καὶ ἐπὶ τῇδε τῇ νίκῃ Φώκαια αὖθις καὶ Σάμος καὶ Κύμη πρὸς Ἀντίοχον μετετίθεντο. δείσας δʼ ὁ Λίουιος περὶ τῶν σφετέρων νεῶν, ἃς ἐν τῇ Αἰολίδι κατελελοίπει, κατὰ σπουδὴν ἐς αὐτὰς ἐπανῄει. καὶ Εὐμένης πρὸς αὐτὸν ἠπείγετο, Ῥόδιοί τε Ῥωμαίοις ναῦς ἑτέρας εἴκοσιν ἔπεμπον. μικρὸν δὲ διαλιπόντες ἅπαντες ἀνεθάρρησαν, καὶ ἐπὶ τὴν Ἔφεσον ἔπλεον ἐς ναυμαχίαν ἐσκευασμένοι. οὐδενὸς δʼ αὐτοῖς ἀντεπιπλέοντος, τὸ μὲν ἥμισυ τῶν νεῶν ἐς ἐπίδειξιν ἔστησαν ἐν μέσῃ τῇ θαλάσσῃ μέχρι πολλοῦ, ταῖς δʼ ὑπολοίποις ἐς τὴν πολεμίαν καταχθέντες ἐπόρθουν, μέχρι Νίκανδρος αὐτοῖς ἐκ τῆς μεσογείας ἐπιπεσὼν τήν τε λείαν ἀφείλετο καὶ ἐς τὰς ναῦς κατεδίωξεν.οἱ μὲν δὴ πάλιν ἐς Σάμον ἀνήγοντο, καὶ ὁ χρόνος ἔληγε Λιουίῳ τῆς ναυαρχίας· τοῦ δʼ αὐτοῦ χρόνου Σέλευκος ὁ Ἀντιόχου τὴν Εὐμένους γῆν ἐδῄου καὶ Περγάμῳ παρεκάθητο, τοὺς ἄνδρας ἐς τὴν πόλιν κατακλείσας. ὅθεν ὁ Εὐμένης ἐς Ἐλαίαν, τὸ τῆς ἀρχῆς ἐπίνειον, διέπλει κατὰ σπουδήν, καὶ σὺν αὐτῷ Λεύκιος Αἰμίλιος Ῥηγίλλος ὁ Λιουίου τὴν ναυαρχίαν παραδεδεγμένος. ἧκον δὲ καὶ παρὰ τῶν Ἀχαιῶν Εὐμένει σύμμαχοι χίλιοι πεζοὶ καὶ ἱππεῖς ἑκατὸν ἐπίλεκτοι, ὧν Διοφάνης ὁ στρατηγὸς ἀπὸ τοῦ τείχους ἰδὼν τοὺς Σελευκείους παίζοντάς τε καὶ μεθύοντας ἐκ καταφρονήσεως, ἔπειθε τοὺς Περγαμηνοὺς ἑαυτῷ συνεκδραμεῖν ἐπὶ τοὺς πολεμίους. οὐχ ὑφισταμένων δʼ ἐκείνων, ὥπλισε τοὺς ἰδίους χιλίους καὶ τοὺς ἑκατὸν ἱππέας. καὶ προαγαγὼν ὑπὸ τὸ τεῖχος ἔστησεν ἀτρεμεῖν, ὑπερορώντων αὐτοὺς ἐς πολὺ τῶν πολεμίων ὡς ὀλίγους τε καὶ οὐ τολμῶντας ἐς χεῖρας ἐλθεῖν. ὁ δʼ ἀριστοποιουμένοις ἐπιδραμὼν ἐθορύβησέ τε καὶ ἐτρέψατο τοὺς προφύλακας, τῶν δʼ ἄλλων ἐπὶ τὰ ὅπλα ἀναπηδώντων, καὶ τοὺς ἵππους περιχαλινούντων ἢ φεύγοντας διωκόντων ἢ δυσχερῶς ἀναβαινόντων οὐκ εὐσταθοῦντας, ἐκράτει πάνυ λαμπρῶς, ἐπιβοώντων ἄνωθεν ἀπὸ τοῦ τείχους τῶν Περγαμηνῶν, καὶ οὐδὲ τότε προελθεῖν ὑφισταμένων. κτείνας δʼ ὅσους ἐδύνατο ὡς ἐν ἐπιδείξει ταχείᾳ, καί τινας αἰχμαλώτους ἑλὼν ἄνδρας τε καὶ ἵππους, ἐπανῄει κατὰ σπουδήν. καὶ τῆς ἐπιούσης αὖθις ἵστη τοὺς Ἀχαιοὺς ὑπὸ τὸ τεῖχος, οὐδὲ τότε τῶν Περγαμηνῶν αὐτῷ συνεξιόντων. Σέλευκος δʼ ἱππεῦσι πολλοῖς αὐτῷ προσεπέλαζε προκαλούμενος. ὁ δὲ τότε μὲν οὐκ ἐπεξῄει, παρʼ αὐτὸ τὸ τεῖχος ἑστώς, ἀλλʼ ἐφυλάσσετο· ἐπεὶ δʼ ὁ Σέλευκος παραμείνας ἐς μεσημβρίαν, καμνόντων οἱ ἤδη τῶν ἱππέων ἐπέστρεφε καὶ ἐπανῄει, τοῖς τελευταίοις αὐτοῦ ὁ Διοφάνης ἐπιθέμενος καὶ θορυβοποιήσας, καὶ βλάψας ὅσα καὶ τότε δυνατὸς ἦν, εὐθὺς ἐπανῄει πάλιν ὑπὸ τὸ τεῖχος.καὶ τόνδε τὸν τρόπον συνεχῶς ἔν τε χορτολογίαις καὶ ξυλείαις ἐνεδρεύων καὶ ἀεί τι ἐνοχλῶν ἀπό τε Περγάμου τὸν Σέλευκον ἀνέστησε καὶ ἀπὸ τῆς ἄλλης Εὐμένους χώρας ἐξήλασεν.Πολυξενίδᾳ δὲ καὶ Ῥωμαίοις μετʼ οὐ πολὺ γίγνεται ναυμαχία περὶ Μυόννησον, ἐς ἣν συνῄεσαν Πολυξενίδας μὲν ναυσὶν ἐνενήκοντα καταφράκτοις, Λεύκιος δʼ ὁ Ῥωμαίων ναύαρχος ὀγδοήκοντα τρισί· τούτων ἦσαν ἐκ Ῥόδου πέντε καὶ εἴκοσιν. ὧν ὁ στρατηγὸς Εὔδωρος ἐτέτακτο μὲν ἐπὶ τοῦ λαιοῦ κέρως, ἰδὼν δὲ ἐπὶ θάτερα Πολυξενίδαν πολὺ προύχοντα Ῥωμαίων, ἔδεισέ τε μὴ κυκλωθεῖεν, καὶ περιπλεύσας ὀξέως ἅτε κούφαις ναυσὶ καὶ ἐρέταις ἐμπείροις θαλάσσης, τὰς ναῦς τὰς πυρφόρους τῷ Πολυξενίδᾳ πρώτας ἐπῆγε, λαμπομένας τῷ πυρὶ πάντοθεν. οἱ δʼ ἐμβαλεῖν μὲν αὐταῖς οὐκ ἐτόλμων διὰ τὸ πῦρ, κύκλῳ δʼ αὐτὰς περιπλέοντες ἐνέκλινόν τε καὶ θαλάσσης ἐπίμπλαντο καὶ ἐς τὰς ἐπωτίδας ἐτύπτοντο, μέχρι Ῥοδίας νεὼς ἐς Σιδονίαν ἐμβαλούσης, καὶ τῆς πληγῆς εὐτόνου γενομένης, ἄγκυρα ἐκπίπτουσα τῆς Σιδονίας ἐς τὴν Ῥοδίαν ἐπάγη τε καὶ συνέδησεν ἄμφω πρὸς ἀλλήλας, ὅθεν ἦν ὁ ἀγὼν ἀτρεμούντων τῶν σκαφῶν τοῖς ἐπιβάταις ὥσπερ ἐν γῇ. καὶ προσιουσῶν ἄλλων ἐς ἐπικουρίαν ἑκατέρᾳ πολλῶν, φιλονεικία τε παρʼ ἀμφοῖν ἐγίγνετο λαμπρά, καὶ τὸ μέσον τῶν Ἀντιόχου νεῶν ἔρημον ἐκ τούτου γενόμενον αἱ Ῥωμαίων νῆες διέπλεον, καὶ τοὺς πολεμίους ἔτι ἀγνοοῦντας ἐκύκλουν, ὡς δʼ ἔμαθόν ποτε, ἐγίγνετο φυγὴ καὶ τροπή, καὶ διεφθάρησαν Ἀντιόχου νῆες μιᾶς δέουσαι τριάκοντα, ὧν τρισκαίδεκα αὐτοῖς ἀνδράσιν ἐλήφθησαν. Ῥωμαίων δʼ ἀπώλοντο μόναι δύο. καὶ ὁ Πολυξενίδας τὴν Ῥοδίαν ναῦν ἐπαγόμενος ἐς τὴν Ἔφεσον κατήχθη.