τοιάδε μὲν ἐπυθόμην περὶ Σελευκείας· ὁ δὲ Σέλευκος τὸν υἱὸν Ἀντίοχον, περιὼν ἔτι, τῆς ἄνω γῆς βασιλεύειν ἀπέφηνεν ἀνθʼ ἑαυτοῦ. καὶ εἴ τῳ μεγαλόφρον εἶναι τόδε φαίνεται καὶ βασιλικόν, μεγαλοφρονέστερον ἔτι καὶ σοφώτερον ἤνεγκε τὸν ἔρωτα τοῦ παιδὸς καὶ τὴν ἐς τὸ πάθος αὐτοῦ σωφροσύνην. ἤρα μὲν γὰρ ὀ Ἀντίοχος Στρατονίκης τῆς αὐτοῦ Σελεύκου γυναικός, μητρυιᾶς οἱ γενομένης καὶ παῖδα ἤδη τῷ Σελεύκῳ πεποιημένης, συγγιγνώσκων δὲ τὴν ἀθεμιστίαν τοῦ πάθους οὔτε ἐπεχείρει τῷ κακῷ οὔτε προύφερεν, ἀλλʼ ἐνόσει καὶ παρεῖτο καὶ ἑκὼν ἐς τὸν θάνατον συνήργει. οὐδʼ ὁ περιώνυμος ἰατρὸς Ἐρασίστρατος, ἐπὶ μεγίσταις συντάξεσι Σελεύκῳ συνών, εἶχε τεκμήρασθαι τοῦ πάθους, μέχρι φυλάξας καθαρὸν ἐκ πάντων τὸ σῶμα, εἴκασεν εἶναι τῆς ψυχῆς τὴν νόσον, ᾗ δὴ καὶ ἐρρωμένῃ καὶ νοσούσῃ τὸ σῶμα συναίσθεται. λύπας μὲν οὖν καὶ ὀργὰς καὶ ἐπιθυμίας ἄλλας ὁμολογεῖσθαι, ἔρωτα δʼ ἐπικρύπτεσθαι πρὸς τῶν σωφρόνων. οὐδὲν δὲ οὐδʼ ὣς τοῦ Ἀντιόχου φράζοντος αὐτῷ λιπαροῦντι μαθεῖν ἐν ἀπορρήτῳ, παρεκαθέζετο καὶ ἐφύλασσε τὰς τοῦ σώματος μεταβολάς, ὅπως ἔχοι πρὸς ἕκαστον τῶν ἐσιόντων. ὡς δὲ ηὗρεν ἐπὶ μὲν τῶν ἄλλων σβεννύμενον ἀεὶ τὸ σῶμα καὶ μαραινόμενον ὁμαλῶς, ὅτε δὲ ἡ Στρατονίκη παρίοι πρὸς αὐτὸν ἐπισκεψομένη, τὴν μὲν γνώμην ὑπʼ αἰδοῦς καὶ συνειδότος τότε μάλιστα αὐτὸν ἐνοχλούμενον καὶ σιωπῶντα, τὸ δὲ σῶμα καὶ ἄκοντος αὐτοῦ θαλερώτερόν τε γιγνόμενον αὐτῷ καὶ ζωτικώτερον, καὶ αὖθις ἀπιούσης ἀσθενέστερον, ἔφη τῷ Σελεύκῳ τὸν υἱὸν ἀνιάτως ἔχειν αὐτῷ. ὑπεραλγήσαντος δὲ τοῦ βασιλέως καὶ ἐκβοήσαντος εἶπεν· ἔρως ἔστὶ τὸ πάθος, καὶ ἔρως γυναικός, ἀλλʼ ἀδύνατος.Σελεύκου δὲ θαυμάσαντος εἴ τινα μὴ δύναιτο πεῖσαι Σέλευκος ὁ τῆς Ἀσίας βασιλεύς, ἐπὶ γάμῳ τοιοῦδε παιδός, ἱκεσίᾳ τε καὶ χρήμασι καὶ δωρεαῖς καὶ ὅλῃ τῇ τοσῇδε βασιλείᾳ, περιιούσῃ μὲν ἐς τόνδε τὸν κάμνοντα βασιλέα, δοθησομένῃ δὲ καὶ νῦν ἀντὶ τῆς σωτηρίας εἰ ἤδη τις ἐθέλοι, καὶ μόνον ἀξιοῦντος μαθεῖν τίς ἔστι τὸ γύναιον, ὁ Ἐρασίστρατος ἔφη· τῆς ἐμῆς γυναικὸς ἐρᾷ. καὶ ὁ Σέλευκος, εἶτʼ ὦ?̓γαθέ, ἔφη, φιλίας μὲν οὕτω καὶ χαρίτων ἔχων ἐφʼ ἡμῖν, ἀρετῆς δὲ καὶ σοφίας ἐν ὀλίγοις, οὐ σώσεις μοι νέον ἄνδρα καὶ βασιλικόν, φίλου καὶ βασιλέως υἱόν, ἀτυχοῦντα καὶ σωφρονοῦντα καὶ τὸ κακὸν ἐπικρύπτοντα καὶ προτιμώμενον αὑτῷ θανάτου, ἀλλʼ ὑπερόψει μὲν οὕτως Ἀντιόχον, ὑπερόψει δʼ ἐπʼ αὐτῷ καὶ Σέλευκον; ὁ δʼ ἀπομαχόμενος εἶπε λόγον ὡς ἄφυκτον, ὅτι μηδʼ ἂν σύ, καίπερ ὢν πατήρ, τῆς σῆς Ἀντιόχος εἰ ἤρα γυναικός, μεθῆκας ἂν αὐτῷ τὴν γυναῖκα. ἔνθα δὴ πάντας ὤμνυ τοὺς βασιλείους θεοὺς ὁ Σέλευκος, ἦ μὴν ἑκὼν ἂν καὶ χαίρων μεθεῖναι καὶ διήγημα γενέσθαι καλὸν εὐνοίας ἀγαθοῦ πατρὸς ἐς παῖδα σώφρονα καὶ ἐγκρατῆ τοῦ κακοῦ καὶ ἀνάξιον τῆς συμφορᾶς. πολλά τε ὅμοια ἐπενεγκών, ἤρξατο ἄχθεσθαι ὅτι μὴ αὐτὸς αὐτῷ γίγνοιτο ἰατρὸς ἀτυχοῦντι, ἀλλὰ καὶ ἐς ταῦτα δέοιτο Ἐρασιστράτου.