συνέβη δὲ Ἀννίβαν μέν, καλοῦντος αὐτὸν Ἄννωνος, ἐς Λευκανοὺς διελθεῖν, τὰ πολλὰ τῆς κατασκευῆς ἐν τῷ περὶ Βενεβεντὸν στρατοπέδῳ μετʼ ὀλίγης φρουρᾶς καταλιπόντα, δυοῖν δὲ Ῥωμαίοις στρατηγούντοιν ὑπάτοιν, Φουλουίου τε Φλάκκου καὶ Κλαυδίου Ἀππίου, τὸν ἕτερον αὐτοῖν πυθόμενον ἐπιδραμεῖν τοῖς Καμπανοῖς διαφέρουσι τὰ θέρη, καὶ πολλοὺς μὲν οἷα ἀπαρασκεύους διαφθεῖραι, καὶ τὸν σῖτον Βενεβενδεῦσι δοῦναι, λαβεῖν δὲ καὶ τὸ στρατόπεδον Ἀννίβου, καὶ τὴν ἐν αὐτῷ παρασκευὴν ἁρπάσαι, καὶ Καπύην ἔτι ὄντος ἐν Λευκανοῖς Ἀννίβου περιταφρεῦσαί τε καὶ ἐπὶ τῇ τάφρῳ περιτειχίσαι πᾶσαν ἐν κύκλῳ. καὶ τοῦδε τοῦ περιτειχίσματος ἐκτὸς ἄλλο ποιήσαντες οἱ στρατηγοὶ τὸ μεσον εἶχον ἀντὶ στρατοπέδου. ἐπάλξεις δʼ ἦσαν αὐτοῖς αἱ μὲν ἐς Καπυαίους πολιορκουμένους αἱ δʼ ἐς τοὺς ἔξωθεν ἐπιόντας ἐπεστραμμέναι, ἥ τε ὄψις ἦν πόλεως μεγάλης σμικροτέραν ἐχούσης ἐν μέσῳ. τὸ δὲ ἀπὸ τοῦ περιτειχίσματος ἐς τὴν Καπύην διάστημα διστάδιον ἦν μάλιστα· ἐν ᾧ πολλαὶ ἐγίγνοντο πεῖραι καὶ συμβολαὶ καθʼ ἑκάστην ἡμέραν, πολλὰ δʼ ὡς ἐν θεάτρῳ μεσοτειχίῳ μονομάχια, προκαλουμένων ἀλλήλους τῶν ἀρίστων. καί τις Καπυαῖος, Ταυρέας, Ῥωμαίων ἐν μονομαχίῳ Κλαύδιον Ἄσελλον περιφεύγων ὑπεχώρει, μέχρι τοῖς Καπυαίων τείχεσιν ὁ Ἄσελλος ἐγκύρσας καὶ τὸν ἵππον οὐ δυνάμενος ἐκ τῆς ῥύμης ἐπιστρέψαι διὰ τῶν πολεμίων πυλῶν ἐς τὴν Καπύην ἐσήλατο σὺν ὁρμῇ, καὶ διιππεύσας τὴν πόλιν ὅλην κατὰ τὰς ἑτέρας ἐξέδραμεν ἐς τοὺς ἐπὶ θάτερα Ῥωμαίους.καὶ ὁ μὲν οὕτω παραβόλως διεσώζετο, Ἀννίβας δὲ τῆς χρείας ψευσθεὶς ἐφʼ ἣν ἐς Λευκανοὺς μετεκέκλητο, ἀνέστρεφεν ἐς Καπύην, μέγα ποιούμενος μὴ περιιδεῖν πόλιν μεγάλην καὶ εὔκαιρον ὑπὸ Ῥωμαίοις γενομένην. προσβαλὼν δὲ τῷ περιτειχίσματι καὶ μηδὲν δυνηθείς, μηδʼ ἐπινοῶν ὅπως ἂν ἐς τὴν πόλιν ἐσπέμψειεν ἢ σῖτον ἢ στρατιάν, οὐδενὸς οὐδʼ ἀπʼ ἐκείνων αὐτῷ συμβαλεῖν δυναμένου διὰ τὴν ἐπιτείχισιν πάντῃ περιλαμβάνουσαν, ἐπὶ τὴν Ῥώμην ἠπείγετο παντὶ τῷ στρατῷ, πυνθανόμενος μὲν κἀκείνους ὑπὸ λιμοῦ πιέζεσθαι, ἐλπίζων δὲ τοὺς στρατηγοὺς αὐτῶν ἀπὸ Καπύης ἀναστήσειν, ἢ αὐτός τι Καπύης μεῖζον ἐργάσεσθαι. συντόνῳ δὲ σπουδῇ διελθὼν ἔθνη πολλὰ καὶ πολέμια, τῶν μὲν οὐ δυνηθέντων αὐτὸν ἐπισχεῖν, τῶν δὲ οὐδὲ ἐς πεῖραν ἐλθεῖν ὑποστάντων, ἀπὸ δύο καὶ τριάκοντα σραδίων τῆς Ῥώμης ἐστρατοπέδευσεν ἐπὶ τοῦ Ἀνιῆνος ποταμοῦ.καὶ ἡ πόλις ἐθορυβήθη θόρυβον οἷον οὐ πρότερον, οἰκεῖον μὲν οὐδὲν ἔχοντες ἱκανόν (ὃ γὰρ εἶχον, ἐν Καμπανίᾳ τότε ἦν), πολεμίου δὲ στρατοῦ τοσοῦδε σφίσιν ἐπιστάντος ἄφνω, καὶ στρατηγοῦ διʼ ἀρετὴν καὶ εὐτυχίαν ἀμάχου. ὅμως δὲ ἐκ τῶν παρόντων οἱ μὲν δυνάμενοι φέρειν ὅπλα τὰς πύλας ἐφύλασσον, οἱ δὲ γέροντες ἐς τὸ τεῖχος ἀνεπήδων, γύναια δὲ καὶ παιδία λίθους καὶ βέλη παρέφερον. οἱ δὲ ἐκ τῶν ἀγρῶν συνέθεον ἐς τὸ ἄστυ δρόμῳ. βοῆς δὲ παμμιγοῦς καὶ θρήνων καὶ εὐχῶν καὶ παρακελεύσεων πρὸς ἀλλήλους πάντα μεστὰ ἦν. εἰσὶ δʼ αὐτῶν οἳ τὴν γέφυραν τὴν ἐπὶ τοῦ Ἀνιῆνος ἐκδραμόντες ἔκοπτον. μικρὸν δέ τι πολίχνιον Ῥωμαῖοί ποτε ἐπιτειχίζοντες Αἰκανοῖς Ἄλβην ἀπὸ τῆς αὑτῶν μητροπόλεως ἐκάλεσαν· σὺν χρόνῳ δʼ ἐπισύροντες ἢ διαφθείροντες, ἢ ἐς τὴν Ἀλβανῶν σύγκρισιν, Ἀλβησέας αὐτοὺς καλοῦσιν. τούτων τότε τῶν Ἀλβησέων ἐς Ῥώμην δισχίλιοι δρόμῳ διέθεον, τοῦ κινδύνου μετασχεῖν, καὶ ἅμα ἀφικνοῦντο καὶ ὡπλίζοντο καὶ τὰς πύλας ἐφρούρουν. τοσῇδε προθυμίᾳ βραχὺ πολίχνιον ἐκ τοσῶνδε ἀποικιῶν ἐχρήσατο μόνη, οἷόν τι καὶ Ἀθηναίοις ἐς Μαραθῶνα μικρὰ πόλις ἡ Πλαταιέων ἔδραμε τοῦ τότε κινδύνου μετασχεῖν.τῶν δὲ στρατηγῶν Ἄππιος μὲν Καπύῃ παρέμενε, κἀκεῖνος ἡγούμενος ἑλεῖν Καπύην, Φούλουιος δὲ Φλάκκος ἑτέραις ὁδοῖς ἐπειχθεὶς ἀλήκτῳ τάχει ἀντεστρατοπέδευσε τῷ Ἀννίβᾳ, μέσον ἔχων τὸν Ἀνιῆνα. τῷ δʼ Ἀννίβᾳ τῆν γέφυραν εὑρόντι λελυμένην καὶ τὸν Φούλουιον ἀντικαθήμενον, ἔδοξε τὰς πηγὰς τοῦ ποταμοῦ περιοδεῦσαι. καὶ ὁ μὲν Φούλουιος ἀντιπαρώδευεν, ὁ δὲ καὶ ὣς ἐνήδρευε, Νομάδας ἱππέας ὑπολιπών, οἱ τῶν στρατῶν ἀναστάντων τὸν Ἀνιῆνα ἐπέρασαν καὶ τὰ Ῥωμαίων ἐδῄουν, μέχρι παρὰ τὴν πόλιν αὐτὴν γενόμενοι καὶ φοβήσαντες ἐπέστρεψαν ἐς Ἀννίβαν· οὕτω γὰρ αὐτοῖς παρήγγελτο. αὐτὸς δὲ ἐπεὶ τάς τε πηγὰς τοῦ ποταμοῦ περιῆλθε, καὶ ὁδὸς ἦν ἐς τὸ ἄστυ οὐ πολλή, λέγεται μὲν νυκτὸς σὺν τρισὶν ὑπασπισταῖς λαθὼν κατασκέψασθαι τὸ ἄστυ, καὶ τὴν τῆς δυνάμεως ἐρημίαν καὶ θόρυβον τὸν ἐπέχοντα ἰδεῖν, ἀναστρέψαι δʼ ἐς Καπύην, εἴτε θεοῦ παράγοντος αὐτὸν ἀεὶ ὡς καὶ τότε, εἴτε τὴν τῆς πόλεως ἀρετὴν καὶ τύχην δείσας, εἴτε, ὡς αὐτὸς τοῖς ἐσβαλεῖν προτρέπουσιν ἔλεγεν, οὐκ ἐθέλων τὸν πόλεμον ἐκλῦσαι δέει Καρχηδονίων, ἵνα μὴ καὶ τὴν στρατηγίαν αὐτὸς ἀποθοῖτο· οὐ γὰρ ὅ γε σὺν Φουλουίῳ στρατὸς ἦν αὐτῷ πάμπαν ἀξιόμαχος. ὁ δὲ Φούλουιος ἀναστρέφοντι παρείπετο, κωλύων τε προνομεύειν καὶ φυλασσόμενος μηδὲν ἐξ ἐνέδρας παθεῖν.