ταῦτα τοῦ Σκιπίωνος εἰπόντος οἱ μὲν πρέσβεις ἔφερον ἐς Καρχηδόνα τοὺς λόγους, συνιόντος δὲ τοῦ πλήθους ἐς ἐκκλησίαν ἐπὶ πολλὰς ἡμέρας, τοῖς μὲν ἀρίστοις ἐδόκει τὰ προτεινόμενα δέξασθαι καὶ μὴ περὶ τινῶν ἀπειθοῦντας κινδυνεύειν περὶ ἁπάντων, τὸ δʼ ἀγοραῖον πλῆθος οὐ τὸ παρὸν δεινὸν ἐκλογιζόμενοι μᾶλλον ἢ τὴν ἀφαίρεσιν ὧν ἔχουσι, τοσήνδε οὖσαν, ἠπείθουν, καὶ ἠγανάκτουν εἰ ἐν λιμῷ τὸν σῖτον οἱ ἄρχοντες αἱροῦνται Ῥωμαίοις ἀντὶ τῶν πολιτῶν ἐς τὰς ἀνοχὰς παρασχεῖν, ἐφʼ ἕκαστόν τε αὐτῶν συνιστάμενοι πᾶσιν ἠπείλουν τὰς οἰκίας αὐτῶν διαρπάσειν καὶ καταπρήσειν. τέλος δʼ ἔγνωσαν Ἀννίβαν, ἔχοντα μὲν ἤδη πεζοὺς ἑξακισχιλίους ἱππέας δὲ πεντακοσίους, σταθμεύοντα δʼ ἐν πόλει Μαρθαμά, σύμβουλον ἐπὶ τοῖς παροῦσι καλεῖν. ὁ δʼ ἧκε, καὶ τῶν μετρίων δεδιότων μὴ φιλοπόλεμος ἀνὴρ ἐπιτρίψῃ τὸ πλῆθος, πάνυ σεμνῶς ἐκέλευε τὴν εἰρήνην δέχεσθαι. ὁ δὲ δῆμος καὶ τόνδε ὑπʼ ὀργῆς μανιώδους ἐβλασφήμει καὶ πᾶσιν ἠπείλει, μέχρι τῶν γνωρίμων τοὺς μὲν ἐς Μασσανάσσην καταφυγεῖν, τοὺς δὲ ἐς αὐτοὺς Ῥωμαίους αὐτομολῆσαι, τῆς πόλεως ἀπογνόντας.οἱ δὲ Καρχηδόνιοι πυθόμενοι σῖτον πολὺν ἐς ἐμπόριόν τι ὑπὸ Ἀννίβου σεσωρεῦσθαι, ὁλκάδας ἐπʼ αὐτὸν ἐξέπεμπον καὶ ναῦς μακράς, ἐγνωκότες, εἰ τὸν σῖτον λάβοιεν, ἐκστρατεῦσαι καὶ ὑπομεῖναι πᾶν ὅ τι ἂν ἡ τύχη κρίνῃ, μᾶλλον ἢ Ῥωμαίοις δουλεύειν ἑκόντες. ἐπεὶ δὲ ἄνεμός τε καὶ χειμὼν τὰς ναῦς συνέτριψαν, ἀπογνόντες ἁπάντων ἐμέμφοντο τοῖς θεοῖς ὡς ἐπιβουλεύουσι, καὶ συνετίθεντο τῷ Σκιπίωνι, καὶ ἐπρεσβεύοντο ἐς Ῥώμην. καὶ ὁ Σκιπίων ἔπεμπε τοὺς συμβουλεύσοντας κυροῦν τὰ συγκείμενα. λέγεται δὲ τοῦτο ἐσηγήσασθαι τῇ τε πόλει συμφέρειν ὑπολαβών, καὶ πυθόμενος Γναῖον Κορνήλιον Λέντλον τὸν ὕπατον ἐφεδρεύειν αὑτοῦ τῇ στρατηγίᾳ, τὴν δόξαν οὐκ ἐθέλων ἑτέρου γενέσθαι. προσέταξε γοῦν λέγειν ἀπιοῦσιν ὅτι βραδυνόντων Ῥωμαίων αὐτὸς ἐφʼ ἑαυτοῦ συνθήσεται.