ἐνιαυτὸν δὲ μείνας ἐκεῖ, πλεύσας τὸν Ὠκεανόν, σφάγια ταῖς ψυχαῖς ποιησάμενος μαντεύεται παρὰ Τειρεσίου, Κίρκης ὑποθεμένης, καὶ θεωρεῖ τάς τε τῶν ἡρώων ψυχὰς καὶ τῶν ἡρωΐδων. βλέπει δὲ καὶ τὴν μητέρα Ἀντίκλειαν καὶ Ἐλπήνορα, ὃς ἐν τοῖς Κίρκης πεσὼν ἐτελεύτησε.παραγενόμενος δὲ πρὸς Κίρκην ὑπʼ ἐκείνης προπεμφθεὶς ἀνήχθη, καὶ τὴν νῆσον παρέπλειτῶν Σειρήνων. αἱ δὲ Σειρῆνες ἦσαν Ἀχελῴου καὶ Μελπομένης μιᾶς τῶν Μουσῶν θυγατέρες, Πεισινόη Ἀγλαόπη Θελξιέπεια. τούτων ἡ μὲν ἐκιθάριζεν, ἡ δὲ ᾖδεν, ἡ δὲ ηὔλει, καὶ διὰ τούτων ἔπειθον καταμένειν τοὺς παραπλέοντας.εἶχον δὲ ἀπὸ τῶν μηρῶν ὀρνίθων μορφάς. ταύτας παραπλέων Ὀδυσσεύς, τῆς ᾠδῆς βουλόμενος ὑπακοῦσαι, Κίρκης ὑποθεμένης τῶν μὲν ἑταίρων τὰ ὦτα ἔβυσε κηρῷ, ἑαυτὸν δὲ ἐκέλευσε προσδεθῆναι τῷ ἱστῷ. πειθόμενος δὲ ὑπὸ τῶν Σειρήνων καταμένειν ἠξίου λυθῆναι, οἱ δὲ μᾶλλον αὐτὸν ἐδέσμευον, καὶ οὕτω παρέπλει. ἦν δὲ αὐταῖς Σειρῆσι λόγιον τελευτῆσαι νεὼς παρελθούσης. αἱ μὲν οὖν ἐτελεύτων.μετὰ δὲ τοῦτο παραγίνεται ἐπὶ δισσὰς ὁδούς. ἔνθεν μὲν ἦσαν αἱ Πλαγκταὶ πέτραι, ἔνθεν δὲ ὑπερμεγέθεις σκόπελοι δύο. ἦν δὲ ἐν μὲν θατέρῳ Σκύλλα, Κραταιίδος θυγάτηρ καὶ † Τριήνου ἢ Φόρκου, πρόσωπον ἔχουσα καὶ στέρνα γυναικός, ἐκ λαγόνων δὲ κεφαλὰς ἓξ καὶ δώδεκα πόδας κυνῶν.ἐν δὲ θατέρῳ τῷ σκοπέλῳ ἦν Χάρυβδις, ἣ τῆς ἡμέρας τρὶς ἀνασπῶσα τὸ ὕδωρ πάλιν ἀνίει. ὑποθεμένης δὲ Κίρκης, τὸν μὲν παρὰ τὰς Πλαγκτὰς πλοῦν ἐφυλάξατο, παρὰ δὲ τὸν τῆς Σκύλλης σκόπελον πλέων ἐπὶ τῆς πρύμνης ἔστη καθωπλισμένος. ἐπιφανεῖσα δὲ ἡ Σκύλλα ἓξ ἑταίρους ἁρπάσασα τούτους κατεβίβρωσκεν.ἐκεῖθεν δὲ ἐλθὼν εἰς Θρινακίαν νῆσον οὖσαν Ἡλίου, ἔνθα βόες ἐβόσκοντο, καὶ ἀπλοίᾳ κατασχεθεὶς ἔμεινεν αὐτοῦ. τῶν δὲ ἑταίρων σφαξάντων ἐκ τῶν βοῶν καὶ θοινησαμένων, λειφθέντων τροφῆς, Ἥλιος ἐμήνυσε Διί. καὶ ἀναχθέντα κεραυνῷ ἔβαλε.λυθείσης δὲ τῆς νεὼς Ὀδυσσεὺς τὸν ἱστὸν κατασχὼν παραγίνεται εἰς τὴν Χάρυβδιν. τῆς δὲ Χαρύβδεως καταπινούσης τὸν ἱστόν, ἐπιλαβόμενος ὑπερπεφυκότος ἐρινεοῦ περιέμεινε. καὶ πάλιν ἀνεθέντα τὸν ἱστὸν θεωρήσας, ἐπὶ τοῦτον ῥίψας εἰς Ὠγυγίαν νῆσον διεκομίσθη.ἐκεῖ δὲ ἀποδέχεται Καλυψὼ θυγάτηρ Ἄτλαντος, καὶ συνευνασθεῖσα γεννᾷ παῖδα Λατῖνον. μένει δὲ παρʼ αὐτῇ πενταετίαν, καὶ σχεδίαν ποιήσας ἀποπλεῖ. ταύτης δὲ ἐν τῷ πελάγει διαλυθείσης ὀργῇ Ποσειδῶνος, γυμνὸς πρὸς Φαίακας ἐκβράσσεται.