διαπλεύσαντές τε ἐς αὐτὴν ἐστρατοπέδευον, ὁ μὲν πεζὸς ἔνθα πάλαι τὸ Σκιπίωνος ἦν στρατόπεδον, αἱ δὲ νῆες ἐν τοῖς λιμέσι τοῖς Ἰτυκαίων. ἀφικομένων δὲ κἀκεῖ πρέσβεων ἐκ Καρχηδόνος, οἱ μὲν ὕπατοι προυκάθηντο ἐπὶ βήματος ὑψηλοῦ, ἡγεμόνων τε σφίσι καὶ χιλιάρχων παρεστώτων, ἡ στρατιὰ δʼ ἑκατέρωθεν ἐπὶ μῆκος πολὺ ὅπλοις τε ἐπισήμοις ἐσκεύαστο, καὶ τὰ σημεῖα ἔφερον ὀρθά, ἵνα οἱ πρέσβεις τὸ πλῆθος ἐκ τούτων συμβάλοιεν. ἐπεὶ δʼ οἱ μὲν ὕπατοι τῷ σαλπικτῇ προσέταξαν ὑποσημῆναι σιωπήν, ὁ δὲ κήρυξ ἀνεῖπε τοὺς Καρχηδονίων πρέσβεις προσιέναι, οἱ μὲν ἐσήγοντο διὰ στρατοπέδου μακροῦ, καὶ τοῦ βήματος οὐ προσεπέλαζον, ἀλλὰ περισχοίνισμα ἦν ἐν μέσῳ, οἱ δʼ ὕπατοι λέγειν αὐτοὺς ἐκέλευον ὅ τι χρῄζοιεν. καὶ οἱ πρέσβεις ἔλεγον ἐλεεινὰ πολλὰ καὶ ποικίλα, συνθηκῶν τε πέρι τῶν σφίσι πρὸς Ῥωμαίους γενομένων, καὶ Καρχηδόνος αὐτῆς χρόνου καὶ πλήθους καὶ δυνάμεως καὶ ἀρχῆς τῆς ἐς πολὺ μεγίστης ἐν γῇ καὶ θαλάσσῃ γενομένης. οὐκ ἐπὶ σεμνολογίᾳ δὲ ἔφασαν λέγειν· οὐ γὰρ εἶναι καιρὸν ἐν συμφοραῖς σεμνολογίας, ἀλλʼ ἐς σωφρόνισμα ὑμῖν, ὦ Ῥωμαῖοι, καὶ μετριοπάθειαν ἡ τῆς ἡμετέρας μεταβολῆς ὀξύτης ἔστω. κράτιστοι δέ, ὅσοι τοὺς πταίσαντας ἐλεοῦντες τὸ σφέτερον εὔελπι ποιοῦνται τῷ μηδὲν ἐς ἄλλας τύχας ἁμαρτεῖν. καὶ τάδε μὲν ὑμῶν ἄξια καὶ τῆς ὑμετέρας εὐσεβείας, ἣν προσποιεῖσθε μάλιστα ἀνθρώπων·εἰ δὲ καὶ ἀνημέρων ἐτετυχήκειμεν ἐχθρῶν, κόρος ἐστὶν ἀτυχημάτων ὅσα πεπόνθαμεν, οἳ τὴν ἡγεμονίαν τῆς τε γῆς καὶ θαλάσσης ἀφῃρήμεθα, καὶ τὰς ναῦς ὑμῖν παρεδώκαμεν, καὶ ἄλλας οὐκ ἐπικτώμεθα, καὶ θήρας καὶ κτήσεως ἐλεφάντων ἀπέστημεν, καὶ ὅμηρα τὰ κράτιστα καὶ πάλαι καὶ νῦν παρεδώκαμεν, καὶ φόρους τελοῦμεν εὐτάκτως