λέγεται δʼ αὐτῷ, στρατιώτῃ τοῦ βασιλέως ἔτι ὄντι καὶ ἐπὶ Πέρσας ἑπομένῳ, χρησμὸν ἐν Διδυμέως γενέσθαι πυνθανομένῳ περὶ τῆς ἐς Μακεδονίαν ἐπανόδου, μὴ σπεῦδʼ Εὐρώπηνδʼ. Ἀσίη τοι πολλὸν ἀμείνων. καὶ ἐν Μακεδονίᾳ τὴν ἑστίαν αὐτῷ τὴν πατρῴαν, οὐδενὸς ἅψαντος, ἐκλάμψαι πῦρ μέγα. καὶ ὄναρ αὐτοῦ τὴν μητέρα ἰδεῖν, ὃν ἂν εὕροι δακτύλιον, δοῦναι φόρημα Σελεύκῳ, τὸν δὲ βασιλεύσειν ἔνθα ἂν ὁ δακτύλιος ἐκπέσῃ. καὶ ἡ μὲν ηὗρεν ἄγκυραν ἐν σιδήρῳ κεχαραγμένην, ὁ δὲ τὴν σφραγῖδα τήνδε ἀπώλεσε κατὰ τὸν Εὐφράτην. λέγεται καὶ ἐς τὴν Βαβυλωνίαν ἀπιόντα ὕστερον προσκόψαι λίθῳ, καὶ τὸν λίθον ἀνασκαφέντα ἄγκυραν ὀφθῆναι. θορυβουμένων δὲ τῶν μάντεων ὡς ἐπὶ συμβόλῳ κατοχῆς, Πτολεμαῖον τὸν Λάγου παραπέμποντα εἰπεῖν ἀσφαλείας τὴν ἄγκυραν, οὐ κατοχῆς εἶναι σύμβολον. καὶ Σελεύκῳ μὲν διὰ τοῦτο ἄρα καὶ βασιλεύσαντι ἡ σφραγὶς ἄγκυρα ἦν, δοκεῖ δέ τισι καὶ περιόντος ἔτι Ἀλεξάνδρου καὶ ἐφορῶντος ἕτερον τῷ Σελεύκῳ σημεῖον περὶ τῆς ἀρχῆς τοιόνδε γενέσθαι. Ἀλεξάνδρῳ γὰρ ἐξ Ἰνδῶν ἐς Βαβυλῶνα ἐπανελθόντι, καὶ τὰς ἐν αὐτῇ τῇ Βαβυλωνίᾳ λίμνας ἐπὶ χρείᾳ τοῦ τὸν Εὐφράτην τὴν Ἀσσυρίδα γῆν ἀρδεύειν περιπλέοντι, ἄνεμος ἐμπεσὼν ἥρπασε τὸ διάδημα, καὶ φερόμενον ἐκρεμάσθη δόνακος ἐν τάφῳ τινὸς ἀρχαίου βασιλέως. καὶ ἐσήμαινε μὲν ἐς τὴν τελευτὴν τοῦ βασιλέως καὶ τόδε, ναύτην δέ φασιν ἐκκολυμβήσαντα περιθέσθαι τῇ κεφαλῇ τὸ διάδημα καὶ ἐνεγκεῖν ἄβροχον Ἀλεξάνδρῳ, καὶ λαβεῖν τῆς προθυμίας αὐτίκα δωρεὰν παρὰ τοῦ βασιλέως τάλαντον ἀργυρίου· τῶν δὲ μάντεων αὐτὸν ἀναιρεῖν κελευόντων οἱ μὲν πεισθῆναι τὸν Ἀλέξανδρον αὐτοῖς, οἱ δὲ ἀντειπεῖν. εἰσὶ δὲ οἳ τάδε πάντα ὑπερελθόντες, οὐ ναύτην ὅλως φασὶν ἀλλὰ Σέλευκον ἐπὶ τὸ διάδημα τοῦ βασιλέως ἐκκολυμβῆσαι, καὶ περιθέσθαι Σέλευκον αὐτὸ τῇ κεφαλῇ, ἵνʼ ἄβροχον εἴη. καὶ τὰ σημεῖα ἐς τέλος ἀμφοῖν ἀπαντῆσαι.