ἐς τοσοῦτο παραδοξολογίας ἐπειγόμενος ὁ Μιθριδάτης ἐφικέσθαι ὅμως ἐπενόει, καὶ διώδευεν ἔθνη Σκυθικὰ καὶ πολεμικὰ καὶ ἀλλότρια πείθων ἢ βιαζόμενος· οὕτω καὶ φεύγων καὶ ἀτυχῶν αἰδέσιμος ἔτι καὶ φοβερὸς ἦν. ἡνιόχους μὲν οὖν δεχομένους αὐτὸν παρώδευεν, Ἀχαιοὺς δʼ ἐτρέψατο διώκων· οὓς ἀπὸ Τροίας ἐπανιόντας φασὶν ἐς τὸν Πόντον ὑπὸ χειμῶνος ἐκπεσεῖν, καὶ πολλὰ παθεῖν ὡς Ἕλληνας ὑπὸ βαρβάρων, πέμψαντας δʼ ἐπὶ ναῦς ἐς τὰς πατρίδας καὶ ὑπεροφθέντας μηνῖσαι τῷ Ἑλληνικῷ γένει, καὶ Σκυθικῶς ὅσους ἕλοιεν Ἑλλήνων καταθύειν, πρῶτα μὲν ἅπαντας ὑπʼ ὀργῆς, σὺν χρόνῳ δὲ τοὺς καλλίστους αὐτῶν μόνους, μετὰ δὲ τοὺς κληρουμένους. καὶ τάδε μὲν περὶ Ἀχαιῶν τῶν Σκυθικῶν· ὁ δὲ Μιθριδάτης ἐς τὴν Μαιῶτιν ἐμβαλών, ἧς εἰσὶ πολλοὶ δυνάσται, πάντων αὐτὸν κατὰ κλέος ἔργων τε καὶ ἀρχῆς, καὶ δυνάμεως ἔτι οἱ παρούσης ἀξιολόγου, δεχομένων τε καὶ παραπεμπόντων, καὶ δῶρα πολλὰ φερόντων καὶ κομιζομένων ἕτερα, ὁ δὲ καὶ συμμαχίαν αὐτοῖς ἐτίθετο, ἐπινοῶν ἕτερα καινότερα, διὰ Θρᾴκης ἐς Μακεδονίαν καὶ διὰ Μακεδόνων ἐς Παίονας ἐμβαλὼν ὑπερελθεῖν ἐς τὴν Ἰταλίαν τὰ Ἄλπεια ὄρη· γάμους τε θυγατέρων ἐπὶ τῇδε τῇ συμμαχίᾳ τοῖς δυνατωτέροις αὐτῶν ἠγγύα. Μαχάρης δʼ αὐτὸν ὁ παῖς πυνθανόμενος ὁδόν τε τοσαύτην ὀλίγῳ χρόνῳ καὶ ἄγρια ἔθνη καὶ τὰ καλούμενα κλεῖθρα Σκυθῶν, οὐδενί πω γεγονότα περατά, διοδεῦσαι, πρέσβεις μέν τινας ἐς αὐτὸν ἔπεμπεν ἀπολογησομένους ὡς ἀνάγκῃ θεραπεύσειε Ῥωμαίους, ὀργὴν δὲ ἄκρον εἰδὼς ἔφευγεν ἐς τὴν ἐν τῷ Πόντῳ χερρόνησον, τὰς ναῦς διαπρήσας, ἵνα μὴ διώξειεν αὐτὸν ὁ πατήρ. ἑτέρας δʼ ἐπιπέμψαντος ἐκείνου, προλαβὼν ἑαυτὸν ἔκτεινεν. ὁ δὲ Μιθριδάτης αὐτοῦ τῶν φίλων οὓς μὲν αὐτὸς ἐς τὴν ἀρχὴν ἀπιόντι ἐδεδώκει, πάντας ἔκτεινε, τοὺς δὲ τοῦ παιδὸς ἀπαθεῖς ὡς ὑπηρέτας ἰδίου φίλου γενομένους ἀφῆκεν.