οἱ μὲν δὴ πρέσβεις τοσαῦτα εἶπον, Κηνσωρῖνος δʼ ὑπαναστὰς ἀντέλεξεν ὧδε· τὰς μὲν αἰτίας τοῦ πολέμου τί δεῖ λέγειν ὑμῖν, ὦ Καρχηδόνιοι, πρεσβεύσασιν ἐς Ῥώμην καὶ παρὰ τῆς συγκλήτου μαθοῦσιν; ὃ δὲ ἐψεύσασθε περὶ ἡμῶν, τοῦθʼ ὑμᾶς ἐλέγξω. καὶ γὰρ τὸ δόγμα δηλοῖ, καὶ ἡμεῖς ὑμῖν ἐν Σικελίᾳ προείπομεν τὰ ὅμηρα παραλαμβάνοντες, τὰ λοιπὰ τῶν δοξαντων ἐπικελεύσειν ἐν Ἰτύκῃ. τῶν μὲν οὖν ὁμήρων τῆς τε ταχυτῆτος καὶ τῆς ἐπιλέξεως ἐπαινοῦμεν ὑμᾶς· τί δὲ ὅπλων δεῖ τοῖς εἰρηνεύουσι καθαρῶς; φέρετε· πάντα ὅσα δημόσιά τε καὶ ἴδια ἕκαστος ὑμῶν ἔχει, βέλη τε καὶ καταπέλτας, ἡμῖν παράδοτε. ὁ μὲν οὕτως εἶπεν, οἱ δὲ πρέσβεις ἔφασαν ἐθέλειν μὲν καὶ τοῖσδε ὑπακοῦσαι, ἀπορεῖν δὲ ὅπως Ἀσδρούβαν, ᾧ θάνατον ἐπεκήρυξαν, δύο μυριάδας ἀνδρῶν ἤδη συναγαγόντα καὶ αὐτῇ Καρχηδόνι παραστρατοπεδεύοντα ἀμυνοῦνται. εἰπόντων δὲ τῶν ὑπάτων ὅτι Ῥωμαῖοι τούτων ἐπιμελήσονται, οἱ μὲν καὶ ταῦτα δώσειν ὑπέσχοντο. καὶ συμπεμφθέντες αὐτοῖς Κορνήλιός τε Σκιπίων ὁ Νασικᾶς καὶ Γναῖος Κορνήλιος ὁ Ἱσπανὸς ἐπίκλησιν παρελάμβανον εἴκοσι μυριάδας πανοπλιῶν, καὶ βελῶν καὶ ἀκοντίων πλῆθος ἄπειρον, καὶ καταπέλτας ὀξυβελεῖς τε καὶ λιθοβόλους ἐς δισχιλίους· καὶ φερομένων αὐτῶν ἡ μὲν ὄψις ἦν λαμπρὰ καὶ παράλογος, ἀμαξῶν τοσῶνδε ὑπʼ αὐτῶν τῶν πολεμίων ἀγομένων, οἱ δὲ πρέσβεις εἵποντο αὐτοῖς, καὶ ὅσοι τῆς γερουσίας ἢ τῆς ἄλλης πόλεως ἄριστοι ἢ ἱερεῖς ἢ ἄλλως ἐπιφανεῖς ἔμελλον τοὺς ὑπάτους ἐς ἐντροπὴν ἢ ἔλεον ἄξειν. ἐσαχθέντες δὲ αὐτῷ κόσμῳ τοῖς ὑπάτοις παρέστησαν. καὶ ὁ Κηνσωρῖνος (ἦν γὰρ εἰπεῖν ἱκανώτερος τοῦ συνάρχου) ἀναστὰς καὶ τότε, καὶ σκυθρωπάσας ἐπὶ πολύ, ἔλεξεν ὧδε.τῆς μὲν εὐπειθείας ὑμᾶς, ὦ Καρχηδόνιοι, καὶ προθυμίας τῆς μέχρι νῦν ἔς τε τὰ ὅμηρα καὶ τὰ ὅπλα ἐπαινοῦμεν, χρὴ δʼ ἐν τοῖς ἀναγκαίοις βραχυλογεῖν. ὑπόστητε γενναίως τὸ λοιπὸν τῆς συγκλήτου κέλευσμα· ἔκστητε τῆς Καρχηδόνος ἡμῖν, καὶ ἀνοικίσασθε ὅπῃ θέλετε τῆς ὑμετέρας, ὀγδοήκοντα σταδίους ἀπὸ θαλάσσης· τήνδε γὰρ ἡμῖν ἔγνωσται κατασκάψαι. οἱ δʼ ἔτι λέγοντος