διόπερ ἅμα τῷ τὴν ἐπίνοιαν ἐπιδεῖξαι τοῖς Ταραντίνοις οὐ μόνον συγκατέθεντο τοῖς λεγομένοις, ἀλλὰ καὶ διαφερόντως ἐθαύμασαν τὸν ἄνδρα, καὶ διέλαβον ὡς οὐδὲν ἂν περιγένοιτο τῆς ἀγχινοίας τῆς ἐκείνου καὶ τόλμης.ταχὺ δὲ πορείων ὑποτρόχων κατασκευασθέντων, ἅμα τῷ λόγῳ τοὔργον εἰλήφει συντέλειαν, ἅτε προθυμίας καὶ πολυχειρίας ὁμοῦ τῇ προθέσει συνεργούσης.οἱ μὲν οὖν Ταραντῖνοι τοῦτον τὸν τρόπον ὑπερνεωλκήσαντες τὰς νῆας εἰς τὴν ἔξω θάλατταν, ἐπολιόρκουν ἀσφαλῶς τοὺς ἐκ τῆς ἄκρας, ἀφῃρημένοι τὰς ἔξωθεν αὐτῶν ἐπικουρίας.Ἀννίβας δὲ φυλακὴν ἀπολιπὼν τῆς πόλεως ἀνέζευξε μετὰ τῆς δυνάμεως, καὶ παρεγένετο τριταῖος ἐπὶ τὸν ἐξ ἀρχῆς χάρακα, καὶ τὸ λοιπὸν τοῦ χειμῶνος ἐνταῦθα διατρίβων ἔμενε κατὰ χώραν. []ὅτι Τιβέριος ὁ Ῥωμαίων στρατηγὸς λόχῳ ἐνεδρευθεὶς καὶ γενναίως ὑποστὰς σὺν τοῖς περὶ αὑτὸν τὸν βίον κατέστρεψεν. περὶ δὲ τῶν τοιούτων περιπετειῶν, πότερα χρὴ τοῖς πάσχουσιν ἐπιτιμᾶν ἢ συγγνώμην ἔχειν, καθόλου μὲν οὐκ ἀσφαλὲς ἀποφήνασθαι διὰ τὸ καὶ πλείους τὰ κατὰ λόγον πάντα πράξαντας, ὅμως ὑποχειρίους γεγονέναι τοῖς ἑτοίμως τὰ παρʼ ἀνθρώποις ὡρισμένα δίκαια παραβαίνουσιν·οὐ μὴν οὐδʼ αὐτόθεν ἀποστατέον τῆς ἀποφάσεως ἀργῶς, ἀλλὰ βλέποντα πρὸς τοὺς καιροὺς καὶ τὰς περιστάσεις οἷς μὲν ἐπιτιμητέον τῶν ἡγεμόνων, οἷς δὲ συγγνώμην δοτέον. ἔσται δὲ τὸ λεγόμενον δῆλον ἐκ τούτων.Ἀρχίδαμος ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ὑπιδόμενος τὴν Κλεομένους φιλαρχίαν ἔφυγεν ἐκ τῆς Σπάρτης, μετʼ οὐ πολὺ δὲ πάλιν πεισθεὶς ἐνεχείρισεν αὑτὸν τῷ προειρημένῳ.τοιγαροῦν ἅμα τῆς ἀρχῆς καὶ τοῦ βίου στερηθεὶς οὐδʼ ἀπολογίαν αὑτῷ κατέλιπε πρὸς τοὺς ἐπιγινομένους·τῆς γὰρ ὑποθέσεως τῆς αὐτῆς μενούσης, τῆς δὲ Κλεομένους φιλαρχίας καὶ δυναστείας ἐπηυξημένης, ὁ τούτοις ἐγχειρίσας αὑτὸν οὓς φυγὼν πρότερον ἔτυχε παραδόξως τῆς σωτηρίας, πῶς οὐκ εὐλόγως ἔμελλε τοῖς προειρημένοις ἐγκυρήσειν;καὶ μὴν Πελοπίδας ὁ Θηβαῖος, εἰδὼς τὴν Ἀλεξάνδρου τοῦ τυράννου παρανομίαν καὶ σαφῶς γινώσκων ὅτι πᾶς τύραννος πολεμιωτάτους αὑτῷ νομίζει τοὺς τῆς ἐλευθερίας προεστῶτας, αὐτὸς οὐ μόνον τῆς Θηβαίων ἀλλὰ καὶ τῆς τῶν Ἑλλήνων δημοκρατίας ἔπειθεν Ἐπαμινώνδαν προεστάναι,καὶ παρὼν εἰς Θετταλίαν πολέμιος ἐπὶ καταλύσει τῆς Ἀλεξάνδρου μοναρχίας πρεσβεύειν πρὸς τοῦτον ὑπέμεινε δεύτερον.τοιγαροῦν γενόμενος ὑποχείριος τοῖς ἐχθροῖς ἔβλαψε μὲν Θηβαίους μεγάλα, κατέλυσε δὲ τὴν αὑτῷ προγεγενημένην δόξαν, εἰκῇ καὶ ἀκρίτως πιστεύσας οἷς ἥκιστʼ ἐχρῆν.