καὶ ἐξῆγον ἔτι νυκτὸς ἄμφω περὶ ἐσχάτην φυλακήν, διεκόσμει δʼ αὐτῶν ἑκάτερος ὧδε. τὸ μὲν λαιὸν εἶχον ὁπλῖται Ῥωμαίων μύριοι, παρὰ τὸν ποταμὸν αὐτόν· καὶ μετʼ ἐκείνους ἦσαν Ἰταλῶν ἕτεροι μύριοι, τρεῖς ἑκατέρων τάξεις ἐπὶ βάθος. ἐπὶ δὲ τοῖς Ἰταλοῖς ὁ Εὐμένους στρατὸς ἐτάσσετο, καὶ Ἀχαιῶν πελτασταὶ περὶ τρισχιλίους. ὧδε μὲν εἶχε τὸ λαιόν, τὸ δεξιὸν δʼ ἦν ἱππεῖς, οἵ τε Ῥωμαίων καὶ Ἰταλῶν καὶ Εὐμένους, οὐ πλείους οὐδʼ οὗτοι τρισχιλίων. ἀνεμεμίχατο δʼ ἅπασι ψιλοί τε καὶ τοξόται πολλοί, καὶ ἀμφὶ τὸν Δομίτιον αὐτὸν ἦσαν ἱππέων ἶλαι τέσσαρες. οὕτω μὲν ἐγίγνοντο πάντες ἐς τρισμυρίους, ἐπεστάτει δὲ τοῦ μὲν δεξιοῦ Δομίτιος αὐτός, καὶ ἐς τὸ μέσον αὐτὸν ἵστη τὸν ὕπατον, τὸ δὲ λαιὸν ἔδωκεν Εὐμένει. τῶν δʼ ἐλεφάντων, οὓς εἶχεν ἐκ Λιβύης, οὐδένα νομίζων ἔσεσθαι χρήσιμον ὀλιγωτέρων τε ὄντων καὶ βραχυτέρων οἷα Λιβύων (δεδίασι δʼ οἱ σμικρότεροι τοὺς μείζονας), ἔστησεν ὀπίσω πάντας.ὧδε μὲν δὴ διετετάχατο Ῥωμαῖοι, Ἀντιόχῳ δʼ ἦν μὲν ὁ στρατὸς ἅπας ἑπτακισμύριοι, καὶ τούτων τὸ κράτιστον ἦν ἡ φάλαγξ ἡ Μακεδόνων, ἄνδρες ἑξακισχίλιοι καὶ μύριοι, ἐς τὸν Ἀλεξάνδρου καὶ Φιλίππου τρόπον ἔτι κοσμούμενοι· ἵστη δʼ αὐτοὺς ἐν μέσῳ, διελὼν ἀνὰ χιλίους καὶ ἑξακοσίους ἐς δέκα μέρη, καὶ τούτων ἑκάστου μέρους ἦσαν ἐπὶ μὲν τοῦ μετώπου πεντήκοντα ἄνδρες, ἐς δὲ τὸ βάθος δύο καὶ τριάκοντα, ἐς δὲ τὰ πλευρὰ ἑκάστου μέρους ἐλέφαντες δύο καὶ εἴκοσιν. ἡ δʼ ὄψις ἦν τῆς μὲν φάλαγγος οἷα τείχους, τῶν δʼ ἐλεφάντων οἷον πύργων. τοιοῦτον μὲν ἦν τὸ πεζὸν Ἀντιόχῳ, ἱππεῖς δʼ ἑκατέρωθεν αὐτοῦ παρετετάχατο Γαλάται τε κατάφρακτοι καὶ τὸ λεγόμενον ἄγημα τῶν Μακεδόνων. εἰσὶ δὲ καὶ οἵδε ἱππεῖς ἐπίλεκτοι, καὶ παρʼ αὐτὸ ἄγημα λέγεται. τάδε μὲν ἔξ ἴσου τῆς φάλαγγος ἦν ἑκατέρωθεν· ἐπὶ δʼ αὐτοῖς τὰ κέρατα κατεῖχον ἐν μὲν δεξιᾷ ψιλοί