ὡς δʼ ἐπὶ νίκῃ λαμπροτάτῃ καὶ παραλόγως τισὶ δοκούσῃ γενέσθαι (οὐ γὰρ εἰκὸς ἐνόμιζον ὀλιγωτέρους πολὺ πλειόνων ἐν ἀλλοτρίᾳ γῇ παρὰ τοσόνδε κρατῆσαι, καὶ μάλιστα φάλαγγος Μακεδόνων, εὖ γεγυμνασμένης καὶ εὐανδρούσης τότε μάλιστα, καὶ δόξαν ἄμαχόν τε καὶ φοβερὰν ἐχούσης), οἱ μὲν Ἀντιόχου φίλοι τὴν προπέτειαν αὐτοῦ τῆς ἐς Ῥωμαίους διαφορᾶς καὶ τὴν ἐξ ἀρχῆς ἀπειρίαν τε καὶ ἀβουλίαν ἐπεμέμφοντο, Χερρόνησόν τε καὶ Λυσιμάχειαν αὐτοῖς ὅπλοις καὶ τοσῇδε παρασκευῇ μεθέντος ἐκ χειρῶν πρὶν καὶ ἐς πεῖραν ἐλθεῖν τοῖς πολεμίοις, καὶ τὴν τοῦ Ἑλλησπόντου φυλακὴν ἐκλιπόντος, Ῥωμαίων οὐκ ἂν εὐμαρῶς ἐλπισάντων βιάσασθαι τὴν διάβασιν. κατεμέμφοντο δʼ αὐτοῦ καὶ τὴν τελευταίαν ἀφροσύνην, ἀχρεῖον ἐν στενῷ τὸ κράτιστον τοῦ στρατοῦ πεποιηκότος, καὶ τὴν ἐλπίδα θεμένου ἐν πλήθει συγκλύδων ἀνδρῶν ἀρτιπολέμων μᾶλλον ἢ ἐν ἀνδράσι διὰ μελέτην καὶ χρόνον ἐργάταις τε οὖσι πολέμου καὶ ἐκ τοσῶνδε πολέμων τὸ φρόνημα ἐς εὐτολμίαν καὶ θάρσος ηὐξημένοις. τοιαῦτα μὲν ἦν τὰ περὶ Ἀντιόχου λογοποιούμενα, Ῥωμαίοις δʼ ἐπῇρτο τὰ φρονήματα, καὶ οὐδὲν ἔτι σφίσιν ἡγοῦντο εἶναι δυσεργὲς ὑπό τε ἀρετῆς καὶ θεῶν ἐπικουρίας· καὶ γὰρ δὴ καὶ ἐς δόξαν εὐτυχίας ἔφερεν ὅτι οὕτω γε ὀλίγοι τε πολλῶν καὶ ἐξ ἐφόδου καὶ ἐν πρώτῃ μάχῃ καὶ ἐν ἀλλοτρίᾳ γῇ τοσῶνδε ἐθνῶν καὶ παρασκευῆς βασιλικῆς, καὶ μισθοφόρων ἀρετῆς, καὶ δόξης Μακεδόνων, καὶ βασιλέως αὐτοῦ μεγίστην τε ἀρχὴν κεκτημένου καὶ ἐπίκλησιν μεγάλου, κεκρατηκότες ἦσαν ἡμέρᾳ μιᾷ. πολύ τε σφίσιν ἦν τὸ ἔπος ἐν τοῖς λόγοις, ἦν βασιλεὺς Ἀντίοχος ὁ μέγας.