ότι ἐνῆγε τοὺς Ῥωμαίους τὰ Σιβύλλεια εἰς τὸν Φιλίππου πόλεμον. ἔστι δὲ ταῦτα· αὐχοῦντες βασιλεῦσι Μακηδόνες Ἀργεάδῃσιν, ὑμῖν κοιρανέων ἀγαθὸν καὶ πῆμα Φίλιππος. ἤτοι ὁ μὲν πρότερος πόλεσιν λαοῖσί τʼ ἄνακτας θήσει, ὁ δʼ ὁπλότερος τιμὴν ἀπὸ πᾶσαν ὀλέσσει, δμηθεὶς δʼ ἑσπερίοισιν ὑπʼ ἀνδράσιν ἐνθάδʼ ὀλεῖται.