τέ τινες καὶ ἕτεροι ἱππεῖς ἀργυράσπιδες καὶ ἱπποτοξόται διακόσιοι, τὸ δὲ λαιὸν Γαλατῶν τʼ ἔθνη, Τεκτοσάγαι τε καὶ Τρόκμοι καὶ Τολιστόβοιοι, καὶ Καππαδόκαι τινὲς οὓς ἔπεμψεν Ἀριαράθης, καὶ μιγάδες ἄλλοι ξένοι, κατάφρακτός τε ἵππος ἐπὶ τοῖσδε ἑτέρα, καὶ ἣν ἐκάλουν ἵππον ἑταιρικήν, ὡπλισμένη κούφως. ὧδε μὲν καὶ ὁ Ἀντίοχος ἐξέτασσεν. καὶ δοκεῖ τὴν ἐλπίδα λαβεῖν ἐν τοῖς ἱππεῦσιν, οὓς πολλοὺς ἔστησεν ἐπὶ τοῦ μετώπου, τὴν δὲ φάλαγγα πυκνὴν ἐς ὀλίγον συναγαγεῖν ἀπειροπολέμως, ᾗ δὴ καὶ μάλιστα ἔδει θαρρεῖν πάνυ ἠσκημένῃ. πολὺ δὲ καὶ ἄλλο πλῆθος ἦν λιθοβόλων τε καὶ τοξοτῶν καὶ ἀκοντιστῶν καὶ πελταστῶν, Φρυγῶν τε καὶ Λυκίων καὶ Παμφύλων καὶ Πισιδῶν Κρητῶν τε καὶ Τραλλιανῶν καὶ Κιλίκων ἐς τὸν Κρητῶν τρόπον ἐσκευασμένων. ἱπποτοξόται τε ἐπὶ τοῖσδε ἕτεροι, Δᾶαι καὶ Μυσοὶ καὶ Ἐλυμαῖοι καὶ Ἄραβες, οἳ καμήλους ὀξυτάτας ἐπικαθήμενοι τοξεύουσί τε εὐμαρῶς ἀφʼ ὑψηλοῦ, καὶ μαχαίραις, ὅτε πλησιάζοιεν, ἐπιμήκεσι καὶ στεναῖς χρῶνται.δρεπανηφόρα τε ἅρματα ἐν τῷ μεταιχμίῳ, προπολεμεῖν τοῦ μετώπου, ἐτετάχατο· καὶ εἴρητο αὐτοῖς μετὰ τὴν πρώτην πεῖραν ὑποχωρεῖν.ὄψις τε ἦν ὥσπερ δύο στρατῶν, τοῦ μὲν ἀρχομένου πολεμεῖν, τοῦ δʼ ἐφεδρεύοντος· ἑκάτερος δʼ αὐτῶν ἐς κατάπληξιν ἐσκεύαστο δεινῶς πλήθει τε καὶ κόσμῳ. ἐφειστήκει δὲ τοῖς μὲν δεξιοῖς ἱππεῦσιν Ἀντίοχος αὐτός, τοῖς δʼ ἐπὶ θάτερα Σέλευκος ὁ υἱὸς Ἀντιόχου, τῇ δὲ φάλαγγι Φίλιππος ὁ ἐλεφαντάρχης καὶ τοῖς προμάχοις Μύνδις τε καὶ Ζεῦξις. ἀχλυώδους δὲ καὶ ζοφερᾶς τῆς ἡμέρας γενομένης, ἥ τε ὄψις ἔσβεστο τῆς ἐπιδείξεως, καὶ τὰ τοξεύματα πάντα ἀμβλύτερα ἦν ὡς ἐν ἀέρι ὑγρῷ καὶ σκοτεινῷ. ὅπερ ἐπεὶ κατεῖδεν Εὐμένης, τῶν μὲν ἄλλων κατεφρόνησε, τὴν δὲ ῥύμην τῶν ἁρμάτων τεταγμένων ἐφʼ ἑαυτὸν μάλιστα δείσας, ὅσοι ἦσαν αὐτῷ σφενδονῆται καὶ ἀκοντισταὶ καὶ ἕτεροι κοῦφοι, συναγαγὼν προσέταξε, τὰ ἅρματα περιθέοντας, ἐς τοὺς ἵππους ἀκοντίζειν ἀντὶ τῶν ἐπιβατῶν· ἵππου γὰρ ἐν ἅρματι ζυγομαχοῦντος ἀχρεῖον τὸ λοιπὸν ἅρμα γίγνεται, καὶ πολλὰ καὶ τῆς ἄλλης εὐταξίας παραλύεται, τὰ δρέπανα τῶν φιλίων δεδιότων. ὃ καὶ τότε συνηνέχθη γενέσθαι· πληγέντων γὰρ τῶν ἵππων ἀθρόως, καὶ τὰ ἅρματα ἐς τοὺς φίλους περιφερόντων, αἵ τε κάμηλοι πρῶται τῆς ἀταξίας ᾐσθάνοντο, πλησίον τοῖς ἅρμασι παρατεταγμέναι, καὶ μετὰ ταύτας ἡ κατάφρακτος ἵππος, οὐ ῥᾳδίως ὑπὸ τοῦ βάρους τὰ δρέπανα ἐκφεύγειν δυναμένη. θόρυβός τε ἦν ἤδη πολὺς καὶ τάραχος ποικίλος, ἀρξάμενος μὲν ἀπὸ τῶνδε μάλιστα, χωρῶν δὲ ἐπὶ ὅλον τὸ μεταίχμιον, καὶ μείζων ὑπόνοια τοῦ ἀκριβοῦς· ὡς γὰρ ἐν διαστήματι μακρῷ καὶ πλήθει πυκνῷ καὶ βοῇ ποικίλῃ καὶ φόβῳ πολλῷ, τὸ μὲν ἀκριβὲς οὐδὲ τοῖς ἀγχοῦ τῶν πασχόντων καταληπτὸν ἦν, τὴν δὲ ὑπόνοιαν μειζόνως ἐς τοὺς ἑξῆς ἕκαστοι μετέφερον.ὁ δʼ Εὐμένης, ἐπεὶ τὰ πρῶτα καλῶς ἐπέπρακτο αὐτῷ, καὶ τὸ μεταίχμιον, ὅσον αἵ τε κάμηλοι καὶ τὰ ἅρματα ἐπεῖχεν, ἐγεγύμνωτο, τοὺς ἰδίους ἱππέας, καὶ ὅσοι Ῥωμαίων αὐτῷ καὶ Ἰταλῶν παρετετάχατο, ἐπῆγεν ἐπὶ τοὺς ἀντικρὺ Γαλάτας τε καὶ Καππαδόκας καὶ τὴν ἄλλην σύνοδον τῶν ξένων, μέγα κεκραγὼς καὶ παρακαλῶν ἐπὶ ἄνδρας ἀπείρους τε μάχης καὶ γεγυμνωμένους τῶν προπολεμούντων. οἱ δʼ ἐπείθοντο, καὶ βαρείας σφῶν τῆς ἐμβολῆς γενομένης τρέπονται τούτους τε καὶ τοὺς παρεζευγμένους αὐτοῖς ἱππέας τε καὶ καταφράκτους, ἐκ πολλοῦ ταρασσομένους διὰ τὰ ἅρματα· οὓς δὴ καὶ μάλιστα, διὰ τὸ βάρος ὑποφεύγειν ἢ ἀναστρέφειν εὐμαρῶς οὐ δυναμένους, κατελάμβανόν τε καὶ συνέκοπτον. καὶ τάδε μὲν ἦν περὶ τὸ λαιὸν τῆς φάλαγγος τῶν Μακεδόνων· ἐν δεξιᾷ δέ, ᾗπερ αὐτὸς ὁ Ἀντίοχος ἐτέτακτο, διακόψας τὸ σύνταγμα τῆς Ρ̓ωμαίων φάλαγγος ἀπέσπασεν ἐπὶ πολὺ διώκων.