τάδε μὲν εἴχομεν εἰπεῖν καὶ περὶ τῶν προτέρων συνθηκῶν καὶ περὶ τῶν πρὸς ὑμᾶς γενομένων. εἰ δὲ καὶ τούτων οὐκ ἀνέξεσθε, παρίεμεν ἅπαντα, καὶ ὃ τοῖς ἀτυχοῦσίν ἐστι λοιπόν, ὀδυρόμεθα καὶ δεόμεθα. πολλὴ δʼ ἡ ἱκεσία διʼ ἀφθονίαν κακῶν· ὑπέρ τε γὰρ πόλεως παρακαλοῦμεν ἀρχαίας, χρησμοῖς μετὰ θεῶν συνῳκισμένης, καὶ ὑπὲρ δόξης ἐπὶ μέγα προελθούσης, καὶ ὀνόματος ἐπιφοιτήσαντος ἐπὶ τὴν γῆν ὅλην, ὑπέρ τε ἱερῶν τῶν ἐν αὐτῇ τοσῶνδε καὶ θεῶν οὐδὲν ἀδικούντων, οὓς μὴ πανηγύρεις ἀφέλησθε καὶ πομπὰς καὶ ἑορτάς, μηδὲ τοὺς τάφους τὰ ἐναγίσματα, οὐδὲν ὑμῖν ἔτι τῶν νεκρῶν ἐπιζημίων ὄντων. εἰ δὲ καὶ ἡμῶν ἔστιν ἔλεος (φατὲ δὲ καὶ ἡμᾶς ἐλεεῖν οἳ συγχωρεῖτε μετοικίσασθαι), φείσασθε πολιτικῆς ἑστίας, φείσασθε ἀγορᾶς, φείσασθε βουλαίας θεοῦ, πάντων τε τῶν ἄλλων ὅσα τοῖς ἔτι ζῶσι τερπνὰ καὶ τίμια. τί γὰρ δὴ καὶ δέος ἔστιν ὑμῖν ἔτι Καρχηδόνος, οἳ καὶ τὰς ναῦς ἔχετε ἡμῶν καὶ τὰ ὅπλα καὶ τοὺς ἐπιφθόνους ἐλέφαντας; περὶ δὲ τῆς ἀνοικίσεως, εἴ τῳ δοκεῖ τοῦτο ἐς παρηγορίαν ἡμῖν προτίθεσθαι, ἔστι καὶ τόδε ἀμήχανον, ἀνδράσιν ἐς ἤπειρον ἀνοικίσασθαι θαλασσοβιώτοις, ὧν ἄπειρον πλῆθος ἐργάζεται τὴν θάλασσαν. δίδομεν δʼ ὑμῖν ἀντίδοσιν αἱρετωτέραν ἡμῖν καὶ εὐκλεεστέραν ὑμῖν. τὴν μὲν πόλιν ἐᾶτε τὴν οὐδενὸς ὑμῖν αἰτίαν, αὐτοὺς δὲ ἡμᾶς οὓς ἀνοικίζετε, εἰ θέλετε, διαχρήσασθε. οὕτω γὰρ ἀνθρώποις δόξετε χαλεπαίνειν, οὐχ ἱεροῖς καὶ θεοῖς καὶ τάφοις καὶ πόλει μηδὲν ἀδικούσῃ.