Ἀλέξανδρόν τε γὰρ ἐν Βαβυλῶνι μεταστῆναι τοῦ βίου, καὶ Σέλευκον τῆς Ἀλεξάνδρου γῆς, ὅτι πλείστης μάλιστα τόνδε τῶν Ἀλεξάνδρου διαδόχων, βασιλεῦσαι.τοσαῦτα μὲν δὴ περὶ τῶν Σελεύκῳ προμαντευθέντων ἐπυθόμην· γίγνεται δʼ εὐθὺς Ἀλεξάνδρου μεταστάντος ἡγεμὼν τῆς ἵππου τῆς ἑταιρικῆς ἧς δὴ καὶ Ἡφαιστίων ἡγήσατο Ἀλεξάνδρῳ καὶ ἐπὶ Ἡφαιστίωνι Περδίκκας, μετὰ δὲ τὴν ἵππον σατράπης τε τῆς Βαβυλωνίας καὶ βασιλεὺς ἐπὶ τῇ σατραπείᾳ. γενομένῳ δὲ αὐτῷ τὰ ἐς πολέμους ἐπιτυχεστάτῳ Νικάτωρ ἐπώνυμον γίγνεται· τῷδε γὰρ ἀρέσκομαι μᾶλλον τοῦ Νικάτορα κτεῖναι. καὶ τὸ σῶμα ὄντι εὐρώστῳ τε καὶ μεγάλῳ, καὶ ταῦρον ἄγριον ἐν Ἀλεξάνδρου θυσίᾳ ποτὲ ἐκθορόντα τῶν δεσμῶν ὑποστάντι μόνῳ καὶ ταῖς χερσὶ μόναις κατειργασμένῳ, προστιθέασιν ἐς τοὺς ἀνδριάντας ἐπὶ τῷδε κέρατα. πόλεις δὲ ᾤκισεν ἐπὶ τὸ μῆκος τῆς ἀρχῆς ὅλης ἑκκαίδεκα μὲν Ἀντιοχείας ἐπὶ τῷ πατρί, πέντε δὲ ἐπὶ τῇ μητρὶ Λαοδικείας, ἐννέα δʼ ἐπωνύμους ἑαυτοῦ, τέσσαρας δʼ ἐπὶ ταῖς γυναιξί, τρεῖς Ἀπαμείας καὶ Στρατονίκειαν μίαν. καὶ εἰσὶν αὐτῶν ἐπιφανέσταται καὶ νῦν Σελεύκειαι μὲν ἥ τε ἐπὶ τῇ θαλάσσῃ καὶ ἡ ἐπὶ τοῦ Τίγρητος ποταμοῦ, Λαοδίκεια δὲ ἡ ἐν τῇ Φοινίκῃ καὶ Ἀντιόχεια ἡ ὑπὸ τῷ Λιβάνῳ ὄρει καὶ ἡ τῆς Συρίας Ἀπάμεια. τὰς δὲ ἄλλας ἐκ τῆς Ἑλλάδος ἢ Μακεδονίας ὠνόμαζεν, ἢ ἐπὶ ἔργοις ἑαυτοῦ τισιν, ἢ ἐς τιμὴν Ἀλεξάνδρου τοῦ βασιλέως· ὅθεν ἔστιν ἐν τῇ Συρίᾳ καὶ τοῖς ὑπὲρ αὐτὴν ἄνω βαρβάροις πολλὰ μὲν Ἑλληνικῶν πολλὰ δὲ Μακεδονικῶν πολισμάτων ὀνόματα, Βέρροια, Ἔδεσσα, Πέρινθος, Μαρώνεια, Καλλίπολις, Ἀχαΐα, Πέλλα, Ὠρωπός, Ἀμφίπολις, Ἀρέθουσα, Ἀστακός, Τεγέα, Χαλκίς, Λάρισα, Ἥραια, Ἀπολλωνία, ἐν δὲ τῇ Παρθυηνῇ Σώτειρα, Καλλιόπη, Χάρις, Ἑκατόμπυλος, Ἀχαΐα, ἐν δʼ Ἰνδοῖς Ἀλεξανδρόπολις, ἐν δὲ Σκύθαις Ἀλεξανδρέσχατα. καὶ ἐπὶ ταῖς αὐτοῦ Σελεύκου νίκαις ἔστι Νικηφόριόν τε ἐν τῇ Μεσοποταμίᾳ καὶ Νικόπολις ἐν Ἀρμενίᾳ τῇ ἀγχοτάτω μάλιστα Καππαδοκίας.