅσα εἶχε κατέκοπτε, τοὺς ἵππους μόνους περιποιούμενος, ἔστε μόλις ἐς πεντήκοντα διαρκέσας ἡμέρας νυκτὸς ἀπεδίδρασκε σὺν σιωπῇ βαθείᾳ διʼ ὁδῶν δυσχερῶν. ὡς δὲ αὐτὸν μόλις ἡμέρας ὁ Πομπήιος καταλαβὼν εἴχετο τῶν ὑστάτων, ὁ μὲν καὶ τότε τῶν φίλων ἐκτάξαι κελευόντων οὐκ ἐμάχετο, ἀλλὰ τοῖς ἱππεῦσι μόνοις τοὺς πλησιάζοντας ἀνακόπτων ἑσπέρας ἐν ὕλαις ηὐλίσατο πυκναῖς. τῇ δʼ ἐπιούσῃ χωρίον κατέλαβε περίκρημνον, οὗ μία ἐς αὐτὸ ἄνοδος ἦν, καὶ τέσσαρες αὐτὴν σπεῖραι προὐφύλασσον. ἀντεφύλασσον δὲ καὶ Ῥωμαῖοι μὴ διαφυγεῖν Μιθριδάτην.ἅμα δʼ ἡμέρᾳ τὸν μὲν στρατὸν αὑτῶν ὥπλιζεν ἑκάτερος, οἱ προφύλακες δʼ ἀλλήλων κατὰ τὸ πρανὲς ἀπεπειρῶντο· καί τινες ἱππεῖς τοῦ Μιθριδάτου χωρίς τε τῶν ἵππων καὶ χωρὶς ἐπαγγέλματος ἐβοήθουν τοῖς σφετέροις προφύλαξιν. πλειόνων δέ σφισι Ῥωμαίων ἱππέων ἐπιόντων, οἱ ἄνιπποι τῶν Μιθριδατείων οἵδε ἀθρόως ἐς τὸ στρατόπεδον ἀνεπήδων, ἀναβησόμενοί τε τοὺς ἵππους καὶ ἐξ ἴσου τοῖς ἐπιοῦσι Ῥωμαίοις συνοισόμενοι. κατιδόντες δʼ αὐτοὺς οἱ ἄνω ἔτι ὁπλιζόμενοι σὺν δρόμῳ καὶ βοῇ προσθέοντας, καὶ τὸ γιγνόμενον οὐκ εἰδότες ἀλλὰ φεύγειν αὐτοὺς ὑπολαβόντες, ὡς εἰλημμένου σφῶν ἤδη καθʼ ἑκάτερα τοῦ στρατοπέδου, τὰ ὅπλα μεθέντες ἔφευγον. ἀδιεξόδου δʼ ὄντος τοῦ χωρίου προσέπταιον ἀλλήλοις ἀναστρεφόμενοι, μέχρι καθήλαντο κατὰ τῶν κρημνῶν. οὕτω μὲν ἡ στρατιὰ τῷ Μιθριδάτῃ διὰ προπέτειαν τῶν ἄνευ προστάγματος τοῖς προμάχοις ἐπικουρεῖν ἑλομένων θορυβηθεῖσα διέφθαρτο, καὶ τὸ λοιπὸν ἔργον εὔκολον ἦν τῷ Πομπηίῳ, κτείνοντι καὶ συλλαμβάνοντι ἀνόπλους ἔτι καὶ ἐν περικρήμνῳ συγκεκλεισμένους. καὶ ἀνῃρέθησαν ἐς μυρίους, καὶ τὸ στρατόπεδον ὅλῃ τῇ παρασκευῇ κατελήφθη.Μιθριδάτης δὲ μετὰ τῶν ὑπασπιστῶν μόνων ὠσάμενος ἐς τὰ κατάκρημνα καὶ διαφυγὼν ἐνέτυχέ τισιν ἱππεῦσι μισθοφόροις καὶ πεζοῖς ὡς τρισχιλίοις, οἳ εὐθὺς αὐτῷ συνείμοντο ἐς Σινόρηγα φρούριον, ἔνθα αὐτῷ χρήματα πολλὰ ἐσεσώρευτο· καὶ δωρεὰν καὶ μισθὸν ἐνιαυτοῦ τοῖς συμφυγοῦσι διέδωκεν. φέρων δʼ ἐς ἑξακισχίλια τάλαντα ἐπὶ τὰς τοῦ Εὐφράτου πηγὰς ἠπείγετο ὡς ἐκεῖθεν ἐς Κόλχους περάσων. δρόμῳ δʼ ἀπαύστῳ χρώμενος τὸν μὲν Εὐφράτην ὑπερῆλθεν ἡμέρᾳ μάλιστα τετάρτῃ, τρισὶ δʼ ἄλλαις καθιστάμενος καὶ ὁπλίζων τοὺς συνόντας ἢ προσιόντας ἐς τὴν Χωτηνὴν Ἀρμενίαν ἐνέβαλεν, ἔνθα Χωτηνοὺς μὲν καὶ Ἴβηρας, κωλύοντας αὐτὸν βέλεσι καὶ σφενδόναις, ἐλαύνων διῆλθεν ἐπὶ τὸν Ἄψαρον ποταμόν. Ἴβηρας δὲ τοὺς ἐν Ἀσίᾳ οἱ μὲν προγόνους οἱ δʼ ἀποίκους ἡγοῦνται τῶν Εὐρωπαίων Ἰβήρων, οἱ δὲ μόνον ὁμωνύμους· ἔθος γὰρ οὐδὲν ἦν ὅμοιον, ἢ γλῶσσα. Μιθριδάτης δʼ ἐν Διοσκούροις χειμάζων, ἥν τινα πόλιν οἱ Κόλχοι σύμβολον ἡγοῦνται τῆς Διοσκούρων σὺν Ἀργοναύταις ἐπιδημίας, οὐδὲν σμικρόν, οὐδʼ οἷον ἐν φυγῇ, διενοεῖτο, ἀλλὰ τὸν Πόντον ὅλον ἐν κύκλῳ καὶ Σκύθας ἐπὶ τῷ Πόντῳ καὶ τὴν Μαιώτιδα λίμνην ὑπερελθὼν ἐς Βόσπορον ἐμβαλεῖν, τήν τε Μαχάρους τοῦ παιδὸς ἀρχήν, ἀχαρίστου περὶ αὐτὸν γενομένου, παραλαβὼν αὖθις ἐκ μετώπου Ῥωμαίοις γενέσθαι, καὶ πολεμεῖν ἐκ τῆς Εὐρώπης οὖσιν ἐν τῇ Ἀσίᾳ, τὸν πόρον ἐν μέσῳ θέμενος, ὃν κληθῆναι νομίζουσι Βόσπορον Ἰοῦς διανηξαμένης, ὅτε βοῦς γενομένη κατὰ ζηλοτυπίαν Ἥρας ἔφευγεν.