ὁ δὲ προειρημένος ἐγγίσας τῷ τείχει κατὰ τὸν ἐθισμὸν ἐπεὶ προσεσύριξε, παρῆν ὁ φύλαξ εὐθέως καταβαίνων πρὸς τὴν ῥινοπύλην.τοῦ δʼ εἰπόντος ἔξωθεν ἀνοίγειν ταχέως, ὅτι βαρύνονται· φέρουσι γὰρ ὗν ἄγριον· ἀσμένως ἀκούσας ὁ φύλαξ ἀνέῳξε μετὰ σπουδῆς, ἐλπίζων καὶ πρὸς αὑτόν τι διατείνειν τὴν εὐαγρίαν τῶν περὶ τὸν Φιλήμενον διὰ τὸ μερίτην ἀεὶ γίνεσθαι τῶν εἰσφερομένων.αὐτὸς μὲν οὖν ὁ προειρημένος τὴν πρώτην ἔχων χώραν τοῦ φορήματος εἰσῆλθε, καὶ σὺν αὐτῷ νομαδικὴν ἔχων διασκευὴν ἕτερος, ὡς εἷς τις ὢν τῶν ἀπὸ τῆς χώρας, μετὰ δὲ τοῦτον ἄλλοι δύο πάλιν οἱ φέροντες ἐκ τῶν ὄπισθεν τὸ θηρίον.ἐπεὶ δὲ τέτταρες ὄντες ἐντὸς ἐγένοντο τῆς ῥινοπύλης, τὸν μὲν ἀνοίξαντα θεώμενον ἀκάκως καὶ ψηλαφῶντα τὸν ὗν αὐτοῦ πατάξαντες ἀπέκτειναν, τοὺς δʼ ἑπομένους μὲν αὑτοῖς, προηγουμένους δὲ τῶν ἄλλων, Λίβυας, ὄντας εἰς τριάκοντα, σχολῇ καὶ μεθʼ ἡσυχίας παρῆκαν διὰ τῆς πυλίδος.γενομένου δὲ τούτου κατὰ τὸ συνεχὲς οἱ μὲν τοὺς μοχλοὺς διέκοπτον, οἱ δὲ τοὺς ἐπὶ τοῦ πυλῶνος ἐφόνευον, οἱ δὲ τοὺς ἔξω Λίβυας ἐκάλουν διὰ συνθημάτων.εἰσελθόντων δὲ καὶ τούτων ἀσφαλῶς, προῆγον ὡς ἐπὶ τὴν ἀγορὰν κατὰ τὸ συντεταγμένον.ἅμα δὲ τῷ συμμῖξαι καὶ τούτους, περιχαρὴς γενόμενος Ἀννίβας ἐπὶ τῷ κατὰ νοῦν αὐτῷπροχωρεῖν τὴν πρᾶξιν εἴχετο τῶν προκειμένων. ἀπομερίσας δὲ τῶν Κελτῶν εἰς δισχιλίους, καὶ διελὼν εἰς τρία μέρη τούτους, συνέστησε τῶν νεανίσκων δύο πρὸς ἕκαστον μέρος τῶν χειριζόντων τὴν πρᾶξιν.ἀκολούθως δὲ καὶ τῶν παρʼ αὑτοῦ τινας ἡγεμόνων συνεξαπέστειλε, προστάξας διαλαβεῖν τῶν εἰς τὴν ἀγορὰν φερουσῶν ὁδῶν τὰς εὐκαιροτάτας.ὅταν δὲ τοῦτο πράξωσι, τοῖς μὲν ἐγχωρίοις νεανίσκοις ἐξαιρεῖσθαι παρήγγειλε καὶ σῴζειν τοὺς ἐντυγχάνοντας τῶν πολιτῶν, ἀναβοῶντας ἐκ πολλοῦ μένειν κατὰ χώραν Ταραντίνους, ὡς ὑπαρχούσης αὐτοῖς τῆς ἀσφαλείας,τοῖς δὲ παρὰ τῶν Καρχηδονίων καὶ τῶν Κελτῶν ἡγεμόσι κτείνειν διεκελεύσατο τοὺς ἐντυγχάνοντας τῶν Ῥωμαίων. οὗτοι μὲν οὖν χωρισθέντες ἀλλήλων ἔπραττον μετὰ ταῦτα τὸ προσταχθέν.τῆς δὲ τῶν πολεμίων εἰσόδου καταφανοῦς ἤδη γενομένης τοῖς Ταραντίνοις, πλήρης ἡ πόλις κραυγῆς ἐγίνετο καὶ ταραχῆς παρηλλαγμένης.ὁ μὲν οὖν Γάϊος, προσπεσούσης αὐτῷ τῆς εἰσόδου τῶν πολεμίων, συννοήσας ἀδύνατον αὑτὸν ὄντα διὰ τὴν μέθην, εὐθέως ἐξελθὼν ἐκ τῆς οἰκίας μετὰ τῶν οἰκετῶν καὶ παραγενόμενος ἐπὶ τὴν πύλην τὴν φέρουσαν ἐπὶ τὸν λιμένα, καὶ μετὰ ταῦτα τοῦ φύλακος ἀνοίξαντος αὐτῷ τὴν ῥινοπύλην, διαδὺς ταύτῃ καὶ λαβόμενος ἀκατίου τῶν ὁρμούντων, ἐμβὰς μετὰ τῶν οἰκετῶν εἰς τὴν ἄκραν παρεκομίσθη.κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ περὶ τὸν Φιλήμενον, ἡτοιμασμένοι σάλπιγγας Ῥωμαϊκὰς καί τινας τῶν αὐταῖς χρῆσθαι δυναμένων διὰ τὴν συνήθειαν, στάντες ἐπὶ τὸ θέατρον ἐσήμαινον.τῶν δὲ Ῥωμαίων βοηθούντων ἐν τοῖς ὅπλοις κατὰ τὸν ἐθισμὸν εἰς τὴν ἄκραν, ἐχώρει τὸ πρᾶγμα κατὰ τὴν πρόθεσιν τοῖς Καρχηδονίοις·παραγενόμενοι γὰρ ταῖς πλατείαις ἀτάκτως καὶ σποράδην οἱ μὲν εἰς τοὺς Καρχηδονίους ἐνέπιπτον, οἱ δʼ εἰς τοὺς Κελτούς· καὶ δὴ τῷ τοιούτῳ τρόπῳ φονευομένων αὐτῶν πολύ τι πλῆθος διεφθάρη.τῆς δʼ ἡμέρας ἐπιφαινομένης οἱ μὲν Ταραντῖνοι τὴν ἡσυχίαν εἶχον κατὰ τὰς οἰκήσεις, οὐδέπω δυνάμενοι τάξασθαι τὸ συμβαῖνον.διὰ μὲν γὰρ τὴν σάλπιγγα καὶ τὸ μηδὲν ἀδίκημα γίνεσθαι μηδʼ ἁρπαγὴν κατὰ τὴν πόλιν, ἔδοξαν ἐξ αὐτῶν τῶν Ῥωμαίων εἶναι τὸ κίνημα.τὸ δὲ πολλοὺς αὐτῶν ὁρᾶν πεφονευμένους ἐν ταῖς πλατείαις, καί τινας τῶν Γαλατῶν θεωρεῖσθαι σκυλεύοντας τοὺς τῶν Ῥωμαίων νεκρούς, ὑπέτρεχέ τις ἔννοια τῆς τῶν Καρχηδονίων παρουσίας.ἤδη δὲ τοῦ μὲν Ἀννίβου παρεμβεβληκότος τὴν δύναμιν εἰς τὴν ἀγοράν, τῶν δὲ Ῥωμαίων ἀποκεχωρηκότων εἰς τὴν ἄκραν διὰ τὸ προκατεσχῆσθαι φρουρᾷ ταύτην ὑπʼ αὐτῶν, ὄντος δὲ φωτὸς εἰλικρινοῦς, ὁ μὲν Ἀννίβας ἐκήρυττε τοὺς Ταραντίνους ἄνευ τῶν ὅπλων ἁθροίζεσθαι πάντας εἰς τὴν ἀγοράν,οἱ δὲ νεανίσκοι περιπορευόμενοι τὴν πόλιν ἐβόων ἐπὶ τὴν ἐλευθερίαν, καὶ παρεκάλουν θαρρεῖν, ὡς ὑπὲρ ἐκείνων παρόντας τοὺς Καρχηδονίους.ὅσοι μὲν οὖν τῶν Ταραντίνων προκατείχοντο τῇ πρὸς τοὺς Ῥωμαίους εὐνοίᾳ, γνόντες ἀπεχώρουν εἰς τὴν ἄκραν· οἱ δὲ λοιποὶ κατὰ τὸ κήρυγμα συνηθροίζοντο χωρὶς τῶν ὅπλων, πρὸς οὓς Ἀννίβας φιλανθρώπους διελέχθη λόγους.τῶν δὲ Ταραντίνων ὁμοθυμαδὸν ἐπισημηναμένων ἕκαστα τῶν λεγομένων διὰ τὸ παράδοξον τῆς ἐλπίδος, τότε μὲν διαφῆκε τοὺς πολλούς, συντάξας ἕκαστον εἰς τὴν ἰδίαν οἰκίαν ἐπανελθόντας μετὰ σπουδῆς ἐπὶ τὴν θύραν ἐπιγράψαι ΤΑΡΑΝΤΙΝΟΥ.τῷ δʼ ἐπὶ τὴν Ῥωμαϊκὴν κατάλυσιν ἐπιγράψαντι ταὐτὸ τοῦτο θάνατον ὥρισε τὴν ζημίαν.αὐτὸς δὲ διελὼν τοὺς ἐπιτηδειοτάτους τῶν ἐπὶ τῶν πραγμάτων ἐφῆκε διαρπάζειν τὰς τῶν Ῥωμαίων οἰκίας, σύνθημα δοὺς πολεμίας νομίζειν τὰς ἀνεπιγράφους, τοὺς δὲ λοιποὺς συνέχων ἐν τάξει τούτοις ἐφέδρους.πολλῶν δὲ καὶ παντοδαπῶν κατασκευασμάτων ἁθροισθέντων ἐκ τῆς διαρπαγῆς, καὶ γενομένης ὠφελείας τοῖς Καρχηδονίοις ἀξίας τῶν προσδοκωμένων ἐλπίδων,