φασὶ δὲ αὐτῷ τὰς Σελευκείας οἰκίζοντι, τὴν μὲν ἐπὶ τῇ θαλάσσῃ, διοσημίαν ἡγήσασθαι κεραυνοῦ, καὶ διὰ τοῦτο θεὸν αὐτοῖς κεραυνὸν ἔθετο, καὶ θρησκεύουσι καὶ ὑμνοῦσι καὶ νῦν κεραυνόν· ἐς δὲ τὴν ἐπὶ τοῦ Τίγρητος ἡμέραν ἐπιλέξασθαι τοὺς μάγους κελευομένους, καὶ τῆς ἡμέρας ὥραν, ᾗ τῶν θεμελίων ἄρξασθαι τῆς ὀρυχῆς ἔδει, ψεύσασθαι τὴν ὥραν τοὺς μάγους, οὐκ ἐθέλοντας ἐπιτείχισμα τοιόνδε σφίσι γενέσθαι. καὶ Σέλευκος μὲν ἐν τῇ σκηνῇ τὴν δεδομένην ὥραν ἀνέμενεν, ὁ δὲ στρατὸς ἐς τὸ ἔργον ἕτοιμος, ἀτρεμῶν ἔστε σημήνειεν ὁ Σέλευκος, ἄφνω κατὰ τὴν αἰσιωτέραν ὥραν δόξαντές τινα κελεύειν ἐπὶ τὸ ἔργον ἀνεπήδησαν, ὡς μηδὲ τῶν κηρύκων ἐρυκόντων ἔτι ἀνασχέσθαι. τὸ μὲν δὴ ἔργον ἐξετετέλεστο, Σελεύκῳ δὲ ἀθύμως ἔχοντι, καὶ τοὺς μάγους αὖθις ἀνακρίνοντι περὶ τῆς πόλεως, ἄδειαν αἰτήσαντες ἔλεγον οἱ μάγοι· τὴν πεπρωμένην ὦ βασιλεῦ μοῖραν, χείρονά τε καὶ κρείσσονα, οὐκ ἔστιν οὔτε ἀνδρὸς οὔτε πόλεως ἐναλλάξαι. μοῖρα δέ τις καὶ πόλεών ἐστιν ὥσπερ ἀνδρῶν. καὶ τήνδε χρονιωτάτην μὲν ἐδόκει τοῖς θεοῖς γενέσθαι, ἀρχομένην ἐκ τῆσδε τῆς ὥρας ἧς ἐγένετο· δειμαίνοντες δʼ ἡμεῖς ὡς ἐπιτείχισμα ἡμῖν ἐσομένην, παρεφέρομεν τὸ πεπρωμένον. τὸ δὲ κρεῖσσον ἦν καὶ μάγων πανουργούντων καὶ βασιλέως ἀγνοοῦντος αὐτό. τοιγάρτοι τὸ δαιμόνιον τὰ αἰσιώτερα τῷ στρατῷ προσέταξεν. καὶ τοῦτο ἔνι σοι καταμαθεῖν ὧδε, ἵνα μή τι καὶ νῦν ἡμᾶς ἔτι τεχνάζειν ὑπονοῇς. αὐτός τε γὰρ ὁ βασιλεὺς σὺ τῷ στρατῷ παρεκάθησο, καὶ τὸ κέλευσμα αὐτὸς ἐδεδώκεις ἀναμένειν· καὶ ὁ εὐπειθέστατος ὤν σοι πρὸς κινδύνους καὶ πόνους οὐκ ἠνέσχετο νῦν οὐδὲ ἀναπαύσεως ἐπιτάγματος, ἀλλʼ ἀνέθορεν, οὐδὲ ἀνὰ μέρος ἀλλʼ ἀθρόως, ἐπιστάταις αὐτοῖς, καὶ ἐνόμιζε κεκελεῦσθαι. καὶ ἐκεκέλευστο δή· διόπερ οὐδὲ σοῦ κατερύκοντος αὐτοὺς ἔτι ἐπείθοντο. τί ἂν οὖν βασιλέως ἐν ἀνθρώποις εἴη καρτερώτερον ἄλλο θεοῦ;