οἱ παρʼ ἑτέρων ἀεὶ λαμβάνοντες. καὶ τάδε ἤρκεσε τοῖς πατράσιν ὑμῶν, οἷς ἐπολεμήσαμεν· καὶ συνθήκας ἐπʼ αὐτοῖς ἐγράψαντο ἡμῖν ὡς φίλοις τε καὶ συμμάχοις, καὶ ὅρκος ἔστιν ἐν ταῖς συνθήκαις ἀμφοῖν ὅμοιος. κἀκεῖνοι μὲν ἡμῖν, οἷς ἐπολεμήσαμεν, πιστοὶ μετὰ ταῦτα ἐγένοντο· ὑμεῖς δέ, οἷς οὐδʼ ἐς χεῖρας ἤλθομεν, τί τῶνδε τῶν συνθηκῶν αἰτιώμενοι παραβεβάσθαι, τὸν πόλεμον τόνδε ὀξέως οὕτως ἐψηφίσασθέ τε καὶ ἀκηρύκτως ἐπηγάγετε ἡμῖν; πότερον οὐ δίδομεν τοὺς φόρους; ἢ ναῦς ἔχομεν, ἢ τοὺς ἐπιφθόνους ἐλέφαντας; ἢ οὐ πιστοὶ τὰ πρὸς ὑμᾶς ἐξ ἐκείνου γεγόναμεν; ἢ οὐκ ἐλεεινοὶ τῶν πέντε μυριάδων τῶν χθὲς ἀπολομένων ὑπὸ λιμοῦ; ἀλλὰ Μασσανάσσῃ πεπολεμήκαμεν· πολλά γε πλεονεκτοῦντι· καὶ πάντα διʼ ὑμᾶς ἐφέρομεν. ἀπαύστως δʼ ἔχων καὶ ἀθεμίστως ἐς ἡμᾶς καὶ τὸ ἔδαφος ἐν ᾧ καὶ ἐτράφη καὶ ἐπαιδεύθη, γῆν ἄλλην ἡμῶν ἀπέσπα περὶ τὸ Ἐμπόριον· καὶ λαβὼν καὶ τήνδε ἐπέβαινεν ἑτέρας, μέχρι τὰς συνθήκας ἡμῖν τὰς πρὸς ὑμᾶς συνέχεεν· εἰ τοῦτʼ ἐστὶν ἡ τοῦδε τοῦ πολέμου πρόφασις, ἡμεῖς δὲ καὶ τοὺς ἀμυναμένους αὐτὸν ἐξεκηρύξαμεν, καὶ πρὸς ὑμᾶς πρέσβεις ἐπέμψαμεν οἳ περὶ τούτων ἀπελογοῦντο, καὶ ἑτέρους αὐτοκράτορας ὅπῃ θέλετε συνθέσθαι. τί οὖν ἔδει νεῶν καὶ στόλου καὶ στρατοῦ πρὸς ἄνδρας οὐχ ὁμολογοῦντας μὲν ἁμαρτεῖν, ἑαυτοὺς δὲ ὑμῖν ἐπιτρέποντας; ὅτι δὲ οὐκ ἀπατῶντες ὑμᾶς, οὐδὲ μικρολογούμενοι παθεῖν ὅ τι ἂν ζημιῶτε, ταῦτα προυτείνομε ν, ἐπιδέδεικται σαφῶς. ὅτε τοὺς ἀρίστους παῖδας ἐς ὁμηρείαν αἰτοῦσιν ὑμῖν εὐθύς, ὡς τὸ δόγμα ἐκέλευε, τὰς τριάκοντα προλαβόντες ἡμέρας, ἀπεστείλαμεν.τοῦ δʼ αὐτοῦ δόγματός ἐστιν, ἢν παράσχωμεν ὑμῖν τὰ ὅμηρα, τὴν Καρχηδόνα ἐλευθέραν ἐᾶν καὶ αὐτόνομον, κεκτημένην ἃ ἔχομεν.