ἀλλὰ βασιλικῶν μὲν ὑποδειγμάτων παύομαι, οὐδὲν ὑμῖν ἔτι διαφερόντων· ἐς δὲ τὴν ὑμετέραν Λιβύην ἀπίδετε, ὅσαι μεσόγειοι πόλεις ἀκινδύνως βιοῦσιν. ὧν ἧς ἂν ἐθέλητε, γείτονες ἔσεσθε, ἵνα τὴν ἐρεθίζουσαν ὑμᾶς ὄψιν τε καὶ μνήμην ἀφῆτε τῶν νῦν ἐνοχλούντων κακῶν, ὅταν ἐς τὴν θάλασσαν κενὴν σκαφῶν ἀφορῶντες ἀναμιμνήσκησθε τοῦ πλήθους ὧν εἴχετε νεῶν, καὶ λαφύρων ὅσων ἐφέρετε, καὶ ἐς οἵους γε τοὺς λιμένας κατήγεσθε σοβαροί, καὶ τὰ νεώρια καὶ τὰ τῶν σκευῶν ταμιεῖα ἐνεπίμπλατε. τί δὲ αἱ ἐν τοῖς τείχεσιν ὑποδοχαὶ στρατοπέδων τε καὶ ἵππων καὶ ἐλεφάντων; τί δὲ θησαυροὶ τούτοις παρῳκοδομημένοι; τί ταῦτα μνημεῖα ὑμῖν ἐστίν; ἢ τί ἄλλο πλὴν ὀδύνη, καὶ ἐρέθισμα ἐπανελθεῖν ἐς αὐτά, εἴ ποτε δύναισθε; πάθος ἐστίν ἀνθρώπειον τοῖς μεμνημένοις τῆς ποτὲ τύχης, ἐλπίζειν τὴν τύχην ἐπανελεύσεσθαι, φάρμακον δὲ κακῶν ἀκεστήριον λήθη, ἧς οὐκ ἔνι μετασχεῖν ὑμῖν, ἢν μὴ τὴν ὄψιν ἀπόθησθε. καὶ τούτου σαφέστατος ἔλεγχος, ὅτι πολλάκις συγγνώμης καὶ συνθηκῶν τυχόντες παρεσπονδήσατε. εἰ μὲν οὖν ἔτι τῆς ἀρχῆς ἐφίεσθε καὶ δυσμεναίνετε ἡμῖν ὡς ἀφῃρημένοι καὶ καιροφυλακεῖτε, δεῖ τῆσδε τῆς πόλεως ὑμῖν καὶ λιμένων τοιῶνδε καὶ νεωρίων καὶ τειχῶν ἐς στρατοπέδου τρόπον εἰργασμένων. καὶ τί ἔτι φειδόμεθα ἐχθρῶν εἰλημμένων; εἰ δὲ τῆς μὲν ἀρχῆς ἀπέστητε καθαρῶς, οὐ λόγῳ μᾶλλον ἢ γνώμῃ, μόνα δʼ ἐξῄρησθε Λιβύης ἃ ἔχετε, καὶ τάδε ἀπροφασίστως συνέθεσθε ἡμῖν, φέρετε, καὶ ἔργῳ ταῦτα ἐπιδείξατε, ἐς μὲν Λιβύην, ἣν ἔχετε, ἀνοικισάμενοι, τῆς δὲ θαλάσσης ἐκστάντες, ἧς ἀπέστητε.μηδʼ ὑποκρίνεσθε ἐλεεῖν ἱερὰ καὶ ἑστίας καὶ ἀγορὰς καὶ τάφους· ὧν τάφοι μὲν ἔστων ἀκίνητοι, καὶ ἐναγίζετε αὐτοῖς ἐπερχόμενοι καὶ τοῖς ἱεροῖς θύειν εἰ θέλετε ἐπιόντες, τὰ δὲ λοιπὰ καθέλωμεν. οὐ γὰρ καὶ νεωρίοις θύετε, οὐδὲ ἐναγίζετε τείχεσιν. ἑστίας δὲ καὶ ἱερὰ ἄλλα καὶ ἀγορὰς ἔνι καὶ μετελθόντας ἐργάσασθαι, καὶ ταχὺ κἀκεῖνα ὑμῖν ἔσται πάτρια, ᾧ λόγῳ καὶ τὰ ἐν Τύρῳ καταλιπόντες ἠλλάξασθε Λιβύην, τά τε ἐπίκτητα ὑμῖν τότε γενόμενα νῦν πάτρια τίθεσθε. βραχεῖ τε λόγῳ μάθοιτε ἂν ὡς οὐχ ὑπὸ δυσμενείας ἀλλʼ ἐπὶ βεβαίῳ τε ὁμονοίᾳ καὶ ἀμεριμνίᾳ κοινῇ τάδε προστάσσομεν, εἰ ἀναμνησθείητε ὅτι καὶ Ἄλβην ἡμεῖς, οὐκ ἐχθρὰν ἀλλὰ μητρόπολιν οὖσαν, οὐδὲ δυσμεναίνοντες ἀλλʼ ὡς ἄποικοι προτιμῶντες, ἐπὶ συμφέροντι κοινῷ μετῳκίσαμεν ἐς Ῥώμην, καὶ ἐλυσιτέλησεν ἀμφοτέροις. ἀλλʼ εἰσὶ γὰρ ὑμῖν ἔτι χειρώνακτες πολλοὶ θαλασσοβίωτοι. καὶ τούτου πεφροντικαμεν, ὡς ἂν εὐκόλως ἐπιμιγνύοισθε τῇ θαλάσσῃ, καὶ τὴν τῶν ὡραίων διάθεσίν τε καὶ ἀντίληψιν ἔχοιτε εὐμαρῆ· οὐ γὰρ μακρὰν ὑμᾶς ἀπὸ θαλάσσης, ἀλλʼ ὀγδοήκοντα σταδίους ἀναδραμεῖν κελεύομεν. ἡμεῖς δʼ ταῦτα προστάσσοντες ὑμῖν ἑκατὸν τῆς θαλάσσης ἀπέχομεν. χωρίον δὲ ὑμῖν δίδομεν, ὃ θέλετε, ἐπιλέξασθαι, καὶ μετελθοῦσιν αὐτονόμοις εἶναι. τοῦτο δʼ ἐστὶν ὃ προυλέγομεν, αὐτόνομον ἐάσειν Καρχηδόνα, εἰ πείθοιτο ἡμῖν· Καρχηδόνα γὰρ ὑμᾶς, οὐ τὸ ἔδαφος ἡγούμεθα.