ἀλλὰ τάδε μὲν ἐντελῶς ἐν τῇ Παρθικῇ συγγραφῇ λέξω· τῆς δὲ βίβλου τῆσδε οὔσης Συριακῆς, ὅπως μὲν ἔσχον Συρίαν Ῥωμαῖοι καὶ συνέστησαν ἐς τὰ νῦν ὄντα, εἴρηται, οὐκ ἀπεικὸς δὲ τὰ Μακεδόνων ἐπιδραμεῖν. οἳ πρὸ Ῥωμαίων Συρίας ἐβασίλευον. Ἀλέξανδρος μὲν δὴ βασιλεὺς ἦν ἐπὶ Πέρσαις Σύρων, ὁ καὶ πάντων βασιλεὺς ὅσων εἶδεν· Ἀλεξάνδρου δʼ ἀποθανόντος ἐπὶ παισὶ τῷ μὲν βραχεῖ πάνυ τῷ δὲ ἔτι κυϊσκομένῳ, οἱ μὲν Μακεδόνες, πόθῳ τοῦ Φιλιππείου γένους, εἵλοντο σφῶν βασιλεύειν Ἀριδαῖον τὸν ἀδελφὸν Ἀλεξάνδρου, καίπερ οὐκ ἔμφρονα νομιζόμενον εἶναι, μετονομάσαντες δὴ Φίλιππον ἀντὶ Ἀριδαίου, τρεφομένων ἔτι τῶν παίδων Ἀλεξάνδρου ἐφύλαξαν γὰρ δὴ καὶ τὴν κύουσαν), οἱ φίλοι δʼ ἐς σατραπείας ἐνείμαντο τὰ ἔθνη, Περδίκκου διανέμοντος αὐτοῖς ὑπὸ τῷ βασιλεῖ Φιλίππῳ. καὶ οὐ πολὺ ὕστερον τῶν βασιλέων ἀποθανόντων βασιλεῖς ἐγένοντο οἱ σατράπαι. Σύρων δὴ πρῶτος γίγνεται σατράπης Λαομέδων ὁ Μιτυληναῖος ἔκ τε Περδίκκου καὶ ἐξ Ἀντιπάτρου τοῦ μετὰ τὸν Περδίκκαν προστατεύσαντος τῶν βασιλέων. Λαομέδοντα δʼ ἐπιπλεύσας Πτολεμαῖος ὁ τῆς Αἰγύπτου σατράπης ἔπειθε πολλοῖς χρήμασιν ἐγχειρίσαι οἱ τὴν Συρίαν, προβολήν τε οὖσαν Αἰγύπτου καὶ ἐπιχείρημα κατὰ Κύπρου. καὶ οὐ πειθόμενον συλλαμβάνει· ὁ δὲ τοὺς φύλακας διαφθείρας πρὸς Ἀλκέταν ἔφυγεν ἐς Καρίαν. καί τινα χρόνον ὁ Πτολεμαῖος ἦρχε Συρίας, καὶ φρουρὰς ἐν ταῖς πόλεσι καταλιπὼν ἐς Αἴγυπτον ἀπέπλει.Ἀντίγονος δʼ ἦν Φρυγίας μὲν καὶ Λυκίας καὶ Παμφυλίας σατράπης, ἐπίσκοπος δʼ εἶναι τῆς ὅλης Ἀσίας ἐξ Ἀντιπάτρου περῶντος ἐς τὴν Εὐρώπην ἀπολελειμμένος Εὐμένη τὸν Καππαδοκίας σατράπήν, ψηφισαμένων εἶναι πολέμιον τῶν Μακεδόνων, ἐπολιόρκει. ὁ δὲ αὐτὸν ἐκφεύγει, καὶ τὴν Μηδικὴν ἐκρατύνετο ἑαυτῷ. ἀλλʼ Εὐμένη μὲν κτείνει καταλαβὼν ὁ Ἀντίγονος, καὶ ἐπανιὼν ὑπεδέχθη λαμπρῶς ὑπὸ Σελεύκου σατραπεύοντος ἐν Βαβυλῶνι. ὑβρίσαντος δέ τινα τῶν ἡγεμόνων τοῦ Σελεύκου, καὶ οὐ κοινώσαντος Ἀντιγόνῳ παρόντι, χαλεπήνας ὁ Ἀντίγονος ᾔτει λογισμοὺς χρημάτων τε καὶ κτημάτων. ὁ δὲ ἀσθενέστερος ὢν Ἀντίγονου πρὸς Πτολεμαῖον ἐς Αἴγυπτον ὑπεχώρει. καὶ ὁ Ἀντίγονος εὐθὺς ἐπὶ τῇ φυγῇ τοῦ Σελεύκου Βλίτορά τε, Μεσοποταμίας ἡγούμενον, παρέλυσε τῆς ἀρχῆς, ὅτι Σέλευκον μεθῆκεν ἀπιόντα, καὶ τὴν Βαβυλωνίαν καὶ τὴν Μεσοποταμίαν καὶ ὅσα ἄλλα ἐκ Μήδων ἐπὶ τὸν Ἑλλήσποντον ἔθνη, καθίστατο ἑαυτῷ, ἤδη καὶ Ἀντιπάτρου τεθνεῶτος. ἐπίφθονός τε εὐθὺς ἐκ τῶνδε τοῖς ἄλλοῖς σατράπαις ἐγίγνετο, γῆς ἄρχων τοσῆσδε. διὸ καὶ μάλιστα τῷ Σελεύκῳ παρακαλοῦντι συνέθεντο Πτολεμαῖός τε καὶ Λυσίμαχος ὁ Θρᾴκης σατράπης καὶ Κάσσανδρος ὁ Ἀντιπάτρου, Μακεδόνων ἐπὶ τῷ πατρὶ ἡγούμενος· καὶ ὁμοῦ πρεσβευσάμενοι τὸν Ἀντίγονον ἠξίουν τὴν ἐπίκτητον αὐτῷ γενομένην γῆν τε καὶ χρήματα πρός τε σφᾶς νείμασθαι καὶ πρὸς ἑτέρους Μακεδόνας, οἳ τῶν σατραπειῶν ἐξεπεπτώκεσαν. ἐπιχλευάσαντος δὲ αὐτοὺς τοῦ Ἀντιγόνου οἱ μὲν ἐς πόλεμον καθίσταντο κοινόν, ὁ δὲ ἀντιπαρεσκευάζετο, καὶ ἐξέβαλλε τὰς φρουρὰς ὅσαι ἔτι ἦσαν ἐν τῇ Συρίᾳ Πτολεμαίου, καὶ Φοινίκης τε καὶ τῆς λεγομένης κοίλης τὰ ἔτι ὑπήκοα τοῦ Πτολεμαίου πρὸς ἑαυτὸν ἀθρόως περιέσπα.χωρῶν δʼ ὑπὲρ τὰς Κιλικίους πύλας, Δημήτριον τὸν υἱόν, ἀμφὶ δύο καὶ εἴκοσιν ἔτη γεγονότα, ἐν Γάζῃ μετὰ τοῦ στρατοῦ καταλείπει πρὸς τὰς ὁρμὰς Πτολεμαίου τὰς ἀπʼ Αἰγύπτου. τοῦτον ὁ Πτολεμαῖος ἐνίκα περὶ τὴν Γάζαν μάχῃ λαμπρῶς, καὶ τὸ μειράκιον ἐς τὸν πατέρα ἐχώρει. Πτολεμαῖος δʼ αὐτίκα τὸν Σέλευκον ἐς τῆν Βαβυλῶνα πέμπει, τὴν ἀρχὴν ἀναληψόμενον· καὶ πεζοὺς ἐς τοῦτο ἔδωκεν αὐτῷ χιλίους, καὶ τριακοσίους ἱππέας. καὶ σὺν οὕτως ὀλίγοις ὁ Σέλευκος τήν τε Βαβυλωνίαν, προθύμως αὐτὸν ἅμα τῶν ἀνδρῶν ἐκδεχομένων, ἀνέλαβε, καὶ τὴν ἀρχὴν μετʼ οὐ πολὺ ἐς μέγα προήγαγεν. ὁ δʼ Ἀντίγονος Πτολεμαῖον ἠμύνετο, καὶ ναυμαχίᾳ περὶ Κύπρον ἐνίκα περιφανεῖ, Δημητρίου