τούτοις οὖν τίς ἐστῖν ἔλεος ἢ μετριοπάθεια παρʼ ἑτέρων, τοῖς οὐδὲν μέτριον οὐδʼ ἥμερον ἐς οὐδένας εἰργασμένοις; τοῖς, ὥσπερ ἔφη Σκιπίων, εἰ ἐλάβοντο ἡμῶν, οὐδʼ ἂν ὄνομα Ῥωμαίων ὑπολιποῦσιν; ἀλλὰ πίστις ἐστὶ βέβαιος ἡ δεξιά. ποία; τίς σπονδή, τίς ὅρκος ὃν οὐκ ἐπάτησαν; τίς δὲ συνθήκη καὶ χάρις ἐς ἣν οὐχ ὕβρισαν; μὴ μιμησώμεθα, φησίν, αὐτούς. τίνα γὰρ συνθήκην ἡμεῖς λύομεν οἱ μήπω τι συνθέμενοι; ἀλλὰ τὴν ὠμοτητα, φησίν, αὐτῶν μὴ μιμησώμεθα. φίλους οὖν καὶ συμμάχους ποιησόμεθα τοὺς ὠμοτάτους; οὐδέτερα τούτων ἄξια. ἀλλʼ ἐπιτρεψάτωσαν ἡμῖν αὑτοὺς νόμῳ νενικημένων, ὡς πολλοὶ σφᾶς ἐπέτρεψαν, σκεψόμεθα δʼ ἡμεῖς. και ὅ τι ἂν δῶμεν, εἴσονται χάριν, οὐχὶ συνθήκην νομίζοντες εἶναι. διαφέρει δὲ τούτοιν ἑκάτερον ὧδε. μέχρι μὲν συντίθενται, παραβήσονται καθάπερ καὶ πάλαι, πρόφασιν ἀεί τινα τῶν συνθηκῶν φέροντες ὡς ἐν αὐταῖς ἠλαττωμένοι· τὰ δʼ ἀμφίλογα εὐπροφάσιστα. ὅταν δὲ παραδῶσιν αὑτούς, καὶ τὰ ὅπλα παρελώμεθα, καὶ τὰ σώματα ἐφʼ ἡμῖν γένηται, καὶ πεισθῶσιν ὅτι μηδὲν αὐτοῖς ἐστὶν ἴδιον, τὰ μὲν φρονήματα αὐτῶν καταβήσεται, ἀγαπήσουσι δʼ ὅ τι ἂν παρʼ ἡμῶν λάβωσιν ὡς ἀλλότριον. εἰ μὲν οὖν Σκιπίων ἑτέρως δοκεῖ, τὰς γνώμας ἔχετε συγκρίνειν· εἰ δὲ συνθήσεται Καρχηδονίοις χωρὶς ὑμῶν, τί καὶ ἐπέστελλεν ὑμῖν; ἐγὼ μὲν γάρ, ὡς ὑμῖν κυρίοις οὖσι περὶ τῶνδε κρῖναι, τὴν γνώμην εἶπον, ἣν νομίζω συνοίσειν τῇ πόλει.τοιαῦτα μὲν κὰ ὁ Πόπλιος εἶπεν· ἡ δὲ βουλὴ κατʼ ἄνδρα παρʼ ἑκάστου ψῆφον ᾔτει, καὶ ἐς τὴν Σκιπίωνος γνώμην αἱ πλείους συνέδραμον. ἐγίγνοντο οὖν αἱ συνθῆκαι, τρίται αἵδε, Ῥωμαίοις καὶ Καρχηδονίοις πρὸς ἀλλήλους. καὶ ὁ Σκιπίων ἐς αὐτὰς ἐδόκει μάλιστα τοὺς Ῥωμαίους ἐναγαγέσθαι, εἴτε τῶν εἰρημένων οὕνεκα λογισμῶν, εἴτε ὡς ἀρκοῦν Ῥωμαίοις ἐς εὐτυχίαν τὸ μόνην ἀφελέσθαι Καρχηδονίους τὴν ἡγεμονίαν· εἰσὶ γὰρ οἳ καὶ τόδε νομίζουσιν, αὐτὸν ἐς Ῥωμαίων σωφρονισμὸν ἐθελῆσαι γείτονα καὶ ἀντίπαλον αὐτοῖς φόβον ἐς ἀεὶ καταλιπεῖν, ἵνα μή ποτε ἐξυβρίσειαν ἐν μεγέθει τύχης καὶ ἀμεριμνία. καὶ τόδε οὕτω φρονῆσαι τὸν Σκιπίωνα οὐ πολὺ ὕστερον ἐξεῖπε τοῖς Ῥωμαίοις Κάτων, ἐπιπλήττων παρωξυμμένοις κατὰ Ῥόδου. ὁ δὲ Σκιπίων ταῦτα συνθέμενος ἐκ Λιβύης ἐς τὴν Ἰταλίαν παντὶ τῷ στρατῷ διέπλει, καὶ ἐς τὴν Ῥώμην ἐσήλαυνε θριαμβεύων, ἐπιφανέστατα δὴ τῶν πρὸ αὐτοῦ.