καὶ ἡ φάλαγξ ἡ τῶν Μακεδόνων, τεταγμένη μέν, ὡς μεθʼ ἱππέων, ἐπὶ στενοῦ τε καὶ τετραγώνου, γεγυμνωμένη δὲ τῶν ἱππέων ἑκατέρωθεν, τοὺς μὲν ψιλοὺς τοὺς ἐπὶ τοῦ μετώπου σφῶν ἔτι προπολεμοῦντας διαστᾶσα ἐς αὑτὴν ἐδέξατο καὶ πάλιν συνῄει, Δομιτίου δʼ αὐτὴν ἱππεῦσι πολλοῖς καὶ ψιλοῖς εὐμαρῶς, οἷα πλινθίον πυκνόν, κυκλώσαντος, οὔτʼ ἐκδραμεῖν ἔτι ἔχουσα οὔτʼ ἐξελίξαι βάθος οὕτω πολύ, μάλα καρτερῶς ἐκακοπάθει. καὶ ἠγανάκτουν αὐτοὶ μὲν ταῖς ἐμπειρίαις οὐδὲν ἔχοντες ἔτι χρῆσθαι, τοῖς δὲ πολεμίοις εὔβλητοι καὶ ἐπιτυχεῖς πανταχόθεν ὄντες. ὅμως δὲ τὰς σαρίσσας ἐκ τετραγώνου προβαλλόμενοι πυκνὰς προὐκαλοῦντο Ῥωμαίους ἐς χεῖρας ἐλθεῖν, καὶ δόξαν ἐπιβαινόντων ἀεὶ παρεῖχον. οὐ μήν τι προεπήδων, πεζοί τε καὶ βαρεῖς ὄντες ὑπὸ τῶν ὅπλων, καὶ τοὺς πολεμίους ἐπὶ ἵππων ὁρῶντες, μάλιστα δὲ ἵνα μὴ τὸ τῆς τάξεως πυκνὸν ἐκλύσειαν· μετατάξασθαι γὰρ ἑτέρως οὐκ ἔφθανον. Ῥωμαῖοι δʼ αὐτοῖς οὐ προσεπέλαζον μέν, οὐδʼ ἐς χεῖρας ᾔεσαν, δεδιότες ἀνδρῶν ἠσκημένων ἐμπειρίαν τε καὶ πυκνότητα καὶ ἀπόγνωσιν, περιθέοντες δὲ ἐσηκόντιζόν τε καὶ ἐσετόξευον. καὶ οὐδὲν ἦν ἀχρεῖον ὡς ἐν ὀλίγῳ πολλῶν συνεστώτων. οὐ γὰρ εἶχον οὔτε ἐκκλῖναι τὰ βαλλόμενα οὔτε φερομένοις διαστῆναι. ὅθεν ἤδη πολλὰ κάμνοντες ἐνεδίδοσαν ὑπὸ τῆς ἀπορίας, καὶ βάδην ὑπεχώρουν σὺν ἀπειλῇ, πάνυ εὐσταθῶς καὶ Ῥωμαίοις ἐπιφόβως· οὐδὲ γὰρ τότε προσπελάζειν αὐτοῖς ἐτόλμων, ἀλλὰ περιθέοντες ἔβλαπτον, μέχρι, τῶν ἐλεφάντων ἐν τῇ Μακεδόνων φάλαγγι συνταραχθέντων τε καὶ οὐχ ὑπακουόντων ἔτι τοῖς ἐπιβάταις, ὁ κόσμος ὁ τῆς φυγῆς συνεχεῖτο.