οἱ δὲ Αἰγύπτου παῖδες ἐλθόντες εἰς Ἄργος τῆς τε ἔχθρας παύσασθαι παρεκάλουν καὶ τὰς θυγατέρας αὐτοῦ γαμεῖν ἠξίουν. Δαναὸς δὲ ἅμα μὲν ἀπιστῶν αὐτῶν τοῖς ἐπαγγέλμασιν, ἅμα δὲ καὶ μνησικακῶν περὶ τῆς φυγῆς, ὡμολόγει τοὺς γάμους καὶ διεκλήρου τὰς κόρας. Ὑπερμνήστραν μὲν οὖν τὴν πρεσβυτέραν ἐξεῖλον Λυγκεῖ καὶ Γοργοφόνην Πρωτεῖ· οὗτοι γὰρ ἐκ βασιλίδος γυναικὸς Ἀργυφίης ἐγεγόνεισαν Αἰγύπτῳ. τῶν δὲ λοιπῶν ἔλαχον Βούσιρις μὲν καὶ Ἐγκέλαδος καὶ Λύκος καὶ Δαΐφρων τὰς Δαναῷ γεννηθείσας ἐξ Εὐρώπης Αὐτομάτην Ἀμυμώνην Ἀγαυὴν Σκαιήν. αὗται δὲ ἐκ βασιλίδος ἐγένοντο Δαναῷ, ἐκ δὲ Ἐλεφαντίδος Γοργοφόνη καὶ Ὑπερμνήστρα.Ἴστρος δὲ Ἱπποδάμειαν, Χαλκώδων Ῥοδίαν, Ἀγήνωρ Κλεοπάτραν, Χαῖτος Ἀστερίαν, Διοκορυστὴς Ἱπποδαμείαν, Ἄλκης Γλαύκην, Ἀλκμήνωρ Ἱππομέδουσαν, Ἱππόθοος Γόργην, Εὐχήνωρ Ἰφιμέδουσαν, Ἱππόλυτος Ῥόδην. οὗτοι μὲν οἱ δέκα ἐξ Ἀραβίας γυναικός, αἱ δὲ παρθένοι ἐξ Ἁμαδρυάδων νυμφῶν, αἱ μὲν Ἀτλαντείης, αἱ δὲ ἐκ Φοίβης. Ἀγαπτόλεμος δὲ ἔλαχε Πειρήνην, Κερκέτης δὲ Δώριον, Εὐρυδάμας Φάρτιν, Αἴγιος Μνήστραν, Ἄργιος Εὐίππην, Ἀρχέλαος Ἀναξιβίην, Μενέμαχος Νηλώ, οἱ μὲν ἑπτὰ ἐκ Φοινίσσης γυναικός, αἱ δὲ παρθένοι Αἰθιοπίδος. ἀκληρωτὶ δὲ ἔλαχον διʼ ὁμωνυμίαν τὰς Μέμφιδος οἱ ἐκ Τυρίας, Κλειτὸς Κλειτήν, Σθένελος Σθενέλην, Χρύσιππος Χρυσίππην. οἱ δὲ ἐκ Καλιάδνης νηίδος νύμφης παῖδες δώδεκα ἐκληρώσαντο περὶ τῶν ἐκ Πολυξοῦς νηίδος νύμφης· ἦσαν δὲ οἱ μὲν παῖδες Εὐρύλοχος Φάντης Περισθένης Ἕρμος Δρύας Ποταμὼν Κισσεὺς Λίξος Ἴμβρος Βρομίος Πολύκτωρ Χθονίος, αἱ δὲ κόραι Αὐτονόη Θεανὼ Ἠλέκτρα Κλεοπάτρα Εὐρυδίκη Γλαυκίππη Ἀνθήλεια Κλεοδώρη Εὐίππη Ἐρατὼ Στύγνη Βρύκη. οἱ δὲ ἐκ Γοργόνος Αἰγύπτῳ γενόμενοι ἐκληρώσαντο περὶ τῶν ἐκ Πιερίας, καὶ λαγχάνει Περίφας μὲν Ἀκταίην, Οἰνεὺς δὲ Ποδάρκην, Αἴγυπτος