καὶ ὁ τρόπος, ᾧ καὶ νῦν ἔτι χρώμενοι διατελοῦσιν, ἐστὶ τοιόσδε. ἐστεφάνωνται μὲν ἅπαντες, ἡγοῦνται δὲ σαλπικταί τε καὶ λαφύρων ἅμαξαι, πύργοι τε παραφέρονται μιμήματα τῶν εἰλημμένων πόλεων, καὶ γραφαὶ καὶ σχήματα τῶν γεγονότων, εἶτα χρυσὸς καὶ ἄργυρος ἀσήμαντός τε καὶ σεσημας μένος καὶ εἴ τι τοιουτότροπον ἄλλο, καὶ στέφανοι ὅσοις τὸν στρατηγὸν ἀρετῆς ἕνεκα ἀναδοῦσιν ἢ πόλεις ἢ σύμμαχοι ἢ τὰ ὑπʼ αὐτῷ στρατόπεδα. βόες δʼ ἐπὶ τοῖσδε λευκοί, καὶ ἐλέφαντες ἦσαν ἐπὶ τοῖς βουσί, καὶ Καρχηδονίων αὐτῶν καὶ Νομάδων ὅσοι τῶν ἡγεμόνων ἐλήφθησαν. αὐτοῦ δʼ ἡγοῦνται τοῦ στρατηγοῦ ῥαβδοῦχοι φοινικοῦς χιτῶνας ἐνδεδυκότες, καὶ χορὸς κιθαριστῶν τε καὶ τιτυριστῶν, ἐς μίμημα Τυρρηνικῆς πομπῆς, περιεζωσμένοι τε καὶ στεφάνην χρυσῆν ἐπικείμενοι· ἴσα τε βαίνουσιν ἐν τάξει μετὰ ᾠδῆς καὶ μετʼ ὀρχήσεως. Λυδοὺς αὐτοὺς καλοῦσιν, ὅτι (οἶμαι) Τυρρηνοὶ Λυδῶν ἄποικοι. τούτων δέ τις ἐν μέσῷ, πορφύραν ποδήρη περικείμενος καὶ ψέλια καὶ στρεπτὰ ἀπὸ χρυσοῦ, σχηματίζεται ποικίλως ἐς γέλωτα ὡς ἐπορχούμενος τοῖς πολεμίοις. ἐπὶ δʼ αὐτῷ θυμιατηρίων πλῆθος, καὶ ὁ στρατηγὸς ἐπὶ τοῖς θυμιάμασιν, ἐφʼ ἅρματος καταγεγραμμένου ποικίλως, ἔστεπται μὲν ἀπὸ χρυσοῦ καὶ λίθων πολυτίμων, ἔσταλται δʼ ἐς τὸν πάτριον τρόπον πορφύραν, ἀστέρων χρυσῶν ἐνυφασμένων, καὶ σκῆπτρον ἐξ ἐλέφαντος φέρει, καὶ δάφνην, ἣν ἀεὶ Ῥωμαῖοι νομίζουσι νίκης σύμβολον. ἐπιβαίνουσι δʼ αὐτῷ ἐπὶ τὸ ἅρμα παῖδές τε καὶ παρθένοι, καὶ ἐπὶ τῶν παρηόρων ἑκατέρωθεν ᾔθεοι συγγενεῖς. καὶ παρέπονται ὅσοι παρὰ τὸν πόλεμον ἦσαν αὐτῷ γραμματεῖς τε καὶ ὑπηρέται καὶ ὑπασπισταί. καὶ μετʼ ἐκείνους ἡ στρατιὰ κατά τε ἴλας καὶ τάξεις, ἐστεφανωμένη πᾶσα καὶ δαφνηφοροῦσα· οἱ δὲ ἀριστεῖς καὶ τὰ ἀριστεῖα ἐπίκεινται. καὶ τῶν ἀρχόντων οὓς μ ὲν ἐπαινοῦσιν, οὓς δὲ σκώπτουσιν, οὓς δὲ ψέγουσιν· ἀφελὴς γὰρ ὁ θρίαμβος, καὶ ἐν ἐξουσίᾳ λέγειν ὅ τι θέλοιεν.ἀφικόμενος δὲ ἐς τὸ Καπιτώλιον ὁ Σκιπίων τὴν μὲν πομπὴν κατέπαυσεν, εἱστία δὲ τοὺς φίλους, ὥσπερ ἔθος ἐστίν, ἐς τὸ ἱερόν.