οἱ δὲ πάνυ μὲν ἥδοντο κεκρατηκότες πόλεως τοσαύτης, ἣ πολλὰ καὶ δεινὰ πρότερον αὐτοὺς ἐδεδράκει, καὶ τῶν ἐπὶ τῆς γῆς δευτέραν ἢ τρίτην εἶχεν ἡγεμονίαν· οἱ σύμβουλοι δʼ ἐστασίαζον, οἱ μὲν ἔτι σὺν ὀργῇ χαλεπαίνοντες τοῖς Καρχηδονίοις, οἱ δὲ ἐλεοῦντες αὐτοὺς ἤδη, καὶ ἀξιοῦντες ἐν ταῖς ἀλλοτρίαις συμφοραῖς τὸ σφέτερον εὐπρεπῶς διατίθεσθαι. ὑπαναστὰς δέ τις τῶν Σκιπίωνος φίλων εἶπεν· οὐ περὶ τῆς Καρχηδονίων σωτηρίας ἐστὶν ἡμῖν ἡ φροντίς, ὦ ἄνδρες, ἀλλὰ περὶ τῆς Ῥωμαίων ἔς τε θεοὺς πίστεως καὶ πρὸς ἀνδρῶν εὐφημίας, μὴ Καρχηδονίων αὐτῶν ὠμότερα πράξωμεν, οἳ Καρχηδονίοις ὠμότητα ἐπικαλοῦμεν, καὶ μετριοπαθείας ἀεὶ φροντίσαντες ἐπὶ τῶν βραχυτέρων, ἀμελήσωμεν ἐν τοῖς μείζοσιν· ἃ μηδὲ λαθεῖν ἔνεστι διὰ τὸ μέγεθος, ἀλλʼ ἐς ἅπασαν γῆν περιελεύσεται καὶ νῦν καὶ ὕστερον, ἢν πόλιν περιώνυμον καὶ θαλασσοκράτορα ἀνέλωμεν, ἣ καὶ νήσων ἦρξε πολλῶν καὶ θαλάσσης ὅλης καὶ Λιβύης ὑπὲρ ἥμισυ, ἔν τε τοῖς πρὸς ἡμᾶς αὐτοὺς ἀγῶσι πολλὰ καὶ τύχης καὶ δυνάμεως ἔργα ἐπεδείξατο, οἷς ἔτι μὲν φιλονεικοῦσιν ἐρίζειν ἔδει, πεσόντων δὲ φείδεσθαι, καθὰ καὶ τῶν ἀθλητῶν οὐδεὶς τὸν πεσόντα ἔτι τύπτει, καὶ τῶν θηρίων τὰ πολλὰ φείδεται τῶν καταπεσόντων. καλὸν δʼ ἐν τοῖς εὐτυχήμασι νέμεσιν θεῶν φυλάσσεσθαι καὶ ἀνθρώπων φθόνον. εἰ δέ τις, ὅσα ἔδρασαν ἡμᾶς, ἀκριβῶς ἐκλογίζεται, αὐτὸ μάλιστά ἐστι τοῦτο τῆς τύχης τὸ φοβερώτατον, εἰ περὶ μόνης ἄρτι σωτηρίας παρακαλοῦσιν οἱ πόσα καὶ πηλίκα δεδυνημένοι δρᾶσαι καὶ οὐ πρὸ πολλοῦ περί τε Σικελίας καὶ Ἰβηρίας καλῶς ἀγωνισάμενοι. ἀλλʼ ἐκείνων μὲν δίκας ἔδοσαν, τῶν δὲ τελευταίων παραβάσεων λιμὸν αἰτιῶνται, κακὸν ἀνθρώποις ἐπιπονώτατον, ὃ πάντας ἐξαιρεῖν δύναται λογισμούς.ἐγὼ δʼ οὐκ ἐρῶ μὲν οὐδὲν ὑπὲρ Καρχηδονίων (οὐ γὰρ ἄξιον), οὐδʼ ἀγνοῶ καὶ πρότερον αὐτοὺς ἄλλας συνθήκας πρὸ τῶνδε παραβῆναι· ἃ δʼ ἐπὶ τοῖς τοιούτοις ποιοῦντες οἱ πατέρες ἡμῶν ἐς τόδε τύχης προῆλθον, εἰδότας ὑμᾶς ἀναμνήσω. τῶν γὰρ γειτόνων ἡμῖν τωνδε πάντων ἐν κύκλῳ πολλάκις ἀποστάντων καὶ σπονδὰς συνεχῶς λυσάντων οὐ κατεφρόνησαν, οὐ Λατίνων, οὐ Τυρρηνῶν, οὐ Σαβίνων. τούς τε αὖ μετʼ ἐκείνους περιοικοῦντας ἡμῖν Αἰκανοὺς καὶ Οὐολούσκους καὶ Καμπανούς, καὶ ὅσα ἄλλα τῆς Ἰταλίας ἐς σπονδὰς ὕβρισεν, εὐσταθῶς ἔφερον. καὶ τὸ Σαυνιτῶν γένος τρὶς μὲν φιλίας καὶ συνθηκῶν καταφρονῆσαν, ἔτεσι δʼ ὀγδοήκοντα μεγίστους ἡμῖν πολέμους πεπολεμηκὸς οὐκ ἀνέστησαν, οὐδὲ τοὺς ἄλλους ὅσοι Πύρρον προσηγάγοντο κατὰ τῆς Ἰταλίας. οὐδʼ ἡμεῖς, τὰ ἔναγχος ταῦτα, τοὺς Ἰταλῶν Ἀννίβᾳ προσθεμένους διεφθείραμεν, οὐδὲ Βρεττίους, οἳ μέχρι τέλους αὐτῷ συνηγωνίσαντο, ἀλλὰ γῇ μόνῃ ζημιώσαντες εἰάσαμεν ἔχειν τὰ ὑπόλοιπα, ὡς εὐσεβὲς ὁμοῦ καὶ ἐς εὐτυχίαν ἡμῖν χρήσιμον, μὴ ἀφανίζειν ἀνθρώπων γένη μᾶλλον ἢ νουθετεῖν.τί οὖν παθόντες ἐπὶ Καρχηδονίων ἀλλάξωμεν τὴν φύσιν, ᾗ χρώμενοι μέχρι νῦν εὐτυχοῦμεν; ὅτι μείζων ἐστὶν ἡ πόλις αὕτη; διʼ αὐτὸ μέντοι καὶ τοῦτο μᾶλλον ἔτι φειδοῦς ἀξία. ἀλλʼ ὅτι πολλάκις παρεσπόνδησεν ἐς ἡμᾶς; καὶ γὰρ ἕτεροι, καὶ σχεδὸν ἅπαντες. ἀλλʼ ὅτι μικρὰν νῦν ὑφίστανται τιμωρίαν; ὧν νῆές τε πᾶσαι χωρὶς δέκα παραιροῦνται, καὶ τοὺς ἐλέφαντας, οἷς ἰσχύουσι, παραδιδόασι, καὶ τάλαντα Εὐβοϊκὰ μύρια τελοῦσι, καὶ πόλεων ἁπασῶν ἀφίστανται καὶ χώρας ὅσης ἄρχουσιν ἐκτὸς τῶν Φοινικίδων τάφρων, καὶ στρατολογεῖν αὐτοῖς ἀπηγόρευται, καὶ ὅσα λιμώττοντες ἥρπασαν ἀποδιδόασιν ἔτι λιμώττοντες, καὶ τῶν ἀμφιλόγων ἐστὶν αὐτοῖς Σκιπίων ὁ πολεμήσας κριτής. ἐγὼ μὲν καὶ τοῦ μεγέθους τῶνδε καὶ τοῦ πλήθους ἐπαινῶ τὸν Σκιπίωνα, καὶ ὑμᾶς ἀξιῶ φείσασθαι διὰ τὸν φθόνον καὶ τὴν τῶν ἀνθρωπείων μεταβολήν, οἷς εἰσὶν ἔτι νῆες, πρὶν συνθώμεθα, πολλαὶ καὶ πλῆθος ἐλεφάντων, καὶ Ἀννίβας στρατηγικώτατος ἀνὴρ ἤδη στρατιὰν ἔχει, καὶ Μάγων ἐκ Κελτῶν καὶ Λιγύων ἑτέρους ἄγει πολλούς, καὶ Οὐερμινᾶς ὁ Σύφακος αὐτοῖς συμμαχεῖ καὶ ἄλλα Νομάδων ἔθνη, δούλους τε ἔχουσι πολλούς. καὶ ἢν ἀπογνῶσι τὰ παρʼ ἡμῶν, ἀφειδῶς ἅπασι χρήσονται. χαλεπώτερον δʼ οὐδὲν ἀφειδίας ἐν μάχαις, ἐν αἷς καὶ τὸ δαιμόνιον ἀνώμαλον καὶ ἐπίφθονόν ἐστιν.