παραπλήσια δὲ τούτοις καὶ Γνάϊος ὁ Ῥωμαίων στρατηγὸς ἔπαθε κατὰ τὸν Σικελικὸν πόλεμον, ἀλόγως αὑτὸν ἐγχειρίσας τοῖς πολεμίοις· ὁμοίως δὲ καὶ πλείους ἕτεροι.διὸ καὶ τοῖς μὲν ἀσκέπτως ἑαυτοὺς ἐγχειρίζουσι τοῖς ὑπεναντίοις ἐπιτιμητέον, τοῖς δὲ τὴν ἐνδεχομένην πρόνοιαν ποιουμένοις οὐκ ἐγκλητέον·τὸ μὲν γὰρ μηδενὶ πιστεύειν εἰς τέλος ἄπρακτον, τὸ δὲ λαβόντα τὰς ἐνδεχομένας πίστεις πράττειν τὸ κατὰ λόγον ἀνεπιτίμητον.εἰσὶ δʼ ἐνδεχόμεναι πίστεις ὅρκοι, τέκνα, γυναῖκες, τὸ μέγιστον ὁ προγεγονὼς βίος.ᾗ καὶ τὸ διὰ τῶν τοιούτων ἀλογηθῆναι καὶ περιπεσεῖν οὐ τῶν πασχόντων, ἀλλὰ τῶν πραξάντων ἐστὶν ἔγκλημα.διὸ καὶ μάλιστα μὲν τοιαύτας ζητεῖν πίστεις δεῖ, διʼ ὧν ὁ πιστευθεὶς οὐ δυνήσεται τὴν πίστιν ἀθετεῖν.ἐπεὶ δὲ σπάνιον εὑρεῖν ἐστι τὸ τοιοῦτο, δεύτερος ἂν εἴη πλοῦς τὸ τῶν κατὰ λόγον φροντίζειν, ἵνʼ ἄν του καὶ σφαλλώμεθα, τῆς παρὰ τοῖς ἐκτὸς συγγνώμης μὴ διαμαρτάνωμεν. ὃ καὶ περὶ πλείους μὲν δὴ γεγένηται τῶν πρότερον·ἐναργέστατον δʼ ἔσται καὶ τοῖς καιροῖς ἔγγιστον τοῖς ὑπὲρ ὧν ὁ νῦν δὴ λόγος ἐνέστηκε τὸ κατʼ Ἀχαιὸν συμβάν.ὃς οὐδὲν τῶν ἐνδεχομένων πρὸς εὐλάβειαν καὶ πρὸς ἀσφάλειαν παραλιπών, ἀλλʼ ὑπὲρ ἁπάντων προνοηθείς, ἐφʼ ὅσον ἀνθρωπίνῃ γνώμῃ δυνατὸν ἦν, ὅμως ἐγένετο τοῖς ἐχθροῖς ὑποχείριος.τό γε μὴν συμβὰν ἔλεον μὲν τῷ παθόντι καὶ συγγνώμην ἀπειργάσατο παρὰ τοῖς ἐκτός, διαβολὴν δὲ καὶ μῖσος τοῖς πράξασιν. [Ὅτι Τιβέριος — συγγνώμην ἔχειν, κα περὶ δὲ τῶν ]ἐξηριθμήσατο τοὺς δόμους· ἦν γὰρ ὁ πύργος ἐκ συννόμων λίθων ᾠκοδομημένος, ὥστε καὶ λίαν εὐσυλλόγιστον εἶναι τὴν ἀπὸ γῆς τῶν ἐπάλξεων ἀπόστασιν. [ Συννόμων. ]μετὰ δέ τινας ἡμέρας αὐτομόλου διασαφήσαντος ὅτι θυσίαν ἄγουσι πάνδημον οἱ κατὰ τὴν πόλιν ἐφʼ ἡμέρας ἤδη τρεῖς Ἀρτέμιδι καὶ τοῖς μὲν σιτίοις λιτοῖς χρῶνται διὰ τὴν σπάνιν, τῷ δʼ οἴνῳ δαψιλεῖ, πολὺν μὲν Ἐπικύδους δεδωκότος πολὺν δὲ Συρακοσίων, τότε προσαναλαβὼν ὁ Μάρκος τὸ τεῖχος καθʼ ὃ μέρος ἦν ταπεινότερον καὶ νομίσας εἰκὸς εἶναι τοὺς ἀνθρώπους μεθύειν διὰ τὴν ἄνεσιν καὶ τὴν ἔνδειαν τῆς ξηρᾶς τροφῆς ἐπεβάλετο καταπειράζειν τῆς ἐλπίδος.ταχὺ δὲ κλιμάκων δυεῖν συντεθεισῶν εὐαρμόστων πρὸς τὸ τεῖχος, ἐγένετο περὶ τὰ συνεχῆ τῆς πράξεως καὶ τοῖς μὲν ἐπιτηδείοις πρὸς τὴν ἀνάβασιν καὶ τὸν ἐπιφανέστατον καὶ πρῶτον κίνδυνον ἐκοινολογεῖτο, περὶ τοῦ μέλλοντος μεγάλας ἐλπίδας αὐτοῖς ἐνδιδούς.