περὶ μὲν οὖν τῶν ἡγεῖσθαι καὶ πολιτεύεσθαι βουλομένων, ἀγνοούντων δὲ τὰ τοιαῦτακαὶ θαυμαζόντων, ἐπὶ τοσοῦτον ἡμῖν εἰρήσθω. ἡ δὲ τῶν Ἀκραγαντίνων πόλις οὐ μόνον κατὰ τὰ προειρημένα διαφέρει τῶν πλείστων πόλεων, ἀλλὰ καὶ κατὰ τὴν ὀχυρότητα, καὶ μάλιστα κατὰ τὸ κάλλος καὶ τὴν κατασκευήν.ἔκτισται μὲν γὰρ ἀπὸ θαλάττης ἐν ὀκτωκαίδεκα σταδίοις, ὥστε μηδενὸς ἀμοίρους εἶναι τῶν ἐκ ταύτης χρησίμων·ὁ δὲ περίβολος αὐτῆς καὶ φύσει καὶ κατασκευῇ διαφερόντως ἠσφάλισται.κεῖται γὰρ τὸ τεῖχος ἐπὶ πέτρας ἀκροτόμου καὶ περιρρῶγος, ᾗ μὲν αὐτοφυοῦς, ᾗ δὲ χειροποιήτου, περιέχεται δὲ ποταμοῖς·ῥεῖ γὰρ αὐτῆς παρὰ μὲν τὴν νότιον πλευρὰν ὁ συνώνυμος τῇ πόλει, παρὰ δὲ τὴν ἐπὶ τὰς δύσεις καὶ τὸν λίβα τετραμμένην ὁ προσαγορευόμενος Ὕψας.ἡ δʼ ἄκρα τῆς πόλεως ὑπέρκειται κατʼ αὐτὰς τὰς θερινὰς ἀνατολάς, κατὰ μὲν τὴν ἔξωθεν ἐπιφάνειαν ἀπροσίτῳ φάραγγι περιεχομένη, κατὰ δὲ τὴν ἐντὸς μίαν ἔχουσα πρόσοδον ἐκ τῆς πόλεως.ἐπὶ δὲ τῆς κορυφῆς Ἀθηνᾶς ἱερὸν ἔκτισται καὶ Διὸς Ἀταβυρίου, καθάπερ καὶ παρὰ Ῥοδίοις·τοῦ γὰρ Ἀκράγαντος ὑπὸ Ῥοδίων ἀπῳκισμένης, εἰκότως ὁ θεὸς οὗτος τὴν αὐτὴν ἔχει προσηγορίαν ἣν καὶ παρὰ τοῖς Ῥοδίοις.κεκόσμηται δὲ καὶ τἄλλα μεγαλοπρεπῶς ἡ πόλις ναοῖς καὶ στοαῖς. καὶ μὴν ὁ τοῦ Διὸς τοῦ Ὀλυμπίου νεὼς παντέλειαν μὲν οὐκ εἴληφε, κατὰ δὲ τὴν ἐπιβολὴν καὶ τὸ μέγεθος οὐδʼ ὁποίου τῶν κατὰ τὴν Ἑλλάδα δοκεῖ λείπεσθαι.Πολύβιος δὲ τὸν ποταμὸν καὶ τὴν πόλιν ἀπὸ τῆς χώρας ὠνομάσθαι Ἀκράγης διὰ τὸ εὔγεων. Ἀγάθυρνα, πόλις Σικελίας, ὡς Πολύβιος ἀνάτῃ.ὁ δὲ Μάρκος δοὺς πίστεις ὑπὲρ ἀσφαλείας ἔπεισεν ἐκχωρεῖν εἰς Ἰταλίαν, ἐφʼ ᾧ λαμβάνοντας μέτρημα παρὰ τῶν Ῥηγίνων πορθεῖν τὴν Βρεττιανήν, κυρίους ὄντας ὧν ἂν ἐκ τῆς πολεμίας ὠφεληθῶσι.ὅτι μὲν οὖν, ὦ ἄνδρες Λακεδαιμόνιοι, τὴν Μακεδόνων δυναστείαν ἀρχὴν συνέβη γεγονέναι τοῖς Ἕλλησι δουλείας, οὐδʼ ἄλλως εἰπεῖν οὐδένα πέπεισμαι τολμῆσαι· σκοπεῖν δʼ οὕτως ἔξεστιν.ἦν τι σύστημα τῶν ἐπὶ Θρᾴκης Ἑλλήνων, οὓς ἀπῴκισαν Ἀθηναῖοι καὶ Χαλκιδεῖς, ὧν μέγιστον εἶχε πρόσχημα καὶ δύναμιν ἡ τῶν Ὀλυνθίων πόλις.ταύτην ἐξανδραποδισάμενος Φίλιππος καὶ παράδειγμα ποιήσας οὐ μόνον τῶν ἐπὶ Θρᾴκης πόλεων ἐγένετο κύριος, ἀλλὰ καὶ Θετταλοὺς ὑφʼ αὑτὸν ἐποιήσατο διὰ τὸν φόβον.μετʼ οὐ πολὺ δὲ μάχῃ νικήσας τοὺς Ἀθηναίους ἐχρήσατο μεγαλοψύχως τοῖς εὐτυχήμασιν, οὐχ ὅπως Ἀθηναίους εὖ ποιήσῃ, πολλοῦ γε δεῖν, ἀλλʼ ἵνα διὰ τῆς πρὸς ἐκείνους εὐεργεσίας προκαλέσηται τοὺς ἄλλους εἰς τὸ ποιεῖν ἐθελοντὴν αὐτῷ τὸ προσταττόμενον.