καὶ ὁ μὲν ἐν τούτοις ἦν, ἐν δὲ Ῥώμη γίγνονται μὲν ὕπατοι Λικίνιός τε Κράσσος καὶ Πόπλιος Σκιπίων ὁ λαβὼν Ἰβηρίαν, τούτων δὲ Κράσσος μὲν ἀντεστρατοπέδευσεν Ἀννιβᾳ περὶ Ἰαπυγίαν, Σκιπίων δὲ τὸν δῆμον ἐδίδασκεν οὔ ποτε Καρχηδονίους οὐδʼ Ἀννίβαν ἀποστήσεσθαι σφίσιν ἐνοχλοῦντας ἀμφὶ τὴν Ἰταλίαν, εἰ μὴ Ῥωμαίων στρατὸς ἐς Λιβύην διέλθοι καὶ κίνδυνον αὐτοῖς ἐπιστήσειεν οἰκεῖον. λιπαρήσας τε πάνυ καρτερῶς, καὶ πείσας ὀκνοῦντας, ᾑρέθη στρατηγὸς αὐτὸς ἐς Λιβύην, καὶ διέπλευσεν εὐθὺς ἐς Σικελίαν. ἔνθα στρατὸν ἀγείρας τε καὶ γυμνάσας ἐπέπλευσε Λοκροῖς ἄφνω τοῖς ἐν Ἰταλίᾳ, φρουρουμένοις ὑπὸ Ἀννίβου· καὶ τὴν φρουρὰν κατασφάξας τε, καὶ παραδοὺς Πλημινίῳ τὴν πόλιν, αὐτὸς ἐς Λιβύην διέπλευσεν. Πλημίνιος δὲ οὐδεμίαν ὕβριν ἢ ἀσέλγειαν ἢ ὠμότητα ἐς τοὺς Λοκροὺς ἐκλιπών, ἐσύλησε λήγων καὶ τὸ τῆς Φερσεφόνης ἱερόν. καὶ τόνδε μὲν Ῥωμαῖοι μετὰ τῶν συναμαρτόντων αὐτῷ φίλων διέφθειραν ἐν τῷ δεσμωτηρίῳ, καὶ τὰς περιουσίας αὐτῶν ἔδοσαν Λοκροῖς ἐς τὸν θησαυρὸν τῆς θεοῦ φέρειν· ὅσα τε ἄλλα ἐδύναντο τῶν ἀπολωλότων ἀνευρόντες, τὸ λεῖπον ἐκ τοῦ κοινοῦ σφῶν ταμιείου τῇ θεῷ προσέθεσαν.τοῦ δὲ αὐτοῦ χρόνου Κωνσεντίαν τε, μεγάλην πόλιν Βρεττίων, καὶ ἄλλας ἓξ ἐπʼ αὐτῇ περιέσπασεν ἀπὸ Ἀννίβου Κράσσος. καὶ γιγνομένων ἐν Ῥώμῃ σημείων ἐκ Διὸς φοβερῶν, οἱ μὲν τὰ Σιβύλλεια ἐπισκεπτόμενοι δέκα ἄνδρες ἔφασαν ἐξ οὐρανοῦ τι ἐς Πεσινοῦντα τῆς Φρυγίας, ἔνθα σέβουσιν οἱ Φρύγες θεῶν μητέρα, πεσεῖσθαι τῶνδε τῶν ἡμερῶν, καὶ δεῖν αὐτὸ ἐς τὴν Ῥώμην ἐνεχθῆναι. μετʼ οὐ πολὺ δὲ πεσεῖν τε προσηγγέλθη καὶ ἐς Ῥώμην ἐκομίσθη τὸ βρέτας. καὶ τὴν ἡμέραν ἑορτάζουσι καὶ νῦν μητρὶ θεῶν, ᾗ τότε ἐκομίσθη. λέγεται δὲ τὴν ναῦν, ἣ ἔφερεν αὐτό, ἰλύι τοῦ ποταμοῦ τοῦ Τιβέριος ἐνσχεθεῖσαν οὐδεμιᾷ μηχανῇ σαλεύεσθαι, μέχρι, τῶν μάντεων προειπόντων ἕψεσθαι μόνως εἰ γυνὴ καθαρεύουσα ξένων ἀνδρῶν ἑλκύσειε, Κλαυδίαν Κόινταν, μοιχείας ἔγκλημα ἔχουσαν ἔτι ἄκριτον, καὶ διʼ ἀσωτίαν ἐς αὐτὸ πιθανωτάτην οὖσαν, ἐπιθειάσαι τε πολλὰ περὶ τῆς ἀναμαρτησίας, καὶ ἀναδήσασθαι τῇ μίτρᾳ τὸ σκάφος. καὶ ἡ θεὸς ἕσπετο. Κλαυδία μὲν δὴ ἐξ αἰσχίστης δόξης ἐς ἀρίστην μετέβαλε, Ῥωμαίοις δὲ καὶ πρὸ τῆς Κλαυδίας ἐκέλευε τὰ Σιβύλλεια διὰ τοῦ παρὰ σφίσιν ἀρίστου τὸ βρέτας ἐκ Φρυγίας μεταγαγεῖν, καὶ τὸν ἄριστον ἐν τῷ τότε σφίσι δοκοῦντα εἶναι, Σκιπίωνα τὸν Νασικᾶν ἐπίκλην, ἐπεπόμφεσαν, υἱὸν μὲν ὄντα Γναίου Σκιπίωνος τοῦ στρατηγήσαντος ἐν Ἰβηρίᾳ καὶ ἐν αὐτῇ πεσόντος, ἀνεψιὸν δὲ Σκιπίωνος τοῦ Καρχηδονίους ἀφελομένου τὴν ἡγεμονίαν καὶ πρώτου κληθέντος Ἀφρικανοῦ. ὧδε μὲν ἡ θεὸς ἐς Ῥώμην διʼ ἀνδρῶν καὶ γυναικῶν ἀρίστων ἀφικνεῖτο.