ὁ δʼ ἐπεὶ κατεῖδε τὴν ὁρμὴν τοῦ βασιλέως ἔργον ὑποφαίνουσαν, οὐχ ὑπόκρισιν, ἀνεκάλυπτε τὸ πάθος, καὶ ὅπως αὐτὸ εὕροι κρυπτόμενον διηγεῖτο. Σελεύκῳ δὲ ἡσθέντι ἔργον μὲν ἐγένετο πεῖσαι τὸν υἱόν, ἔργον δʼ ἐπʼ ἐκείνῳ τὴν γυναῖκα· ὡς δʼ ἔπεισε, τὴν στρατιὰν συναγαγών, αἰσθομένην ἴσως ἤδη τι τούτων, κατελογίζετο μὲν αὐτοῖς τὰ ἔργα τὰ ἑαυτοῦ καὶ τὴν ἀρχήν, ὅτι δὴ μάλιστα τῶν Ἀλεξάνδρου διαδόχων ἐπὶ μήκιστον προαγάγοι· διὸ καὶ γηρῶντι ἤδη δυσκράτητον εἶναι διὰ τὸ μέγεθος. ἐθέλω δέ, ἔφη, διελεῖν τὸ μέγεθος ἐς τὴν ὑμετέραν τοῦ μέλλοντος ἀμεριμνίαν, καὶ τὸ μέρος ἤδη δοῦναι τοῖς ἐμοῖς φιλτάτοις. δίκαιοι δʼ ἐστέ μοι πάντες ἐς πάντα συνεργεῖν, οἳ ἐς τοσοῦτον ἀρχῆς καὶ δυνάμεως ηὐξήθητε ὑπʼ ἐμοῦ μετʼ Ἀλέξανδρον. φίλτατοι δʼ εἰσί μοι καὶ ἀρχῆς ἄξιοι τῶν τε παίδων ὁ τέλειος ἤδη καὶ ἡ γυνή. ἤδη δʼ αὐτοῖς καὶ παῖδες, ὡς νέοις, γένοιντο ταχέως, καὶ πλέονες φύλακες ὑμῖν τῆς ἡγεμονίας εἶεν. ἁρμόζω σφίσιν ἀλλήλους ἐφʼ ὑμῶν, καὶ πέμπω βασιλέας εἶναι τῶν ἐθνῶν ἤδη τῶν ἄνω. καὶ οὐ Περσῶν ὑμῖν ἔθη καὶ ἑτέρων ἐθνῶν μᾶλλον ἢ τόνδε τὸν κοινὸν ἅπασιν ἐπιθήσω νόμον, ἀεὶ δίκαιον εἶναι τὸ πρὸς βασιλέως ὁριζόμενον. ὁ μὲν δὴ οὕτως εἶπεν, ἡ στρατιὰ δὲ ὡς βασιλέα τε τῶν ἐπὶ Ἀλεξάνδρῳ μέγιστον καὶ πατέρα ἄριστον ηὐφήμει καὶ ὁ Σέλευκος Στρατονίκῃ καὶ τῷ παιδὶ τὰ αὐτὰ προστάξας ἐζεύγνυ τὸν γάμον καὶ ἐπὶ τὴν βασιλείαν ἐξέπεμψεν, ἔργον ἀοίδιμον τόδε καὶ δυνατώτερον τῶν ἐν πολέμοις αὐτῷ γενομένων ἐργασάμενος.Σατραπεῖαι δὲ ἦσαν ὑπʼ αὐτῷ δύο καὶ ἑβδομήκοντα· τοσαύτης ἐβασίλευε γῆς. καὶ τὴν πλείονα τῷ παιδὶ παραδούς, ἦρχε τῶν ἀπὸ θαλάσσης ἐπὶ Εὐφράτην μόνων. καὶ πόλεμον τελευταῖον Λυσιμάχῳ περὶ Φρυγίαν τὴν ἐφʼ Ἑλλησπόντῳ πολεμῶν, Λυσιμάχου μὲν ἐκράτει πεσόντος ἐν τῇ μάχῃ, αὐτὸς δὲ τὸν Ἑλλήσποντον ἐπέρα. καὶ ἐς Λυσιμάχειαν ἀναβαίνων κτείνεται. Πτολεμαῖος δʼ αὐτὸν ἑπόμενος ἔκτεινεν, ὅτῳ κεραυνὸς ἐπίκλησις. υἱὸς δʼ ἦν ὁ κεραυνος ὅδε Πτολεμαίου τοῦ σωτῆρος καὶ Εὐρυδίκης τῆς Ἀντιπάτρου· καὶ αὐτὸν ἐκπεσόντα Αἰγύπτου διὰ δέος, ὅτι νεωτάτῳ παιδὶ ὁ Πτολεμαῖος τὴν ἀρχὴν ἐπενόει δοῦναι, ὁ Σέλευκος οἷα φίλου παῖδα ἀτυχοῦντα ὑπεδέξατο, καὶ ἔφερβε καὶ ἐπήγετο πάντῃ φονέα ἑαυτοῦ.