Φαίδρα δὲ γεννήσασα Θησεῖ δύο παιδία Ἀκάμαντα καὶ Δημοφῶντα ἐρᾷ τοῦ ἐκ τῆς Ἀμαζόνος παιδὸς ἤγουν τοῦ Ἱππολύτου καὶ δεῖται συνελθεῖν αὐτῇ. ὁ δὲ μισῶν πάσας γυναῖκας τὴν συνουσίαν ἔφυγεν. ἡ δὲ Φαίδρα, δείσασα μὴ τῷ πατρὶ διαβάλῃ, κατασχίσασα τὰς τοῦ θαλάμου θύρας καὶ τὰς ἐσθῆτας σπαράξασα κατεψεύσατο Ἱππολύτου βίαν.Θησεὺς δὲ πιστεύσας ηὔξατο Ποσειδῶνι Ἱππόλυτον διαφθαρῆναι· ὁ δέ, θέοντος αὐτοῦ ἐπὶ τοῦ ἅρματος καὶ παρὰ τῇ θαλάσσῃ ὀχουμένου, ταῦρον ἀνῆκεν ἐκ τοῦ κλύδωνος. πτοηθέντων δὲ τῶν ἵππων κατηρράχθη τὸ ἅρμα. ἐμπλακεὶς δὲ ταῖς ἡνίαις Ἱππόλυτος συρόμενος ἀπέθανε. γενομένου δὲ τοῦ ἔρωτος περιφανοῦς ἑαυτὴν ἀνήρτησε Φαίδρα.ὅτι ὁ Ἰξίων Ἥρας ἐρασθεὶς ἐπεχείρει βιάζεσθαι, καὶ προσαγγειλάσης τῆς Ἥρας γνῶναι θέλων ὁ Ζεύς, εἰ οὕτως ἔχει τὸ πρᾶγμα, νεφέλην ἐξεικάσας Ἥρᾳ παρέκλινεν αὐτῷ· καὶ καυχώμενον ὡς Ἥρᾳ μιγέντα ἐνέδησε τροχῷ, ὑφʼ οὗ φερόμενος διὰ πνευμάτων ἐν αἰθέρι ταύτην τίνει δίκην. νεφέλη δὲ ἐξ Ἰξίονος ἐγέννησε Κένταυρον.συνεμάχησε δὲ τῷ Πειρίθῳ Θησεύς, ὅτε κατὰ τῶν Κενταύρων συνεστήσατο πόλεμον. Πειρίθους γὰρ Ἱπποδάμειαν μνηστευόμενος εἱστία Κενταύρους ὡς συγγενεῖς ὄντας αὐτῇ. ἀσυνήθως δὲ ἔχοντες οἴνου ἀφειδῶς ἐμφορησάμενοι ἐμέθυον, καὶ εἰσαγομένην τὴν νύμφην ἐπεχείρουν βιάζεσθαι· ὁ δὲ Πειρίθους μετὰ Θησέως καθοπλισάμενος μάχην συνῆψε, καὶ πολλοὺς ὁ Θησεὺς αὐτῶν ἀνεῖλεν.ὅτι Καινεὺς πρότερον ἦν γυνή, συνελθόντος δὲ αὐτῇ Ποσειδῶνος ᾐτήσατο ἀνὴρ γενέσθαι ἄτρωτος· διὸ καὶ ἐν τῇ πρὸς Κενταύρους μάχῃ τραυμάτων καταφρονῶν πολλοὺς τῶν Κενταύρων ἀπώλεσεν, οἱ δὲ λοιποί, περιστάντες αὐτῷ, ἐλάταις τύπτοντες ἔχωσαν εἰς γῆν.ὅτι Θησεύς, Πειρίθῳ συνθέμενος Διὸς θυγατέρας γαμῆσαι, ἑαυτῷ μὲν ἐκ Σπάρτης μετʼ ἐκείνου ἥρπασεν Ἑλένην δωδεκαέτη οὖσαν, Πειρίθῳ δὲ μνηστευόμενος τὸν Περσεφόνης γάμον εἰς Ἅιδου κάτεισι. καὶ Διόσκουροι μὲν μετὰ Λακεδαιμονίων καὶ Ἀρκάδων εἷλον Ἀθήνας καὶ ἀπάγουσιν Ἑλένην καὶ μετὰ ταύτης Αἴθραν τὴν Πιτθέως αἰχμάλωτον· Δημοφῶν δὲ καὶ Ἀκάμας ἔφυγον. κατάγουσι δὲ καὶ Μενεσθέα καὶ τὴν ἀρχὴν τῶν Ἀθηναίων διδόασι τούτῳ.Θησεὺς δὲ μετὰ Πειρίθου παραγενόμενος εἰς Ἅιδου ἐξαπατᾶται, καὶ ὃς ὡς ξενίων μεταληψομένους πρῶτον ἐν τῷ τῆς Λήθης εἶπε καθεσθῆναι θρόνῳ, ᾧ προσφυέντες σπείραις δρακόντων κατείχοντο. Πειρίθους μὲν οὖν εἰς ἀίδιον δεθεὶς ἔμεινε, Θησέα δὲ Ἡρακλῆς ἀναγαγὼν ἔπεμψεν εἰς Ἀθήνας. ἐκεῖθεν δὲ ὑπὸ Μενεσθέως ἐξελαθεὶς πρὸς Λυκομήδην ἦλθεν, ὃς αὐτὸν βάλλει κατὰ βαράθρων καὶ ἀποκτείνει.