Ἐρέννιον δὲ τὸν ἐν Βρεντεσίῳ τίς ἂν πιστεύσειεν ὅτι Περσεύς, Ῥωμαῖον ὄντα καὶ φίλον ὑμέτερον καὶ πρόξενον, εἴληφεν ἐπὶ τὴν τῆς βουλῆς φαρμακείαν, ὡς ἀναλῶσαι τὴν σύγκλητον διʼ αὐτοῦ δυνάμενος, ἢ τοὺς ὑπολοίπους εὐμενεστέρους ἕξων διὰ τοὺς ἀναιρουμένους; ἀλλʼ Ἐρέννιος μὲν ἐψεύσατο τοῖς ἐπιτρίβουσιν ἐς τὸν πόλεμον ὑμᾶς πρόφασιν εὐσχήμονα διδούς, Εὐμένης δʼ ὑπʼ ἔχθρας τε καὶ φθόνου καὶ δέους οὐδὲ ταῦτʼ ὤκνησεν ἐγκαλέσαι Περσεῖ, ὅτι πολλοῖς ἔθνεσι κεχαρισμένος καὶ φιλέλλην, καὶ σωφρόνως ἀντὶ μέθης καὶ τρυφῆς ἄρχει. καὶ ταῦθʼ ὑμεῖς αὐτοῦ λέγοντος ὑπέστητε ἀκροάσασθαι. τοιγάρτοι τὴν ἐκείνου διαβολὴν αὔξετε καθʼ ὑμῶν ὡς οὐ φέροντες σώφρονας καὶ δικαίους καὶ φιλοπόνους γείτονας. Περσεὺς δʼ Ἐρέννιον μὲν καὶ Εὐμένη, καὶ εἴ τις ἄλλος ἐθέλοι, προκαλεῖται παρʼ ὑμῖν ἐς ἐξέτασιν καὶ κρίσιν, ὑμᾶς δʼ ἀναμιμνήσκει μὲν τῆς ἐς Ἀντίοχον τὸν μέγαν τοῦ πατρὸς ἑαυτοῦ προθυμίας καὶ βοηθείας, ἧς ἐπιγιγνομένης καλῶς ᾐσθάνεσθε, αἰσχρὸν δὲ παρελθούσης ἐπιλαθέσθαι, προφέρει δὲ συνθήκας πατρῴας τε καὶ ἰδίας πρὸς αὐτὸν ὑμῖν γενομένας. καὶ ἐπὶ τοῖσδε οὐκ ὀκνεῖ καὶ παρακαλεῖν ὑμᾶς, θεοὺς οὓς ὠμόσατε αἰδεῖσθαι, καὶ μὴ πολέμου κατάρχειν ἀδίκως ἐς φίλους, μηδʼ ἔγκλημα ποιεῖσθαι γειτνίασιν καὶ σωφροσύνην καὶ παρασκευήν, οὐ γὰρ ἄξιον, ὡς Εὐμένους, καὶ ὑμῶν ἅπτεσθαι φθόνον ἢ φόβον. τὸ δὲ ἐναντίον ἐστὶ σῶφρον, φείδεσθαι γειτόνων ἐπιμελῶν, καὶ ὡς Εὐμένης φησίν, εὖ παρεσκευασμένων. οἱ μὲν δὴ πρέσβεις τοιαῦτα εἶπον, οι δὲ οὐδὲν αὐτοῖς ἀποκρινάμενοι τὸν πόλεμον ἐς τὸ φανερὸν ἐκύρουν. καὶ ὁ ὕπατος ἐκέλευε τοὺς πρέσβεις ἐκ μεν τῆς πόλεως αὐτῆς ἡμέρας, ἐκ δὲ τῆς Ἰταλίας τριάκοντα ἄλλαις ἐξιέναι. τὰ δὲ αὐτὰ καὶ τοῖς ἐπιδημοῦσι Μακεδόνων ἐκήρυττεν.καὶ θόρυβος αὐτίκα μετὰ τὸ βουλευτήριον ἐπίφθονος ἦν, ἐν ὀλίγαις ὥραις ἐλαυνομένων τοσῶνδε ὁμοῦ, καὶ οὐδὲ ὑποζύγια εὑρεῖν ἐν οὕτω βραχεῖ διαστήματι, οὐδὲ πάντα φέρειν δυναμένων. ὑπὸ δὲ σπουδῆς οἱ μὲν οὐκ ἔφθανον ἐπὶ τοὺς σταθμούς, ἀλλʼ ἐν μέσαις ἀνεπαύοντο ταῖς ὁδοῖς, οἱ δὲ παρὰ ταῖς πύλαις μετὰ παίδων ἑαυτοὺς ἐρρίπτουν καὶ μετὰ γυναικῶν. πάντα τε ἐγίγνετο ὅσα εἰκος ἐν αἰφνιδίῳ καὶ τοιῷδε κηρύγματι· αἰφνίδιον γὰρ αὐτοῖς ἐφαίνετο διὰ τὰς ἔτι πρεσβείας.