τοῦ παιδὸς στρατηγοῦντος· ἐφʼ ὅτῳ λαμπροτάτῳ γενομένῳ ὁ στρατὸς ἀνεῖπεν ἄμφω βασιλέας, Ἀντίγονόν τε καὶ Δημήτριον, ἤδη καὶ τῶν βασιλέων τεθνεώτων, Ἀριδαίου τε τοῦ Φιλίππου καὶ Ὀλυμπιάδος καὶ τῶν υἱῶν Ἀλεξάνδρου. ἀνεῖπε δὲ καὶ Πτολεμαῖον ὁ οἰκεῖος αὐτοῦ στρατὸς βασιλέα, ὡς μή τι διὰ τὴν ἧσσαν μειονεκτοίη τῶν νενικηκότων. τοῖσδε μὲν δὴ τυχεῖν ὁμοίων συνηνέχθη κατʼ ἐναντίας αἰτίας, εἵποντο δʼ εὐθὺς αὐτοῖς οἱ λοιποί, καὶ βασιλεῖς ἅπαντες ἐκ σατραπῶν ἐγίγνοντο.οὕτω δὴ καὶ ὁ Σέλευκος ἐβασίλευσε τῆς Βαβυλωνίας. ἐβασίλευσε δὲ καὶ Μηδίας, Νικάτορα κτείνας αὐτὸς ἐν τῇ μάχῃ, τὸν ὑπʼ Ἀντιγόνου Μηδίας σατραπεύειν ἀπολελειμμένον. πολέμους δʼ ἐπολέμησε πολλοὺς Μακεδόσι καὶ βαρβάροις, καὶ τούτων Μακεδόσι μὲν δύο μεγίστους, τὸν μὲν ὕστερον Λυσιμάχῳ βασιλεύοντι Θρᾴκης, τὸν δὲ πρότερον Ἀντιγόνῳ περὶ Ἴψον τῆς Φρυγίας, αὐτῷ στρατηγοῦντι καὶ αὐτῷ μαχομένῳ, καίπερ ὑπὲρ ὀγδοήκοντα ἔτη γεγονότι. πεσόντος δʼ Ἀντιγόνου κατὰ τὴν μάχην, ὅσοι βασιλεῖς τὸν Ἀντίγονον ἅμα τῷ Σελεύκῳ καθῃρήκεσαν, τὴν Ἀντιγόνου γῆν διενέμοντο. καὶ ὁ Σέλευκος τότε τῆς μετʼ Εὐφράτην Συρίας ἐπὶ θαλάσσῃ καὶ Φρυγίας τῆς ἀνὰ τὸ μεσόγειον ἄρχειν διέλαχεν. ἐφεδρεύων δὲ ἀεὶ τοῖς ἐγγὺς ἔθνεσι, καὶ δυνατὸς ὢν βιάσασθαι καὶ πιθανὸς προσαγαγέσθαι, ἦρξε Μεσοποταμίας καὶ Ἀρμενίας καὶ Καππαδοκίας τῆς Σελευκίδος λεγομένης καὶ Περσῶν καὶ Παρθυαίων καὶ Βακτρίων καὶ Ἀράβων καὶ Ταπύρων καὶ τῆς Σογδιανῆς καὶ Ἀραχωσίας καὶ Ὑρκανίας, καὶ ὅσα ἄλλα ὅμορα ἔθνη μέχρι Ἰνδοῦ ποταμοῦ Ἀλεξάνδρῳ ἐγεγένητο δορίληπτα, ὡς ὡρίσθαι τῷδε μάλιστα μετʼ Ἀλέξανδρον τῆς Ἀσίας τὸ πλέον· ἀπὸ γὰρ Φρυγίας ἐπὶ ποταμὸν Ἰνδὸν ἄνω πάντα Σελεύκῳ κατήκουεν. καὶ τὸν Ἰνδὸν περάσας ἐπολέμησεν Ἀνδροκόττῳ βασιλεῖ τῶν περὶ αὐτὸν Ἰνδῶν, μέχρι φιλίαν αὐτῷ καὶ κῆδος συνέθετο. καὶ τῶνδε τὰ μὲν πρὸ τῆς Ἀντιγόνου τελευτῆς, τὰ δὲ μετʼ Ἀντίγονον ἐποίησεν.