καὶ τάδε μὲν ἦν ἀμφὶ τὸν Μιθριδάτην, ὁ δὲ Πομπήιος αὐτὸν εὐθὺς μὲν ἐπὶ τῇ φυγῇ μέχρι Κόλχων ἐδίωξε, μετὰ δέ, οὐδαμὰ δόξας αὐτὸν οὔτε τὸν Πόντον οὔτε τὴν Μαιώτιδα λίμνην περιελεύσεσθαι, οὐδὲ μεγάλοις ἔτι πράγμασιν ἐγχειρήσειν ἐκπεσόντα, τοὺς Κόλχους ἐπῄει καθʼ ίστορίαν τῆς Ἀργοναυτῶν καὶ Διοσκούρων καὶ Ἡρακλέους ἐπιδημίας, τὸ πάθος μάλιστα ἰδεῖν ἐθέλων ὃ Προμηθεῖ φασὶ γενέσθαι περὶ τὸ Καύκασον ὄρος. χρυσοφοροῦσι δʼ ἐκ τοῦ Καυκάσου πηγαὶ πολλαὶ ψῆγμα ἀφανές· καὶ οἱ περίοικοι κῴδια τιθέντες ἐς τὸ ῥεῦμα βαθύμαλλα, τὸ ψῆγμα ἐνισχόμενον αὐτοῖς ἐκλέγουσιν. καὶ τοιοῦτον ἦν ἴσως καὶ τὸ χρυσόμαλλον Αἰήτου δέρος. τὸν οὖν Πομπήιον ἐπὶ τῇ ἱστορίᾳ ἀνιόντα οἱ μὲν ἄλλοι παρέπεμπον, ὅσα ἔθνη γείτονα· Ὀροίζης δʼ ὁ τῶν Ἀλβανῶν βασιλεὺς καὶ Ἀρτώκης ὁ Ἰβήρων ἑπτὰ μυριάσιν ἐλόχων ἀμφὶ τὸν Κύρτον ποταμόν, ὃς δώδεκα στόμασι πλωτοῖς ἐς τὴν Κασπίαν θάλασσαν ἐρεύγεται, πολλῶν ἐς αὐτὸν ἐμβαλόντων ποταμῶν, καὶ μεγίστου πάντων Ἀράξου. αἰσθόμενος δὲ τῆς ἐνέδρας ὁ Πομπήιος τὸν ποταμὸν ἐζεύγνυ, καὶ τοὺς βαρβάρους συνελάσας ἐς λόχμην βαθεῖαν (ὑλομαχῆσαι δʼ εἰσὶ δεινοί, κρυπτόμενοί τε καὶ ἐπιόντες ἀφανῶς) αὐτῇ λόχμῃ τὸν στρατὸν περιστήσας ἐνέπρησε, καὶ τοὺς ἐκφεύγοντας ἐδίωκεν, ἕως ἅπαντες ὅμηρά τε καὶ δῶρα ἤνεγκαν. καὶ ἐθριάμβευσεν ἐς Ῥώμην καὶ ἀπὸ τῶνδε. πολλαὶ δὲ ἔν τε τοῖς ὁμήροις καὶ τοῖς αἰχμαλώτοις ηὑρέθησαν γυναῖκες, οὐ μείονα τῶν ἀνδρῶν τραύματα ἔχουσαι· καὶ ἐδόκουν Ἀμαζόνες εἶναι, εἴτε τι ἔθνος ἐστὶν αὐτοῖς γειτονεῦον αἱ Ἀμαζόνες, ἐπίκλητοι τότε ἐς συμμαχίαν γενόμεναι, εἴτε τινὰς πολεμικὰς ὅλως γυναῖκας οἱ τῇδε βάρβαροι καλοῦσιν Ἀμαζόνας.