ἦν ἔτι τὸ τῆς ὑμετέρας πόλεως ἀξίωμα, δοκοῦν ἂν σὺν καιρῷ προστήσεσθαι τῶν Ἑλλήνων.τοιγαροῦν πᾶσαν ἱκανὴν ποιησάμενος πρόφασιν ἧκε μετὰ τῶν δυνάμεων, καὶ κατέφθειρε μὲν τέμνων τὴν γῆν, κατέφθειρε δʼ αἴθων τὰς οἰκίας.τὸ δὲ τελευταῖον ἀποτεμόμενος καὶ τὰς πόλεις καὶ τὴν χώραν ὑμῶν προσένειμε τὴν μὲν Ἀργείοις, τὴν δὲ Τεγεάταις καὶ Μεγαλοπολίταις, τὴν δὲ Μεσσηνίοις, ἅπαντας βουλόμενος καὶ παρὰ τὸ προσῆκον εὐεργετεῖν, ἐφʼ ᾧ μόνον ὑμᾶς κακῶς ποιεῖν.διεδέξατο παρʼ αὐτοῦ τὴν ἀρχὴν Ἀλέξανδρος. οὗτος πάλιν ὑπολαβὼν βραχύ τι τῆς Ἑλλάδος ἔναυσμα καταλείπεσθαι περὶ τὴν Θηβαίων πόλιν, τίνα τρόπον αὐτὴν διέφθειρε, πάντας ὑμᾶς οἴομαι κατανοεῖν.καὶ μὴν περὶ τῶν διαδεξαμένων τούτου τὰ πράγματα πῶς κέχρηνται τοῖς Ἕλλησι, τί με δεῖ κατὰ μέρος λέγειν;οὐδεὶς γάρ ἐστι τῶν ὄντων οὕτως ἀπράγμων ὃς οὐχὶ πέπυσται πῶς Ἀντίπατρος μὲν ἐν τῇ περὶ Λαμίαν μάχῃ νικήσας τοὺς Ἕλληνας κάκιστα μὲν ἐχρήσατο τοῖς ταλαιπώροις Ἀθηναίοις, ὁμοίως δὲ καὶ τοῖς ἄλλοις,εἰς τοῦτο δʼ ὕβρεως ἦλθε καὶ παρανομίας ὡς φυγαδοθήρας καταστήσας ἐξέπεμψε πρὸς τὰς πόλεις ἐπὶ τοὺς ἀντειρηκότας ἢ καθόλου λελυπηκότας τι τὴν Μακεδόνων οἰκίαν.ὧν οἱ μὲν ἐκ τῶν ἱερῶν ἀγόμενοι μετὰ βίας, οἱ δʼ ἀπὸ τῶν βωμῶν ἀποσπώμενοι, μετὰ τιμωρίας ἀπέθνησκον, οἱ δὲ διαφυγόντες ἐκ πάσης ἐξενηλατοῦντο τῆς Ἑλλάδος· φύξιμον γὰρ οὐδὲν ἦν πλὴν ἑνὸς αὐτοῖς τοῦ τῶν Αἰτωλῶν ἔθνους.τά γε μὴν Κασσάνδρῳ καὶ Δημητρίῳ πεπραγμένα, σὺν δὲ τούτοις Ἀντιγόνῳ τῷ Γονατᾷ, τίς οὐκ οἶδε; διὰ γὰρ τὸ προσφάτως αὐτὰ γεγονέναι τελέως ἐναργῆ συμβαίνει τὴν γνῶσιν αὐτῶν ὑπάρχειν.ὧν οἱ μὲν φρουρὰς εἰσάγοντες εἰς τὰς πόλεις, οἱ δὲ τυράννους ἐμφυτεύοντες οὐδεμίαν πόλιν ἄμοιρον ἐποίησαν τοῦ τῆς δουλείας ὀνόματος.ἀφέμενος δὲ τούτων ἐπάνειμι νῦν ἐπὶ τὸν τελευταῖον Ἀντίγονον, ἵνα μὴ τὴν ἐκ τούτου πρᾶξιν ἀκάκως τινὲς ὑμῶν θεωροῦντες ὑπόχρεοι χάριτι νομίζωσιν εἶναι Μακεδόσιν.οὔτε γὰρ Ἀχαιοὺς σῴζειν προαιρούμενος Ἀντίγονος ἐπανείλετο τὸν πρὸς ὑμᾶς πόλεμον οὔτε τῇ Κλεομένους τυραννίδι δυσαρεστούμενος, ἵνα Λακεδαιμονίους ἐλευθερώσῃ·καὶ λίαν γὰρ ὅ γε τοιοῦτός ἐστι τρόπος εὐήθης, εἴ τις ἄρα ταύτην ὑμῶν ἔχει τὴν διάληψιν·ἀλλʼ ὁρῶν οὐκ ἐν ἀσφαλεῖ τὴν ἑαυτοῦ δυναστείαν ἐσομένην, ἐὰν ὑμεῖς τὴν Πελοποννησίων ἀρχὴν κατακτήσησθε, πρὸς δὲ τοῦτο βλέπων εὖ πεφυκότα τὸν Κλεομένην καὶ τὴν τύχην ὑμῖν λαμπρῶς συνεργοῦσαν,