καὶ Σκιπίων μὲν περὶ ταῦτα ἦν, Ἀσδρούβας δέ, ὁ στρατηγὸς ὁ Καρχηδονίων, ἐν μὲν τῇ νυκτομαχίᾳ μεθʼ ἱππέων πεντακοσίων, τετρωμένος, ἐς Ἀνδὰν κατέφυγεν, ἔνθα μισθοφόρους τέ τινας ἐκ τῆς μάχης ἐκπεσόντας καὶ Νομάδας συνέλεγε, καὶ δούλους ἐς ἐλευθερίαν συνεκάλει· πυθόμενος δʼ ὅτι Καρχηδόνιοι θάνατον αὐτοῦ κατέγνωσαν ὡς κακῶς ἐστρατηγηκότος, καὶ Ἄννωνα τὸν Βουμίλχαρος εἵλοντο στρατηγεῖν, ἴδιον αὑτοῦ τὸν στρατὸν ἐποίει, καὶ κακούργους προσελάμβανε, καὶ ἐλῄζετο ἐς τὰς τροφάς, καὶ ἐγύμναζεν οὓς εἶχεν, ἀμφὶ τρισχιλίους ἱππέας, πεζοὺς δὲ ὀκτακισχιλίους, ὡς ἐν μόνῳ τῷ μάχεσθαι τὰς ἐλπίδας ἔχων. ὁ μὲν δὴ ταῦτα ποιῶν Ῥωμαίους ὁμοῦ καὶ Καρχηδονίους ἐπὶ πολὺ ἐλάνθανε, Σκιπίων δʼ ἐπῆγεν αὐτῇ Καρχηδόνι τὸν στρατὸν ὡπλισμένον, καὶ σοβαρῶς ἐς μάχην προυκαλεῖτο, οὐδενὸς ἐξιόντος. Ἀμίλχαρ δὲ ὁ ναύαρχος ναυσὶν ἑκατὸν ἐσπευσμένως ἐς τὸν ναύσταθμον ἀνήγετο τοῦ Σκιπίωνος, ἐλπίσας αὐτόν τε φθάσειν ἐπανιόντα, καὶ τὰς οὔσας ἐκεῖ Ῥωμαίων εἴκοσι τριήρεις ῥᾳδίως ταῖς ἑκατὸν αἱρήσειν.καὶ ὁ Σκιπίων ἰδὼν αὐτοῦ τὸν ἀπόπλουν, προύπεμπέ τινας τὸν ἔσπλουν τοῦ λιμένος ἐμφράξαι στρογγύλοις πλοίοις ἐπʼ ἀγκυρῶν ἐκ διαστήματος, ἵνα ὡς διὰ πυλῶν αἱ τριήρεις ἐκθέοιεν ὅτε καιρὸς εἴη, καὶ τὰ πλοῖα τοῖς κέρασι συνδῆσαί τε καὶ ἁρμόσαι πρὸς ἄλληλα, ἵνα ἀντὶ τείχους ἦ. καταλαβὼν δὲ τὸ ἔργον, ἥπτετο τοῦ πόνου. καὶ βαλλομένων τῶν Καρχηδονίων ἀπό τε τῶν πλοίων καὶ ἀπὸ τῆς γῆς καὶ ἀπὸ τοῦ τείχους, αἱ νῆες ἐθραύοντο, καὶ καμοῦσαι περὶ ἑσπέραν ἀπέπλεον. ἀπιούσαις δʼ αὐταῖς αἱ Ῥωμαίων ἐπέκειντο, ἐκθέουσαί τε διὰ τῶν διαστημάτων, καὶ ὅτε βιάζοιντο, ὑποχωροῶσαι. μίαν δὲ καὶ ἀνεδήσαντο κενὴν ἀνδρῶν, καὶ πρὸς τὸν Σκιπίωνα ἀνήγαγον. μετὰ δὲ τοῦτο ἐχείμαζον ἄμφω. καὶ Ῥωμαίοις μὲν ἦν ἐκ θαλάσσης ἀγορὰ δαψιλής, Ἰτυκαῖοι δὲ καὶ Καρχηδόνιοι λιμώττοντες ἐλῄστευον τοὺς ἐμπόρους, μέχρι Ῥωμαίων νῆες ἄλλαι, πεμφθεῖσαι τῷ Σκιπίωνι, ἐφώρμουν τοῖς πολεμίοις καὶ τὰς λῃστρικὰς ἐκώλυον. οἱ δʼ ἔκαμνον ἤδη σφόδρα τῷ λιμῷ.