τοιάδε μὲν δὴ καὶ Ῥωμαῖοι περὶ σφῶν ἐμεγαλαύχουν· ὁ δὲ ὕπατος, ἐπεὶ αὐτῷ ῥαΐσας ὁ ἀδελφὸς Πόπλιος ἦλθεν ἀπὸ τὴς Ἐλαίας, ἐχρημάτιζε τοῖς Ἀντιόχου πρέσβεσιν. οἱ μὲν δὴ μαθεῖν ἠξίουν ὅ τι ποιῶν ὁ βασιλεὺς Ἀντίοχος ἔσται Ῥωμαίοις φίλος· ὁ δὲ Πόπλιος αὐτοῖς ὧδε ἀπεκρίνατο· αἴτιος μὲν αὑτῷ διὰ πλεονεξίαν Ἀντίοχος καὶ τῶν νῦν καὶ τῶν πρότερον γεγονότων, ὃς ἀρχὴν μεγίστην ἔχων τε, καὶ Ῥωμαίων αὐτὸν ἐώντων ἔχειν, Πτολεμαίου συγγενοῦς ἰδίου καὶ Ῥωμαίοις φίλου Συρίαν τὴν κοίλην ἀφείλετο, καὶ ἐς τὴν Εὐρώπην οὐδὲν αὐτῷ προσήκουσαν ἐμβαλὼν Θρᾴκην κατεστρέφετο καὶ Χερρόνησον ὠχύρου καὶ Λυσιμάχειαν ἤγειρεν, ἔς τε τὴν Ἑλλάδα διελθὼν ἐδουλοῦτο τοὺς Ἕλληνας ὑπὸ Ῥωμαίων ἄρτι αὐτονόμους ἀφειμένους, μέχρι περὶ Θερμοπύλας ἡττήθη μάχῃ. καὶ φυγὼν οὐδʼ ὣς ἔληξε τῆς πλεονεξίας, ἀλλὰ κἀν τῇ θαλάττῃ πολλάκις ἐλαττωθεὶς σπονδῶν μέν, ἄρτι τὸν Ἑλλήσποντον ἡμῶν πεπερακότων, ἐδεήθη, διὰ δὲ ὑπεροψίαν τὰ προτεινόμενα ὑπερεῖδε, καὶ στράτευμα αὖθις πολὺ καὶ παρασκευὴν ἄπειρον ἐφʼ ἡμᾶς συναγαγὼν ἐπολέμει, βιαζόμενος ἐς πεῖραν ἐλθεῖν τοῖς ἀμείνοσι, μέχρι συνηνέχθη μεγάλῳ κακῷ. ἡμᾶς δὲ εἰκὸς μὲν ἦν αὐτῷ μείζονα τὴν ζημίαν ἐπιθεῖναι, βιασαμένῳ πολλάκις Ῥωμαίοις ἐς χεῖρας ἐλθεῖν· ἀλλʼ οὐχ ὑβρίζομεν ταῖς εὐπραξίαις, οὐδʼ ἐπιβαροῦμεν τοῖς ἑτέρων ἀτυχήμασιν.δίδομεν δὲ ὅσα καὶ πρότερον αὐτῷ προὐτείνομεν, μικρὰ ἄττα προσθέντες, ὅσα καὶ ἡμῖν ἔσται χρήσιμα καὶ αὐτῷ λυσιτελῆ πρὸς τὸ μέλλον ἐς ἀσφάλειαν, ἀπέχεσθαι μὲν αὐτὸν τῆς Εὐρώπης ὅλης καὶ Ἀσίας τῶν ἐπὶ τάδε τοῦ Ταύρου (καὶ τούτοις ὅροι τεθήσονται), παραδοῦναι δʼ ἐλέφαντας ὅσους ἔχει καὶ ναῦς ὅσας ἂν ἐπιτάξωμεν, ἔς τε λοιπὸν ἐλέφαντας μὲν οὐκ ἔχειν, ναῦς δὲ ὅσας ἂν ὁρίσωμεν, δοῦναι δὲ καὶ εἴκοσιν ὅμηρα, ἃ ἂν ὁ στρατηγὸς ἐπιγράψῃ, καὶ χρήματα ἐς τὴν τοῦδε τοῦ πολέμου δαπάνην, διʼ αὐτὸν γενομένου, τάλαντα Εὐβοϊκὰ αὐτίκα μὲν ἤδη πεντακόσια, καὶ ὅταν