ἐπανιὼν δʼ ἐντεῦθεν ὁ Πομπήιος ἐστράτευσεν ἐς Ἀρμενίαν, ἔγκλημα ἐς Τιγράνη τιθέμενος ὅτι συνεμάχει Μιθριδάτῃ· καὶ ἦν ἤδη περὶ Ἀρτάξατα τὴν βασίλειον. Τιγράνῃ δὲ οὐκ ἔγνωστο μὲν πολεμεῖν ἔτι, παῖδες δʼ ἐκ τῆς Μιθριδάτου θυγατρὸς αὐτῷ ἐγεγένηντο, ὧν δύο μὲν αὐτὸς ὁ Τιγράνης ἀνῃρήκει, τὸν μὲν ἐν μάχῃ, πολεμοῦντά οἱ, τὸν δʼ ἐν κυνηγεσίοις, αὐτοῦ πεσόντος ἀμελήσαντα καὶ τὸ διάδημα περιθέμενον ἔτι κειμένου. ὁ δὲ τρίτος, Τιγράνης, ἐν μὲν τοῖς κυνηγεσίοις ὑπεραλγήσας τοῦ πατρὸς ἐστεφάνωτο ὑπʼ αὐτοῦ, μικρὸν δὲ διαλιπὼν ἀπέστη καὶ ὅδε, καὶ πολεμῶν τῷ πατρὶ καὶ ἡττώμενος ἐς Φραάτην ἐπεφεύγει τὸν Παρθυαίων βασιλέα, ἄρτι τὴν Σιντρίκου τοῦ πατρὸς ἀρχὴν διαδεδεγμένον. πλησιάσαντος δὲ τοῦ Πομπηίου κοινωσάμενος Φραάτῃ, συγχωροῦντός τι κἀκείνου καὶ φιλίαν ἰδίαν ἐς τὸν Πομπήιον μνωμένου, κατέφυγεν ὁ παῖς ἱκέτης ἐς τὸν Πομπήιον, καὶ ταῦτα ὢν Μιθριδάτου θυγατριδοῦς. ἀλλὰ μέγα δικαιοσύνης καὶ πίστεως κλέος ἦν τοῦ Πομπηίου παρὰ τοῖς βαρβάροις, ᾧ δὴ πίσυνος καὶ ὁ πατὴρ Τιγράνης οὐδʼ ἐπικηρυκευσάμενος ᾔει, τά τε ἄλλα πάντα ἑαυτὸν ἐπιτρέψας ἐς τὰ δίκαια Πομπηίῳ, καὶ κατηγορήσων τοῦ παιδὸς ἐπὶ Πομπηίου. χιλιάρχους δὲ αὐτῷ καὶ ἱππάρχους ἐπὶ τιμῇ κελεύσαντος ὑπαντᾶν τοῦ Πομπηίου, οἱ μὲν ὄντες ἀμφὶ τὸν Τιγράνη τὸ ἀκήρυκτον τῆς ὁδοῦ δεδιότες ἔφευγον ὀπίσω, ὁ δὲ Τιγράνης ἦλθε, καὶ τὸν Πομπήιον ὡς κρείττονα βαρβαρικῶς προσεκύνησεν. εἰσὶ δʼ οἳ λέγουσιν ὑπὸ ῥαβδούχοις αὐτὸν ἀχθῆναι, μετάπεμπτον ὑπὸ τοῦ Πομπηίου γενόμενον. ὁποτέρως δʼ ἦλθεν, ἐξελογεῖτο περὶ τῶν γεγονότων, καὶ ἐδίδου Πομπηίῳ μὲν αὐτῷ τάλαντα ἑξακισχίλια, τῇ στρατιᾷ δὲ δραχμὰς πεντήκοντα ἑκάστῳ, καὶ λοχαγῷ χιλίας, καὶ χιλιάρχῳ μυρίας.