αὐτοῦ τὰς χεῖρας ἐς τὸν οὐρανὸν ἀνέσχον μετὰ βοῆς, καὶ τοὺς θεοὺς ὡς ἠπατημένοι κατεκάλουν, πολλά τε καὶ δυσχερῆ κατὰ Ῥωμαίων ἐβλασφήμουν, ἢ θανατῶντες ἢ ἔκφρονες ὄντες, ἢ τοὺς Ῥωμαίους ἐς μύσος πρέσβεων διερεθίζοντες. ἔς τε τὴν γῆν σφᾶς ἐρρίπτουν, καὶ χερσὶ καὶ κεφαλαῖς αὐτὴν ἔτυπτον· οἱ δὲ καὶ τὰς ἐσθῆτας ἐπερρήγνυντο, καὶ τοῖς σώμασι τοῖς ἑαυτῶν ἐνύβριζον ὡς ὑπὸ ἀνοίας ἐνηδρευμένοι. ἐπεὶ δέ ποτε αὐτοῖς ὁ οἶστρος ἔληξε, σιωπὴ πολλὴ καὶ κατήφεια ἦν οἷα νεκρῶν κειμένων. Ῥωμαῖοι δʼ ἐξεπλήσσοντο, καὶ οἱ ὕπατοι φέρειν αὐτοὺς ἐγνώκεσαν ὡς ἐπὶ ἀλλοκότῳ κελεύσματι, μέχρι παύσαιντο ἀγανακτοῦντες, καλῶς εἰδότες ὅτι τὰ μέγιστα δεινὰ αὐτίκα μὲν ἐς θρασύτητα ἐκπλήσσει, σὺν χρόνῳ δὲ καταδουλοῖ τὴν τόλμαν ἡ ἀνάγκη. ὃ καὶ τότε ἔπαθον οἱ Καρχηδόνιοι· παρὰ γὰρ τὴν σιωπὴν ἁπτομένου σφῶν τοῦ κακοῦ μᾶλλον, ἀγανακτεῖν μὲν ἔτι ἐπαύσαντο, ἀνέκλαιον δὲ καὶ κατεθρήνουν ἑαυτούς τε καὶ παῖδας καὶ γυναῖκας ἐξ ὀνομάτων, καὶ τὴν πατρίδα αὐτήν, ὡς ἐς ἄνθρωπον ἀκούουσαν λέγοντες οἰκτρὰ καὶ πολλά. οἱ δὲ ἱερεῖς καὶ τὰ τῶν ἱερῶν ὀνόματα καὶ τοὺς ἐν αὐτοῖς θεοὺς ἀνεκάλουν, ὡς παροῦσι κἀκείνοις προφέροντες τὴν ἀπώλειαν. ἦν τε παμμιγὴς καὶ ἐλεεινὸς οἶκτος οἰμωζόντων ὁμοῦ τά τε κοινὰ καὶ τὰ ἴδια, μέχρι καὶ Ῥωμαίους αὐτοῖς ἐπιδακρῦσαι.τοὺς δὲ ὑπάτους ἐσῄει μὲν οἶκτος ἀνθρωπίνης μεταβολῆς, σκυθρωποὶ δʼ ἀνέμενον καὶ τούτων κόρον αὐτοῖς ἐγγενέσθαι. ὡς δὲ καὶ ὀδυρμῶν ἔληξαν, αὖθις ἦν σιωπή. καὶ λόγον αὑτοῖς διδόντες ὡς ἡ μὲν πόλις ἐστὶν ἄνοπλος ἔρημος, οὐ ναῦν, οὐ καταπέλτην, οὐ βέλος, οὐ ξίφος ἔχουσα, οὐκ ἄνδρας οἰκείους ἱκανοὺς ἀπομάχεσθαι πέντε μυριάδων ἔναγχος διεφθαρμένων, ξενικὸν δὲ οὐδὲν ἔστιν ἢ φίλος ἢ σύμμαχος ἢ καιρὸς ἐς ταῦτα, ἔχουσι δʼ αὐτοῖς οἱ πολέμιοι καὶ τὰ τέκνα καὶ τὰ ὅπλα καὶ τὴν χώραν, καὶ περικάθηνται τὸ ἄστυ ἔνοπλοι ναυσὶ καὶ πεζῷ καὶ μηχανήμασι καὶ ἵπποις, Μασσανάσσης δʼ ἐχθρὸς ἕτερος ἐν πλευραῖς, θορύβου μὲν ἔτι καὶ ἀγανακτήσεως ἐπέσχον ὡς οὐδὲν ἐν ταῖς συμφοραῖς ὠφελούντων, ἐς δὲ λόγους αὖθις ἐτράποντο. καὶ Βάννων, ᾧ Τιγίλλας ἐπώνυμον ἦν, ἐπιφανέστατος ὢν ἐν τοῖς τότε παροῦσιν, αἰτήσας εἰπεῖν ἔλεξεν·εἰ μὲν ἔστι καὶ τῶν πρότερον εἰρημένων ἔτι πρὸς ὑμᾶς, ὦ Ῥωμαῖοι, λόγος, ἐροῦμεν, οὐχ ὡς δίκαια προφέροντες (οὐ γάρ ἐστιν ἐν καιρῷ τοῖς ἀτυχοῦσιν ἀντιλογία), ἀλλʼ ἵνα μάθητε ὡς οὐκ ἀπροφάσιστός ἐστιν ὑμῖν ὁ ἔλεος ὁ ἐφʼ ἡμῖν, οὐδὲ ἄλογος. ἡμεῖς γὰρ Λιβύης ἄρχοντες καὶ θαλάσσης ὅτι πλείστης, περὶ ἡγεμονίας ὑμῖν ἐπολεμήσαμεν· καὶ ταύτης ἀπέστημεν ἐπὶ Σκιπίωνος, ὅτε τὰς ναῦς ὑμῖν παρέδομεν καὶ ἐλέφαντας ὅσους εἴχομεν, καὶ φόρους ἐταξάμεθα δώσειν καὶ δίδομεν ἐν καιρῷ. πρὸς οὖν θεῶν τῶν τότε ὀμωμοσμένων, φείδεσθε μὲν ἡμῶν, φείδεσθε δὲ τῶν Σκιπίωνος ὅρκων, ὀμόσαντος ἔσεσθαι Ῥωμαίους Καρχηδονίοις συμμάχους καὶ φίλους. οὐδʼ ἔστιν ἐς ταυθʼ ὅ τι ἡμάρτομεν. οὐ ναῦς ἔχομεν, οὐκ ἐλέφαντας, οὐ τοὺς φόρους ἐκλείπομεν, ἀλλὰ καὶ συνεμαχήσαμεν ὑμῖν ἐπὶ τρεῖς βασιλέας. μηδέ τῳ παραστῇ καταγιγνώσκειν, εἰ ταῦτα καὶ πρῴην εἴπομεν, ὅτε τὰ ὅπλα ᾐτεῖτε· αἵ τε γὰρ συμφοραὶ ποιοῦσι μακρολόγους, καὶ ἅμα συνθηκῶν οὐδὲν ἐν ταῖς ἱκεσίαις δυνατώτερον, οὐδʼ ἔχομεν ἐν οὐδὲν ἕτερον ἀντὶ λόγων καταφυγεῖν, οἳ τὴν δύναμιν ὑμῖν ἅπασαν ἐξέδομεν. τὰ μὲν δὴ πρότερα τοιαῦτα, ὧν ὁ Σκιπίων ἐστὶν ἡμῖν, ὦ Ῥωμαῖοι, βεβαιωτής· τῶν δὲ παρόντων ὑμεῖς, ὦ ὕπατοι, δημιουργοὶ καὶ μάρτυρές ἐστε ἡμῖν. ὅμηρα ᾐτήσατε, καὶ τὰ κράτιστα ἠγάγομεν ὑμῖν. ὅπλα ᾐτήσατε, καὶ πάντα ἐλάβετε, ὧν οὐδὲ οἱ ληφθέντες ἐν ταῖς πολιορκίαις ἑκόντες μεθίενται. ἐπιστεύσαμεν δὲ ἡμεῖς τῷ Ῥωμαίων ἤθει καὶ τρόπῳ· καὶ γὰρ ἡ σύγκλητος ἡμῖν ἐπέστειλε, καὶ ὑμεῖς, τὰ ὅμηρα αἰτοῦντες, ἔφατε τὴν Καρχηδόνα αὐτόνομον ἐάσειν, εἰ λάβοιτε. εἰ δὲ προσέκειτο καὶ τὰ λοιπὰ ὑμῶν ἀνέξεσθαι κελευόντων, οὐκ εἰκὸς ἦν ὑμᾶς ἐπὶ μὲν τοῖς ὁμήροις, αἰτήματι σοφεῖ, τὴν πόλιν αὐτόνομον ἔσεσθα ι προαγορεῦσαι, ἐν δὲ προσθήκῃ τῶν ὁμήρων ποιεῖσθαι τὴν Καρχηδόνος αὐτῆς κατασκαφήν, ἣν εἰ θέμις ὑμῖν ἐστὶν ἀνελεῖν, πῶς ἐλευθέραν ἔτι ἀφήσετε ἢ αὐτόνομον, ὡς ἐλέγετε;