τάσδε τὰς σπονδὰς ἡ σύγκλητος ἐπιψηφίσῃ, δισχίλια καὶ πεντακόσια, δώδεκα δʼ ἔτεσιν ἄλλοις ἕτερα μύρια καὶ δισχίλια, τὸ μέρος ἑκάστου ἔτους ἀναφέροντα ἐς Ῥώμην· ἀποδοῦναι δʼ ἡμῖν αἰχμάλωτα καὶ αὐτόμολα πάντα, καὶ Εὐμένει ὅσα λοιπὰ τῆς πρὸς Ἄτταλον τὸν Εὐμένους πατέρα συνθήκης ἔχει. ταῦτα Ἀντιόχῳ πράττοντι ἀδόλως δίδομεν εἰρήνην τε καὶ φιλίαν, ὅταν ἡ σύγκλητος ἐπιψηφίσῃ.τοσάδε προύτεινεν ὁ Σκιπίων, καὶ πάντα ἐδέχοντο οἱ πρέσβεις. το τε μέρος αὐτίκα τῶν χρημάτων καὶ τὰ εἴκοσιν ὅμηρα ἐκομίζετο, καὶ ἦν αὐτῶν Ἀντίοχος ο νεώτερος υἱὸς Ἀντιόχου. ἐς δὲ τὴν Ῥώμην οἵ τε Σκιπίωνες καὶ ὁ Ἀντίοχος πρέσβεις ἔπεμπον, καὶ ἡ βουλὴ τοῖς ἐγνωσμένοις συνετίθεντο. καὶ ἐγράφοντο συνθῆκαι τοὺς Σκιπίωνος λόγους βεβαιοῦσαί τε καὶ περὶ τῶν ἀορίστων ἐπιλέγουσαι, καὶ βραχέα ἄττα προσεπιλαμβάνουσαι, ὅρον μὲν Ἀντιόχῳ τῆς ἀρχῆς εἶναι δύο ἄκρας, Καλύκαδνόν τε καὶ Σαρπηδόνιον, καὶ τάσδε μὴ παραπλεῖν Ἀντίοχον ἐπὶ πολέμῳ, ναῦς δὲ καταφράκτους ἔχειν δώδεκα μόνας, αἷς ἐς τοὺς ὑπηκόους πολέμου κατάρχειν· πολεμούμενον δὲ καὶ πλέοσι χρῆσθαι· μηδένα δʼ ἐκ τῆς Ῥωμαίων ξενολογεῖν, μηδὲ φυγάδας ἐξ αὐτῆς ὑποδέχεσθαι, καὶ τὰ ὅμηρα διὰ τριετίας ἐναλλάσσειν, χωρίς γε τοῦ παιδὸς Ἀντιόχου. ταῦτα συγγραψάμενοί τε καὶ ἐς τὸ Καπιτώλιον ἐς δέλτους χαλκᾶς ἀναθέντες, οὗ καὶ τὰς ἄλλας συνθήκας ἀνατιθέασιν, ἔπεμπον ἀντίγραφα Μαλλίῳ Οὐούλσωνι τῷ διαδεδεγμένῳ τὴν Σκιπίωνος στρατηγίαν. ὁ δʼ ὤμνυ τοῖς Ἀντιόχου πρέσβεσι περὶ Ἀπάμειαν τῆς Φρυγίας, καὶ ὁ Ἀντίοχος ἐπὶ τοῦτο πεμφθέντι Θέρμῳ χιλιάρχῳ. τοῦτο μὲν δὴ Ἀντιόχῳ μεγάλῳ τοῦ πρὸς Ῥωμαίους πολέμου τέλος ἦν. καὶ ἐδόκει μέχρι τοῦδε προελθεῖν μόνου διὰ χάριν τὴν ἐς τὸν παῖδα τὸν Σκιπίωνος Ἀντιόχῳ γενομένην·