ἐγγίσας καὶ γνωρισθεὶς οὐ μόνον ἀποτυγχάνει τῆς ἐπιβολῆς, ἀλλὰ καὶ κινδυνεύει τοῖς ὅλοις.κρατεῖ δʼ ἐπὶ πάντων μὲν τῶν ἀνθρωπείων ἔργων ὁ καιρός, μάλιστα δὲ τῶν πολεμικῶν.διὸ προχείρως ἰστέον τῷ στρατηγῷ τροπὰς ἡλίου θερινὰς καὶ χειμερινάς, ἔτι δʼ ἰσημερίας καὶ τὰς μεταξὺ τούτων αὐξήσεις καὶ μειώσεις ἡμερῶν καὶ νυκτῶν·οὕτως γὰρ ἂν μόνως δύναιτο συμμετρεῖσθαι πρὸς λόγον τὰ διανύσματα καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.καὶ μὴν τοὺς κατὰ μέρος καιροὺς ἀναγκαῖον εἰδέναι, καὶ τοὺς τῆς ἡμέρας καὶ τοὺς τῆς νυκτός, πρὸς τὸ γινώσκειν πηνίκα ποιητέον καὶ τὰς ἐξεγέρσεις καὶ τὰς ἀναζυγάς·οὐ γὰρ οἷόν τε τοῦ τέλους τυγχάνειν μὴ οὐ τῆς ἀρχῆς εὐστοχήσαντα.τοὺς μὲν οὖν τῆς ἡμέρας καιροὺς τῇ σκιᾷ θεωρεῖν οὐκ ἀδύνατον, ἔτι δὲ τῇ κατὰ τὸν ἥλιον πορείᾳ καὶ τοῖς ἐπὶ τοῦ κόσμου γινομένοις αὐτοῦ τούτου διαστήμασι·τοὺς δὲ τῆς νυκτὸς δυσχερές, ἐὰν μή τις ἐπὶ τοῦ φαινομένου τῇ τῶν δώδεκα ζῳδίων οἰκονομίᾳ καὶ τάξει συμπεριφέρηται· πάνυ δὲ καὶ τοῦτο ῥᾴδιον τοῖς τὰ φαινόμενα πεπολυπραγμονηκόσιν.ἐπεὶ γὰρ ἀνίσων οὐσῶν τῶν νυκτῶν ὅμως ἐν πάσῃ τῇ νυκτὶ τῶν δώδεκα ζῳδίων ἓξ ἀναφέρεσθαι συμβαίνει, φανερὸν ὡς ἀναγκαῖον ἐν τοῖς αὐτοῖς μέρεσι πάσης νυκτὸς ἴσα μέρη τῶν δώδεκα ζῳδίων ἀναφέρεσθαι.τοῦ δʼ ἡλίου γνωριζομένου καθʼ ἡμέραν, ποίαν μοῖραν ἐπέχει, δῆλον ὡς δύναντος τούτου τὴν κατὰ διάμετρον ἐπιτέλλειν ἀνάγκη.λοιπὸν ὅσον ἂν τὸ μετὰ ταύτην μέρος ἀνατεταλκὸς φαίνηται τοῦ ζῳδιακοῦ, τοσοῦτον εἰκὸς ἠνύσθαι τῆς νυκτὸς αἰεί.γνωριζομένων δὲ τῶν ζῳδίων καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὸ μέγεθος, τοιούτους γίνεσθαι μετὰ ταῦτα συμβαίνει καὶ τοὺς κατὰ μέρος καιροὺς τῆς νυκτός.ἐν δὲ ταῖς συννεφέσι νυξὶ τῇ σελήνῃ προσεκτέον, ἐπεὶ διὰ τὸ μέγεθος ὡς ἐπίπαν αἰεὶ τὸ ταύτης ἐμφαίνεται φῶς, καθʼ ὃν ἂν ᾖ τόπον τοῦ κόσμου.καὶ ποτὲ μὲν ἐκ τῶν περὶ τὰς ἀνατολὰς καιρῶν καὶ τόπων στοχαστέον,ποτὲ δὲ πάλιν ἐκ τῶν περὶ τὰς δύσεις, καθυπαρχούσης καὶ περὶ τοῦτο τὸ μέρος ἐννοίας ἐπὶ τοσοῦτον ὥστε συμπεριφέρεσθαι ταῖς καθʼ ἡμέραν διαφοραῖς τῶν ἀνατολῶν.ἔστι δὲ τρόπος εὐθεώρητος καὶ περὶ ταύτην· ὅρος γὰρ εἷς μὴν ὡς τύπῳ, καὶ πρὸς αἴσθησιντοιοῦτοι πάντες. ᾗ καὶ τὸν ποιητὴν ἄν τις ἐπαινέσειε, διότι παρεισάγει τὸν Ὀδυσσέα, τὸν ἡγεμονικώτατον ἄνδρα, τεκμαιρόμενον ἐκ τῶν ἄστρων οὐ μόνον τὰ κατὰ τοὺς πλοῦς, ἀλλὰ καὶ τὰ περὶ τὰς ἐν τῇ γῇ πράξεις.ἱκανὰ γὰρ καὶ τὰ παρὰ δόξαν γινόμενα μὴ δυνάμενα τυγχάνειν προνοίας ἀκριβοῦς εἰς τὸ πολλὴν ἀπορίαν παρασκευάζειν καὶ πολλάκις,οἷον ὄμβρων καὶ ποταμῶν ἐπιφοραὶ καὶ πάγων ὑπερβολαὶ καὶ χιόνες, ἔτι δʼ ὁ καπνώδης καὶ συννεφὴς ἀὴρ καὶ τἄλλα τὰ παραπλήσια τούτοις.