Διωξίππην, Μενάλκης Ἀδίτην, Λάμπος Ὠκυπέτην, Ἴδμων Πυλάργην. οὗτοι δέ εἰσι νεώτατοι·Ἴδας Ἱπποδίκην, Δαΐφρων Ἀδιάντην (αὗται δὲ ἐκ μητρὸς ἐγένοντο Ἕρσης), Πανδίων Καλλιδίκην, Ἄρβηλος Οἴμην, Ὑπέρβιος Κελαινώ, Ἱπποκορυστὴς Ὑπερίππην· οὗτοι ἐξ Ἡφαιστίνης, αἱ δὲ ἐκ Κρινοῦς. ὡς δὲ ἐκληρώσαντο τοὺς γάμους, ἑστιάσας ἐγχειρίδια δίδωσι ταῖς θυγατράσιν. αἱ δὲ κοιμωμένους τοὺς νυμφίους ἀπέκτειναν πλὴν Ὑπερμνήστρας· αὕτη γὰρ Λυγκέα διέσωσε παρθένον αὐτὴν φυλάξαντα· διὸ καθείρξας αὐτὴν Δαναὸς ἐφρούρει. αἱ δὲ ἄλλαι τῶν Δαναοῦ θυγατέρων τὰς μὲν κεφαλὰς τῶν νυμφίων ἐν τῇ Λέρνῃ κατώρυξαν, τὰ δὲ σώματα πρὸ τῆς πόλεως ἐκήδευσαν. καὶ αὐτὰς ἐκάθηραν Ἀθηνᾶ τε καὶ Ἑρμῆς Διὸς κελεύσαντος. Δαναὸς δὲ ὕστερον Ὑπερμνήστραν Λυγκεῖ συνῴκισε, τὰς δὲ λοιπὰς θυγατέρας εἰς γυμνικὸν ἀγῶνα τοῖς νικῶσιν ἔδωκεν. Ἀμυμώνη δὲ ἐκ Ποσειδῶνος ἐγέννησε Ναύπλιον. οὗτος μακρόβιος γενόμενος, πλέων τὴν θάλασσαν, τοῖς ἐμπίπτουσιν ἐπὶ θανάτῳ ἐπυρσοφόρει. συνέβη οὖν καὶ αὐτὸν τελευτῆσαι ἐκείνῳ τῷ θανάτῳ. πρὶν δὲ τελευτῆσαι ἔγημε ὡς μὲν οἱ τραγικοὶ λέγουσι, Κλυμένην τὴν Κατρέως, ὡς δὲ ὁ τοὺς νόστους γράψας, Φιλύραν, ὡς δὲ Κέρκωψ, Ἡσιόνην, καὶ ἐγέννησε Παλαμήδην Οἴακα Ναυσιμέδοντα.Λυγκεὺς δὲ μετὰ Δαναὸν Ἄργους δυναστεύων ἐξ Ὑπερμνήστρας τεκνοῖ παῖδα Ἄβαντα. τούτου δὲ καὶ Ἀγλαΐας τῆς Μαντινέως δίδυμοι παῖδες ἐγένοντο Ἀκρίσιος καὶ Προῖτος. οὗτοι καὶ κατὰ γαστρὸς μὲν ἔτι ὄντες ἐστασίαζον πρὸς ἀλλήλους, ὡς δὲ ἀνετράφησαν, περὶ τῆς βασιλείας ἐπολέμουν, καὶ πολεμοῦντες εὗρον ἀσπίδας πρῶτοι. καὶ κρατήσας Ἀκρίσιος Προῖτον Ἄργους ἐξελαύνει. ὁ δʼ ἧκεν εἰς Λυκίαν πρὸς Ἰοβάτην, ὡς δέ τινές φασι, πρὸς Ἀμφιάνακτα· καὶ γαμεῖ τὴν τούτου θυγατέρα, ὡς μὲν Ὅμηρος, Ἄντειαν, ὡς δὲ οἱ τραγικοί, Σθενέβοιαν. κατάγει δὲ αὐτὸν ὁ κηδεστὴς μετὰ στρατοῦ Λυκίων, καὶ καταλαμβάνει Τίρυνθα, ταύτην αὐτῷ Κυκλώπων τειχισάντων. μερισάμενοι δὲ τὴν Ἀργείαν ἅπασαν κατῴκουν, καὶ Ἀκρίσιος μὲν Ἄργους βασιλεύει, Προῖτος δὲ Τίρυνθος.