τῷ δὲ στρατηγῷ στρατὸς ἦν δυσπειθὴς ὑπὸ μνησικακίας, ἐθελοκάκως τε ἠγωνίζοντο, καὶ ἔφευγον ἐπιδησάμενοι τὰ σώματα ὡς τετρωμένοι, καὶ τὰς σκηνὰς διέλυον, καὶ ἀναχωρεῖν ἐπεχείρουν, ἀπειρίαν ἐπικαλοῦντες τῷ στρατηγῷ.