Ναυσικάα δέ, ἡ τοῦ βασιλέως θυγάτηρ Ἀλκινόου, πλύνουσα τὴν ἐσθῆτα ἱκετεύσαντα αὐτὸν ἄγει πρὸς Ἀλκίνοον, ὃς αὐτὸν ξενίζει καὶ δῶρα δοὺς μετὰ πομπῆς αὐτὸν εἰς τὴν πατρίδα ἐξέπεμψε. Ποσειδῶν δὲ Φαίαξι μηνίσας τὴν μὲν ναῦν ἀπελίθωσε, τὴν δὲ πόλιν ὄρει περικαλύπτει.Ὀδυσσεὺς δὲ παραγενόμενος εἰς τὴν πατρίδα εὑρίσκει τὸν οἶκον διεφθαρμένον· νομίσαντες γὰρ αὐτὸν τεθνάναι Πηνελόπην ἐμνῶντο ἐκ Δουλιχίου μὲν νζ·Ἀμφίνομος Θόας Δημοπτόλεμος Ἀμφίμαχος Εὐρύαλος, Πάραλος Εὐηνορίδης Κλυτίος Ἀγήνωρ Εὐρύπυλος, Πυλαιμένης Ἀκάμας Θερσίλοχος Ἅγιος Κλύμενος, Φιλόδημος Μενεπτόλεμος Δαμάστωρ Βίας Τέλμιος, Πολύιδος Ἀστύλοχος Σχεδίος Ἀντίγονος Μάρψιος, Ἰφιδάμας Ἀργεῖος Γλαῦκος Καλυδωνεὺς Ἐχίων, Λάμας Ἀνδραίμων Ἀγέρωχος Μέδων Ἄγριος, Πρόμος Κτήσιος Ἀκαρνάν Κύκνος Ψηρᾶς, Ἑλλάνικος Περίφρων Μεγασθένης Θρασυμήδης Ὀρμένιος, Διοπίθης Μηκιστεὺς Ἀντίμαχος Πτολεμαῖος Λεστορίδης, Νικόμαχος Πολυποίτης Κεραός.ἐκ δὲ Σάμης κγ· Ἀγέλαος Πείσανδρος Ἔλατος Κτήσιππος Ἱππόδοχος, Εὐρύστρατος Ἀρχέμολος Ἴθακος Πεισήνωρ Ὑπερήνωρ, Φεροίτης Ἀντισθένης Κέρβερος Περιμήδης Κῦννος, Θρίασος Ἐτεωνεὺς Κλυτίος Πρόθοος Λύκαιθος, Εὔμηλος Ἴτανος Λύαμμος.ἐκ δὲ Ζακύνθου μδ· Εὐρύλοχος Λαομήδης Μόλεβος Φρένιος Ἴνδιος, Μίνις Λειώκριτος Πρόνομος Νίσας Δαήμων, Ἀρχέστρατος Ἱππόμαχος Εὐρύαλος Περίαλλος Εὐηνορίδης, Κλυτίος Ἀγήνωρ Πόλυβος Πολύδωρος Θαδύτιος, Στράτιος Φρένιος Ἴνδιος Δαισήνωρ Λαομέδων, Λαόδικος Ἅλιος Μάγνης Ὀλοίτροχος Βάρθας, Θεόφρων Νισσαῖος Ἀλκάροψ Περικλύμενος Ἀντήνωρ, Πέλλας Κέλτος Περίφας Ὄρμενος Πόλυβος, Ἀνδρομήδης.ἐκ δὲ αὐτῆς Ἰθάκης ἦσαν οἱ μνηστευόμενοι ιβ οἵδε· Ἀντίνοος Πρόνοος Λειώδης Εὐρύνομος Ἀμφίμαχος, Ἀμφίαλος Πρόμαχος Ἀμφιμέδων Ἀρίστρατος Ἕλενος, Δουλιχιεὺς Κτήσιππος.οὗτοι πορευόμενοι εἰς τὰ βασίλεια δαπανῶντες τὰς Ὀδυσσέως ἀγέλας εὐωχοῦντο. Πηνελόπη δὲ ἀναγκαζομένη τὸν γάμον ὑπέσχετο ὅτε τὸ ἐντάφιον Λαέρτῃ πέρας ἕξει, καὶ τοῦτο ὕφηνεν ἐπὶ ἔτη τρία, μεθʼ ἡμέραν μὲν ὑφαίνουσα, νύκτωρ δὲ ἀναλύουσα. τοῦτον τὸν τρόπον ἐξηπατῶντο οἱ μνηστῆρες ὑπὸ τῆς Πηνελόπης, μέχρις ὅτε ἐφωράθη.Ὀδυσσεὺς δὲ μαθὼν τὰ κατὰ τὴν οἰκίαν, ὡς ἐπαίτης πρὸς Εὔμαιον οἰκέτην ἀφικνεῖται, καὶ Τηλεμάχῳ ἀναγνωρίζεται, καὶ παραγίνεται εἰς τὴν πόλιν. Μελάνθιος δὲ αὐτοῖς συντυχὼν ὁ αἰπόλος οἰκέτης ὑπάρχων ἀτιμάζει. παραγενόμενος δὲ εἰς τὰ βασίλεια τοὺς μνηστῆρας μετῄτει τροφήν, καὶ εὑρὼν μεταίτην Ἶρον καλούμενον διαπαλαίει αὐτῷ. Εὐμαίῳ δὲ μηνύσας ἑαυτὸν καὶ Φιλοιτίῳ, μετὰ τούτων καὶ Τηλεμάχου τοῖς μνηστῆρσιν ἐπιβουλεύει.