ἐν δὲ Λιβύῃ Καρχηδονίων συνεχῶς ὑπὸ τοῦδε τοῦ Σκιπίωνος ἡττωμένων, ὅσοι Βρεττίων ταῦτʼ ἐγίγνωσκον, ἀφίσταντο ἀπὸ τοῦ Ἀννίβου, καὶ τὰς φρουρὰς οἱ μὲν ἔκτεινον, οἱ δʼ ἐξέβαλλον. οἱ δὲ οὐδέτερα τούτων δυνάμενοι λάθρᾳ πρὸς τὴν σύγκλητον ἐπρέσβευον, τὴν μὲν ἀνάγκην αὑτῶν καὶ τὴν προαίρεσιν ὑποδεικνύοντες. Ἀννίβας δὲ ἐς μὲν Πετηλίαν ἔνοπλος παρῆλθεν, οὐκέτι Πετηλίνων ἐχόντων αὐτήν· ἐκβαλὼν γὰρ αὐτοὺς ἐδεδώκει Βρεττίοις. ᾐτιᾶτο δʼ ὅτι ἐπρέσβευσαν ἐς Ῥώμην, ἀρνουμένων δʼ ἐκείνων ὑπεκρίνετο πιστεύειν. ἵνα δʼ, ἔφη, μηδʼ ὑπονοῆσθε, τοὺς μὲν δυνατοὺς παρέδωκε τοῖς Νομάσι, κεχωρισμένως τηρεῖν αὐτῶν ἕκαστον, τοῦ δὲ πλήθους τὰ ὅπλα παρείλετο, τοὺς δὲ δούλους καθοπλίσας ἐπέστησε τῇ πόλει φύλακας. καὶ τούτοις ὅμοια τὰς ἄλλας πόλεις ἐπιὼν ἐποίει. Θουρίων δὲ τρισχιλίους Καρχηδονίοις μάλιστα εὔνους ἐξελόμενος, καὶ πεντακοσίους ἄλλους ἀπὸ τῶν ἀγρῶν, τὰ λοιπὰ τῇ στρατιᾷ διαρπάζειν ἔδωκεν. καὶ τῆς πόλεως ἐγκρατῆ φρουρὰν καταλιπών, ἐς Κρότωνα τοὺς τρισχιλίους καὶ πεντακοσίους μετῴκιζε, τὴν πόλιν εὔκαιρον ἡγούμενος εἶναι, καὶ ταμιεῖον αὐτὴν ἑαυτῷ καὶ ὁρμητήριον ἐπὶ τὰς ἄλλας τιθεμενος.Καρχηδονίων δʼ αὐτὸν μετακαλούντων κατὰ σπουδὴν ἐπικουρεῖν κινδυνευούσῃ τῇ πατρίδι ὑπὸ Σκιπίωνος, καὶ τὸν ναύαρχον Ἀσδρούβαν ἐπʼ αὐτόν, ἵνα μὴ βραδύνειε, πεμψάντων, ἤχθετο μὲν τῆς Καρχηδονίων ἐς τοὺς ἄρχοντας ἀπιστίας τε καὶ ἀχαριστίας ἐς πεῖραν ἐρχόμενος διὰ μακροῦ, καὶ τὴν αἰτίαν ἐδεδοίκει τοῦ τοσοῦδε πολέμου πρῶτος ἐμβαλὼν ἐν Ἰβηρίᾳ, ἐγνώκει δʼ ὑπʼ ἀνάγκης ὅμως ἕπεσθαι, καὶ ναῦς εἰργάζετο πολλάς, εὐξύλου τῆς Ἰταλίας οὔσης. τῶν δʼ ἔτι ὑπηκόων οἱ πόλεων ὡς ἀλλοτρίων καταφρονῶν, ἔγνω διαρπάσαι πάσας, καὶ τὴν στρατιὰν πλουτίσας, εὔνουν ἐς τὰς ἐν Καρχηδόνι συκοφαντίας ἐπαγαγέσθαι. αἰδούμενός τε αὐτὸς παρασπονδεῖν, Ἀσδρούβαν τὸν ναύαρχον ἐπὶ προφάσει περιέπεμπε, τοὺς φρουροῦντας ὀψόμενον. ὁ δὲ ἐς ἑκάστην πόλιν ἐσιὼν ἐκέλευσε τοῖς ἐνοικοῦσιν, αὐτούς τε καὶ δούλους αὐτῶν, ὅσα δύναιντο λαβόντας, ἐκ τῶν πόλεων μεθίστασθαι, καὶ τὰ λοιπὰ διήρπαζεν. τούτων ἔνιοι πυνθανόμενοι, πρὶν τὸν Ἀσδρούβαν ἥκειν, τοῖς φρουροῖς ἐπετίθεντο, καὶ συνέβαινεν ὅπου μὲν κρατεῖν τὰς πόλεις ὅπου δὲ τοὺς φρουρούς, σφαγή τε ποικίλη καὶ γυναικῶν ὕβρις καὶ παρθένων ἀπαγωγαί, καὶ πάντα ὅσα ἐν πόλεσιν ἑαλωκυίαις, ἐγίγνοντο.