καὶ γίνεται Ἀκρισίῳ μὲν ἐξ Εὐρυδίκης τῆς Λακεδαίμονος Δανάη, Προίτῳ δὲ ἐκ Σθενεβοίας Λυσίππη καὶ Ἰφινόη καὶ Ἰφιάνασσα. αὗται δὲ ὡς ἐτελειώθησαν, ἐμάνησαν, ὡς μὲν Ἡσίοδός φησιν, ὅτι τὰς Διονύσου τελετὰς οὐ κατεδέχοντο, ὡς δὲ Ἀκουσίλαος λέγει, διότι τὸ τῆς Ἥρας ξόανον ἐξηυτέλισαν. γενόμεναι δὲ ἐμμανεῖς ἐπλανῶντο ἀνὰ τὴν Ἀργείαν ἅπασαν, αὖθις δὲ τὴν Ἀρκαδίαν καὶ τὴν Πελοπόννησον διελθοῦσαι μετʼ ἀκοσμίας ἁπάσης διὰ τῆς ἐρημίας ἐτρόχαζον. Μελάμπους δὲ ὁ Ἀμυθάονος καὶ Εἰδομένης τῆς Ἄβαντος, μάντις ὢν καὶ τὴν διὰ φαρμάκων καὶ καθαρμῶν θεραπείαν πρῶτος εὑρηκώς, ὑπισχνεῖται θεραπεύειν τὰς παρθένους, εἰ λάβοι τὸ τρίτον μέρος τῆς δυναστείας. οὐκ ἐπιτρέποντος δὲ Προίτου θεραπεύειν ἐπὶ μισθοῖς τηλικούτοις, ἔτι μᾶλλον ἐμαίνοντο αἱ παρθένοι καὶ προσέτι μετὰ τούτων αἱ λοιπαὶ γυναῖκες· καὶ γὰρ αὗται τὰς οἰκίας ἀπολιποῦσαι τοὺς ἰδίους ἀπώλλυον παῖδας καὶ εἰς τὴν ἐρημίαν ἐφοίτων. προβαινούσης δὲ ἐπὶ πλεῖστον τῆς συμφορᾶς, τοὺς αἰτηθέντας μισθοὺς ὁ Προῖτος ἐδίδου. ὁ δὲ ὑπέσχετο θεραπεύειν ὅταν ἕτερον τοσοῦτον τῆς γῆς ὁ ἀδελφὸς αὐτοῦ λάβῃ Βίας. Προῖτος δὲ εὐλαβηθεὶς μὴ βραδυνούσης τῆς θεραπείας αἰτηθείη καὶ πλεῖον, θεραπεύειν συνεχώρησεν ἐπὶ τούτοις. Μελάμπους δὲ παραλαβὼν τοὺς δυνατωτάτους τῶν νεανιῶν μετʼ ἀλαλαγμοῦ καί τινος ἐνθέου χορείας ἐκ τῶν ὀρῶν αὐτὰς εἰς Σικυῶνα συνεδίωξε. κατὰ δὲ τὸν διωγμὸν ἡ πρεσβυτάτη τῶν θυγατέρων Ἰφινόη μετήλλαξεν· ταῖς δὲ λοιπαῖς τυχούσαις καθαρμῶν σωφρονῆσαι συνέβη. καὶ ταύτας μὲν ἐξέδοτο Προῖτος Μελάμποδι καὶ Βίαντι, παῖδα δʼ ὕστερον ἐγέννησε Μεγαπένθην.