καὶ ταύτῃ μὲν ὁ Δομίτιος ἐκράτει, καὶ ἐπὶ τὸ στρατόπεδον τοῦ Ἀντιόχου φθάσας ἐβιάζετο τοὺς ἐν αὐτῷ φυλάσσοντας· ὁ δὲ Ἀντίοχος ἐς πολὺ διώκων παρʼ οὓς ἐκ τῆς Ῥωμαϊκῆς φάλαγγος ἐτέτακτο, οὐδενὸς οὐδʼ ἐκείνοις ἱππέων ἢ ψιλοῦ παρόντος ἐς ἐπικουρίαν (οὐ γὰρ παρετετάχει Δομίτιος, ἡγούμενος οὐ δεήσεσθαι διὰ τὸν ποταμόν), μέχρι τοῦ Ῥωμαίων χάρακος ἦλθεν. ἐπεὶ δὲ αὐτὸν ὅ τε χιλίαρχος ὁ τοῦ χάρακος φύλαξ, ἀκμῆσι τοῖς φύλαξιν ὑπαντιάσας, ἐπέσχε τῆς ὁρμῆς καὶ οἱ φεύγοντες τοῖς ἀναμιχθεῖσι θαρροῦντες ἐπεστρέφοντο, ἐπανῄει σοβαρὸς ὁ Ἀντίοχος ὡς ἐπὶ νίκῃ, οὐδενὸς τῶν ἐπὶ θάτερα πεπυσμένος. Ἄτταλος δʼ αὐτόν, ὁ Εὐμένους ἀδελφός, ἱππεῦσι πολλοῖς ὑπαντιάζει. καὶ τούσδε μὲν εὐμαρῶς ὁ Ἀντίοχος διακόψας διέδραμε, καὶ παρατρεχόντων ἔτι καὶ μικρὰ λυπούντων οὐκ ἐφρόντιζεν· ὡς δὲ κατεῖδε τὴν ἧτταν καὶ τὸ πεδίον ἅπαν νεκρῶν ἰδίων πλῆρες, ἀνδρῶν τε καὶ ἵππων καὶ ἐλεφάντων, τό τε στρατόπεδον εἰλημμένον ἤδη κατὰ κράτος, τότε δὴ καὶ ὁ Ἀντίοχος ἔφυγεν ἀμεταστρεπτί, καὶ μέχρι μέσων νυκτῶν ἐς Σάρδεις παρῆλθεν. παρῆλθε δὲ καὶ ἀπὸ Σάρδεων ἐς Κελαινάς, ἣν Ἀπάμειαν καλοῦσιν, οἷ τὸν υἱὸν ἐπυνθάνετο συμφυγεῖν. τῆς δʼ ἐπιούσης ἐς Συρίαν ἐκ Κελαινῶν ἀνεζεύγνυ, τοὺς στρατηγοὺς ἐν Κελαιναῖς καταλιπὼν ὑποδέχεσθαί τε καὶ ἀθροίζειν τοὺς διαφυγόντας. περι τε καταλύσεως τοῦ πολέμου πρέσβεις ἔπεμπε πρὸς τὸν ὕπατον. ὁ δὲ τὰ οἰκεῖα ἔθαπτε, καὶ ἐσκύλευε τοὺς πολεμίους, καὶ τὰ αἰχμάλωτα συνῆγεν. ἐφάνησαν δὲ νεκροὶ Ῥωμαίων μὲν τῶν ἐξ ἄστεος ἱππεῖς εἴκοσι καὶ τέσσαρες καὶ πεζοὶ τριακόσιοι μάλιστα, οὓς ὁ Ἀντίοχος ἔκτεινεν, Εὐμένους δὲ πεντεκαίδεκα ἱππεῖς μόνοι. Ἀντιόχου δέ, σὺν τοῖς αἰχμαλώτοις εἰκάζοντο ἀπολέσθαι περὶ πεντακισμυρίους· οὐ γὰρ εὐμαρὲς ἦν ἀριθμῆσαι διὰ τὸ πλῆθος. καὶ τῶν ἐλεφάντων οἱ μὲν ἀνῄρηντο, πεντεκαίδεκα δʼ αἰχμάλωτοι ἐγεγένητο.