δόξης δʼ ἀγαθῆς καὶ εὐσεβοῦς ἐφίεσθε, ὦ Ῥωμαῖοι, παρὰ πάντα ἔργα, καὶ μετριοπάθειαν ἐν τοῖς εὐτυχήμασιν ἐπαγγέλλεσθε, καὶ τοῦθʼ οἷς ἂν ἀεὶ λάβητε καταλογίζεσθε· μὴ δή, πρὸς Διὸς καὶ θεῶν, τῶν τε ἄλλων καὶ ὅσοι Καρχηδόνα ἔτι ἔχουσί τε καὶ μή ποτε μνησικακήσαιεν ὑμῖν μηδὲ παισὶν ὑμετέροις, μὴ ἀγαθὴν δόξαν ὑμῶν αὐτῶν ἐν ἡμῖν πρώτοις διαβάλητε, μηδὲ τοιῷδε ἔργῳ τὴν εὔκλειαν ὑμῶν καταμιάνητε, χαλεπῷ μὲν ἐργασθῆναι χαλεπῷ δὲ ἀκουσθῆναι, παρά τε πρώτοις ὑμῖν ἐξ ἅπαντος τοῦ βίου γενησομένῳ. πόλεμοι γὰρ πολλοὶ μὲν Ἕλλησιν ἐγένοντο καὶ βαρβάροις, πολλοὶ δὲ ὑμῖν, ὦ Ῥωμαῖοι, πρὸς ἑτέρους· καὶ οὐδείς πω κατέσκαψε πόλιν χεῖράς τε πρὸ μάχης καθεῖσαν καὶ ὅπλα καὶ τέκνα παραδοῦσαν. καὶ εἴ τις ἔστιν ἐς ἀνθρώπους ἄλλη ζημία, καὶ ταύτην παθεῖν ὑπομένουσαν. προφέροντες δʼ ὑμῖν ὁρκίους θεοὺς καὶ τύχην ἀνθρωπείαν καὶ τὴν φοβερωτάτην τοῖς εὐτυχοῦσι Νέμεσιν, δεόμεθα μήτε ἐς τὴν ὑμετέραν εὐπραγίαν ὑμᾶς ὑβρίσαι, μήτε τὰς ἡμετέρας συμφορὰς ἐς ἀνήκεστον προαγαγεῖν, συγχωρῆσαι δʼ, εἰ μὴ δίδοτε τὴν πόλιν ἔχειν, ἔς γε τὴν σύγκλητον ἔτι πρεσβεῦσαι περὶ αὐτῆς καὶ δεηθῆναι. βραχὺ δʼ ὁρᾶτε τὸ διάστημα τοῦ χρόνου, βάσανον μὲν ἡμῖν φέρον μακρὰν ἐν ὀλίγῳ διὰ τὴν τῶν ἐσομένων ἀμφιβολίαν· ὑμῖν δὲ τὸ μὲν ἀσφαλὲς ἴσον, ἢ νῦν ἢ μετʼ ὀλίγον τὰ δοκοῦντα δρᾶν, τὸ δʼ εὐσεβὲς καὶ φιλάνθρωπον ἐπιγίγεται.τοιαῦτα μὲν εἶπεν ὁ Βάννων, οἱ δὲ ὕπατοι δῆλοι μὲν ἦσαν ἐσκυθρωπακότες παρὰ πάντα τὸν λόγον ὅτι μηδὲν ἐνδώσουσιν αὐτοῖς, παυσαμένου δὲ ὁ Κηνσωρῖνος ἔλεξε· περὶ μὲν ὧν ἡ σύγκλητος προσέταξε, τί δεῖ πολλάκις λέγειν; προσέταξε γάρ, καὶ χρὴ γενέσθαι· οὐδὲ ἀναθέσθαι δυνάμεθα τὰ ἤδη κεκελευσμένα γενέσθαι. ταῦτα δὲ εἰ μὲν ὡς ἐχθροῖς ἐπεκελεύομεν, ἔδει μόνον εἰπεῖν καὶ ποιεῖν ἀναγκάζειν· ἐπεὶ δὲ ἐπʼ ὠφελείᾳ κοινῇ, τάχα μέν τι καὶ ἡμῶν, τὸ δὲ πλέον ὑμῶν, ὦ Καρχηδόνιοι, γίγνεται, οὐκ ὀκνήσω καὶ τοὺς λογισμοὺς ὑμῖν εἰπεῖν, ἢν