εἰ δὲ καὶ περὶ ὧν δυνατόν ἐστι προϊδέσθαι, καὶ τούτων ὀλιγωρήσομεν, πῶς οὐκ εἰκότως ἐν τοῖς πλείστοις ἀποτευξόμεθα διʼ αὑτούς;διόπερ οὐκ ἀφροντιστητέον οὐδενὸς τῶν προειρημένων, ἵνα μὴ τοιούτοις ἀλογήμασι περιπίπτωμεν οἵοις φασὶ περιπεσεῖν ἑτέρους τε πλείους καὶ τοὺς νῦν ὑφʼ ἡμῶν λέγεσθαι μέλλοντας ὑποδείγματος χάριν.Ἄρατος ὁ τῶν Ἀχαιῶν στρατηγὸς ἐπιβαλόμενος πραξικοπεῖν τὴν τῶν Κυναιθέων πόλιν, συνετάξατο πρὸς τοὺς ἐκ τῆς πόλεως αὐτῷ συνεργοῦντας ἡμέραν, ἐν ᾗ τὸν μὲν Ἄρατον ἔδει νυκτὸς παραγενηθέντα πρὸς τὸν ἀπὸ Κυναίθης ῥέοντα ποταμὸν ὡς ἐπὶ πρεπίου μένειν ἐνσχολάσαντα μετὰ τῆς δυνάμεως,τοὺς δʼ ἔνδοθεν περὶ μέσον ἡμέρας, ὅτε λάβοιεν τὸν καιρόν, ἕνα μὲν αὑτῶν μεθʼ ἡσυχίας ἐν ἱματίῳ διὰ τῆς πύλης ἐκπέμψαι, καὶ κελεῦσαι προελθόντα στῆναι πρὸ τῆς πόλεως ἐπὶ τὸν συνταχθέντα τάφον,τοὺς δὲ λοιποὺς προσενεγκεῖν τὰς χεῖρας τοῖς ἄρχουσι, κοιμωμένοις κατὰ μέσον ἡμέρας, τοῖς εἰθισμένοις τηρεῖν τὴν πύλην.γενομένου δὲ τούτου σπουδῇ καταταχεῖν τοὺς Ἀχαιοὺς ἐκ τῆς ἐνέδρας ἔδει πρὸς τὴν πύλην.τούτων δὲ διατεταγμένων καὶ τοῦ καιροῦ συνάψαντος, ὁ μὲν Ἄρατος ἧκε καὶ κρυφθεὶς κατὰ τὸν ποταμὸν ἔμενε τηρῶν τὸ σύνθημα·περὶ δὲ πέμπτην ὥραν ἔχων τις πρόβατα μαλακὰ τῶν εἰθισμένων περὶ πόλιν τρέφειν, δεηθεὶς ἐκ τοῦ καιροῦ πυθέσθαι τι τοῦ ποιμένος βιωτικόν, ἐξῆλθε διὰ τῆς πύλης ἐν ἱματίῳ καὶ στὰς ἐπὶ τὸν αὐτὸν τάφον περιεβλέπετο τὸν ποιμένα.οἱ δὲ περὶ τὸν Ἄρατον ἀποδεδόσθαι σφίσι τὸ σύνθημα νομίσαντες σπουδῇ πρὸς τὴν πόλιν ἐφέροντο πάντες.ταχὺ δὲ τῆς πύλης κλεισθείσης ὑπὸ τῶν ἐφεστώτων διὰ τὸ μηδέπω μηδὲν ὑπὸ τῶν ἔνδον ἡτοιμάσθαι, συνέβη μὴ μόνον τῆς πράξεως ἀποτυχεῖν τοὺς περὶ τὸν Ἄρατον, ἀλλὰ καὶ τοῖς ἐκ τῆς πόλεως συμπράττουσιν αἰτίους γενέσθαι τῶν μεγίστων συμπτωμάτων· καταφανεῖς γὰρ γενόμενοι παραχρῆμα προβληθέντες ἀπέθανον.τί οὖν εἴποι τις ἂν τῆς περιπετείας αἴτιον γεγονέναι; τὸ ποιήσασθαι τὸν στρατηγὸν ἁπλοῦν τὸ σύνθημα, νέον ἀκμὴν ὄντα καὶ τῆς τῶν διπλῶν συνθημάτων καὶ παρασυνθημάτων ἀκριβείας ἄπειρον.οὕτως αἱ πολεμικαὶ πράξεις ἐν μικρῷ τὸ διαφέρον ἔχουσι τῆς ἐφʼ ἑκάτερα ῥοπῆς τῶν ἐκβαινόντων.καὶ μὴν Κλεομένης ὁ Σπαρτιάτης προθέμενος διὰ πράξεως ἑλεῖν τὴν τῶν Μεγαλοπολιτῶν πόλιν, συνετάξατο τοῖς τὸ τεῖχος φυλάττουσι τὸ κατὰ τὸν Φωλεὸν καλούμενον νυκτὸς ἥξειν μετὰ τῆς δυνάμεως κατὰ τρίτην φυλακήν· τοῦτον γὰρ ἐφύλαττον τὸν καιρὸν τὸ τεῖχος οἱ συμπράττοντες αὐτῷ.