καὶ τάδε μὲν ἦν περὶ Ἀννίβαν, Ῥωμαῖοι δὲ τῷ τε μεγέθει τῆς ἥττης τῆς Φλαμινίου καὶ Κεντηνίου περιαλγοῦντες ὡς ἀνάξια σφῶν καὶ παράλογα καὶ ἀθρόα παθόντες, καὶ τὸν πόλεμον ὅλως οὐ φέροντες ἔνδον ὄντα παρʼ ἑαυτοῖς, ἄλλα τε κατέλεγον ἐκ Ῥώμης τέλη στρατιωτῶν τέσσαρα μετʼ ὀργῆς ἐπὶ τὸν Ἀννίβαν, καὶ τοὺς συμμάχους πανταχόθεν ἤγειρον ἐς Ἰαπυγίαν. ὑπάτους τε αἱροῦνται ἐκ μὲν δόξης πολεμικῆς Λεύκιον Αἰμίλιον τὸν Ἰλλυριοῖς πολεμήσαντα, ἐκ δὲ δημοκοπίας Τερέντιον Οὐάρρωνα, πολλὰ αὐτοῖς ἐκ τῆς συνήθους δοξοκοπίας ὑπισχνούμενον. καὶ αὐτοὺς παραπέμποντες ἐξιόντας ἐδέοντο κρῖναι τὸν πόλεμον μάχῃ, καὶ μὴ τὴν πόλιν ἐκτρύχειν χρόνῳ τε καὶ στρατείαις συνεχέσι καὶ ἐσφοραῖς καὶ λιμῷ καὶ ἀργίᾳ τῆς γῆς δῃουμένης. οἱ δὲ τὴν στρατιὰν τὴν ἐν Ἰαπυγίᾳ προσλαβόντες, καὶ τὸ σύμπαν ἔχοντες πεζοὺς μὲν ἑπτακισμυρίους ἱππέας δʼ ἑξακισχιλίους, ἐστρατοπέδευον ἀμφὶ κώμῃ τινὶ καλουμένῃ Κάνναις. καὶ ὁ Ἀννίβας αὐτοῖς ἀντεστρατοπέδευεν. φύσει δὲ ὢν φιλοπόλεμος ὁ Ἀννίβας καὶ οὔ ποτε φέρων ἀργίαν, τότε μάλιστα τῆς ἀπορίας αὐτὸν ἐνοχλούσης ἐξέτασσε συνεχῶς ἐς μάχην, δεδιὼς μὴ οἱ μισθοφόροι μετάθοιντο διὰ τὴν ἀμισθίαν ἢ σκεδασθεῖεν ἐπὶ συλλογὴν ἀγορᾶς. καὶ ὁ μὲν οὕτω προὐκαλεῖτο τοὺς πολεμίους.γνώμη δὲ τῶν ὑπάτων ἦν, Αἰμιλίου μὲν ὑπομένειν ἐκτρύχοντας Ἀννίβαν οὐ δυνησόμενον ἀντέχειν ἐπὶ πολὺ διὰ τὴν ἀπορίαν, μηδὲ διὰ χειρὸς ἔρχεσθαι γεγυμνασμένῳ πολέμοις καὶ εὐτυχίαις ἀνδρὶ καὶ στρατῷ, Τερεντίου δʼ, οἷα δημοκόπου, μνημονεύειν ὧν ὁ δῆμος ἐξιοῦσιν ἐνετέλλετο, καὶ κρῖναι τὴν μάχην ὀξέως. τούτοιν Αἰμιλίῳ μὲν προσετίθετο Σερουίλιος ὁ πέρυσιν ὕπατος ἔτι παρών, Τερεντίῳ δὲ ὅσοι τε ἀπὸ βουλῆς καὶ τῶν καλουμένων ἱππέων ἡγοῦντο τῆς στρατιᾶς. ἀντεχόντων δʼ ἔτι τῶν ἑτέρων, ὁ Ἀννίβας τοῖς χορτολογοῦσιν αὐτῶν ἢ ξυλευομένοις ἐπιτιθέμενος ὑπεκρίνετο ἡττᾶσθαι, καὶ περὶ ἐσχάτην ποτὲ φυλακὴν ἐκίνει τὸ πλῆθος ὡς ἀναζευγνύς. ὁ δὲ Τερέντιος ἰδὼν ἐξῆγε τὴν στρατιὰν ὡς ἐπὶ φεύγοντα τὸν Ἀννίβαν, ἀπαγορεύοντος αὐτῷ καὶ τότε τοῦ Αἰμιλίου. ὡς δὲ οὐκ ἔπειθεν, οἰωνίζετο ὁ Αἰμίλιος ἐφʼ ἑαυτοῦ, καθάπερ εἰώθασι, καὶ πέμψας ὁδεύοντι ἤδη τῷ Τερεντίῳ τὴν ἡμέραν ἀπαίσιον ἔλεγεν εἶναι. ὁ δʼ ἐπανῄει μέν, αἰδούμενος οἰωνοῖς ἀπειθῆσαι, τὰς δὲ κόμας ἐν ὄψει τῆς στρατιᾶς ἐτίλλετο καὶ χαλεπῶς ἔφερεν ὡς τὴν νίκην ἀφῃρνμένος ὑπὸ ζηλοτυπίας τοῦ συνάρχου. καὶ τὸ πλῆθος αὐτῷ συνηγανάκτει.