δύνησθε πεισθῆναι μᾶλλον ἢ βιασθῆναι. ἡ θάλασσα ὑμᾶς ἥδε, μεμνημένους τῆς ἐν αὐτῇ ποτὲ ἀρχῆς καὶ δυνάμεως, ἀδικεῖν ἐπαίρει, καὶ ἀπὸ τοῦδε ἐς συμφορὰς περιφέρει. Σικελίᾳ τε γὰρ διʼ αὐτὴν ἐπεχειρήσατε, καὶ Σικελίαν ἀπωλέσατε· ἔς τε Ἰβηρίαν διεπλεύσατε, καὶ Ἰβηρίαν ἀφῄρησθε. ἔν τε ταῖς συνθήκαις ἐλῄζεσθε τοὺς ἐμπόρους, καὶ τοὺς ἡμετέρους μάλιστα, ἵνα λανθάνοιτε, κατεποντοῦτε, ἕως ἁλόντες ποινὴν ἡμῖν ἔδοτε Σαρδώ. οὕτω καὶ Σαρδοῦς ἀφῃρέθητε διὰ τὴν θάλασσαν, ἣ πέφυκε πείθειν ἅπαντας ἀεὶ τοῦ πλέονος ὀρέγεσθαι διὰ τὴν ἐν αὐτῇ ταχυεργίαν.ὃ καὶ Ἀθηναίους, ὅτε ἐγένοντο ναυτικοί, μάλιστα ηὔξησέ τε καὶ καθεῖλεν· ἔοικε γὰρ τὰ θαλάσσια τοῖς ἐμπορικοῖς κέρδεσιν, ἃ καὶ τὴν αὔξησιν ἔχει καὶ τὴν ἀπώλειαν ἀθρόαν. ἴστε γοῦν αὐτοὺς ἐκείνους ὧν ἐπεμνήσθην, ὅτι τὴν ἀρχὴν ἐπὶ τὸν Ἰόνιον ἐκτείνοντες ἐς Σικελίαν οὐ πρὶν ἀπέστησαν τῆς πλεονεξίας, πρὶν τὴν ἀρχὴν ἅπασαν ἀφαιρεθῆναι, καὶ λιμένας καὶ ναῦς παραδοῦναι τοῖς πολεμίοις, καὶ φρουρὰν ἐνδέξασθαι τῇ πόλει, καὶ τὰ τείχη σφῶν αὐτοὶ τὰ μακρὰ καθελεῖν, καὶ σχεδὸν ἠπειρῶται τότε κἀκεῖνοι γενέσθαι. ὃ καὶ διέσωσεν ἐπὶ πλεῖστον αὐτούς. εὐσταθέστερος γάρ, ὦ Καρχηδόνιοι, ὁ ἐν ἠπείρῳ βίος, γεωργίᾳ καὶ ἠρεμίᾳ προσπονῶν· καὶ σμικρότερα μὲν ἴσως τὰ κέρδη, βεβαιότερα δὲ καὶ ἀκινδυνότερα καθάπαξ τὰ τῆς γεωργίας τῶν ἐμπόρων. ὅλως τέ μοι δοκεῖ πόλις ἡ μὲν ἐν τῇ θαλάσσῃ ναῦς τις εἶναι μᾶλλον ἣ γῆ, πολὺν τὸν σάλον τῶν πραγμάτων ἔχουσα καὶ τὰς μεταβολάς, ἡ δὲ ἐν τῷ μεσογείῳ καρποῦσθαι τὸ ἀκίνδυνον ὡς ἐν γῇ. διὰ τοῦτʼ ἄρα καὶ τὰ πάλαι βασίλεια ὡς ἐπίπαν ἦν ἐν μέσῳ, καὶ ἀπὸ τοῦδε μέγιστα ἐγένοντο τὰ Μήδων καὶ Ἀσσυρίων καὶ Περσῶν καὶ ἑτέρων.