ἔν τε ταῖς προτέραις μάχαις πολλὰ παρὰ τὴν ἀπειρίαν τῶν ἡμετέρων στρατηγῶν προλαβόντες οὐδὲν ἐπεδείξασθε μέτριον ἐς ἡμᾶς, οὐδʼ ἠρκεῖσθε τὴν χώραν πορθοῦντες καὶ χωρία καὶ πόλεις ἔχοντες ἀλλοτρίας, καὶ κληρούχους ἐς αὐτὰ πέμποντες, ἀλλὰ καὶ πρεσβευσαμένων ἡμῶν δὶς πρὸς ὑμᾶς, καὶ πολλὰ συγχωρούντων, ὑπερήφανα ἡμῖν ἄλλα ἐπετάσσετε, τὴν ἀρχὴν ὅλην ἀποθέσθαι καὶ ὑμῶν ὑπακούειν, ὥσπερ οὐ σπενδομένους ἀλλʼ ἑαλωκότας. καὶ ἐπὶ τοῖσδε τὸν πόλεμον τόνδε ἄσπονδον καὶ ἀκήρυκτον ἐψηφίσασθε, κατʼ ἀνδρῶν ποτὲ φίλων, κατὰ Σαβίνων ἐκγόνων τῶν ὑμῖν συνοικούντων. ἕνεκα μὲν οὖν τῆς ὑμετέρας πλεονεξίας ἔδει καὶ τὰ παρʼ ἡμῶν ὑμῖν ἄσπονδα εἶναι. ἐγὼ νέμεσίν τε θεῶν αἰδούμενος, ἣν ὑμεῖς ὑπερείδεσθε, καὶ συγγενείας καὶ φιλίας τῆς ποτὲ μνημονεύων, δίδωμι ἕκαστον ὑμῶν σὺν ἱματίῳ σῶον ὑπὸ ζυγὸν ἀπελθεῖν, ἢν ὀμόσητε τήν τε γῆν καὶ τὰ χωρία πάνθʼ ἡμῖν ἀποδώσειν, καὶ τοὺς κληρούχους ἀπὸ τῶν πόλεων ἀπάξειν, καὶ μηδέ ποτʼ ἐπὶ Σαυνίτας στρατεύσειν. ἀπαγγελθέντων δὲ τούτων ἐς τὸ στρατόπεδον ὀλοφυρμὸς ἦν καὶ θρῆνος ἐπὶ πλεῖστον· θανάτου γὰρ ἡγοῦντο εἶναι χείρονα τὴν ὕβριν τὴν ὑπὸ τῷ ζυγῷ. ὡς δὲ καὶ περὶ τῶν ἱππέων ἐπύθοντο, αὖθις ἐθρήνουν ἐπὶ πλεῖστον. ὑπὸ δὲ ἀπορίας αὐτὰ ἐδέχοντο, καὶ τοὺς ὅρκους ὤμνυον ὅ τε Πόντιος καὶ οἱ Ῥωμαίων ὕπατοι, δύο ὄντες Ποστούμιός τε καὶ Οὐετούριος, καὶ ταμιαι δύο καὶ ταξιάρχαι τέσσαρες καὶ χιλίαρχοι δώδεκα, σύμπαντες ὅσοι μετὰ τοὺς διεφθαρμένους ἦρχον. γενομένων δὲ τῶν ὅρκων ὁ μὲν Πόντιος παραλύσας τι τοῦ διατειχίσματος, καὶ δυσὶ δόρασιν ἐς τὴν γῆν ἐμπεπηγόσιν ἐπικάρσιον ἄλλο ἐπιθείς, ἐξέπεμπε Ῥωμαίων ἕκαστον ὑπὸ τούτῳ. καί τινα ὑποζύγια ἔδωκεν αὐτοῖς ἐς τοὺς ἀρρωστοῦντας, καὶ τροφήν, ἄχρι τῆς Ῥώμης φέρεσθαι. δύναται δʼ, ἐμοὶ δοκεῖν, τὸ εἶδος τῆς ἀφέσεως, ὃ καλοῦσιν οἱ τῇδε ζυγόν, ὀνειδίζειν ὡς δοριαλώτοις.ἀπαγγελθείσης δὲ τῆς συμφορᾶς ἐς τὴν πόλιν οἰμωγὴ καὶ θρῆνος ἦν ὡς ἐπὶ πένθει, καὶ αἱ γυναῖκες ἐκόπτοντο τοὺς αἰσχρῶς περισεσωσμένους ὡς ἀποφανόντας, ἥ τε βουλὴ τὴν ἐπιπόρφυρον ἐσθῆτα ἀπέθετο, καὶ θυσίαι καὶ γάμοι, καὶ ὅσα ἄλλα τοιουτότροπα, ἐπέσχετο ἐπὶ τὸ ἔτος ὅλον, ἕως τὴν συμφορὰν ἀνέλαβον. τῶν δὲ ἀφειμένων οἱ μὲν ἐς τοὺς ἀγροὺς διέφευγον ὑπὸ αἰδοῦς, οἱ δὲ νυκτὸς ἐς τὴν πόλιν ἐσῄεσαν· οἱ δὲ ἄρχοντες ἡμέρας μὲν ἐσῆλθον ὑπʼ ἀνάγκης, καὶ τὰ σημεῖα τῆς ἀρχῆς ἐπέκειτο αὐτοῖς, ἔπρασσον δὲ οὐδέν.