τὸν δὲ Βῶλιν ἀκολουθεῖν τῶν ἄλλων κατόπιν, ἵνʼ ἐπειδὰν παραγένηται πρὸς τὸν τόπον, ἐν ᾧ τοὺς ἐνεδρεύοντας ἑτοίμους ὑπάρχειν ἔδει διὰ τοῦ Καμβύλου, τότʼ ἐπιλαβόμενος κρατοίη τὸν Ἀχαιόν, καὶ μήτε διαδραίη κατὰ τὸν θόρυβον νυκτὸς οὔσης διὰ τόπων ὑλωδῶν, μήθʼ αὑτὸν ῥίψαι κατά τινος κρημνοῦ περιπαθὴς γενόμενος, πέσοι δὲ κατὰ τὴν πρόθεσιν ὑπὸ τὰς τῶν ἐχθρῶν χεῖρας ζωγρίᾳ.τούτων δὲ συγκειμένων, καὶ παραγενομένου τοῦ Βώλιδος ὡς τὸν Καμβύλον, ᾗ μὲν ἦλθε νυκτί, ταύτῃ παράγει πρὸς τὸν Ἀντίοχον τὸν Βῶλιν ὁ Καμβύλος μόνος πρὸς μόνον.ἀποδεξαμένου δὲ τοῦ βασιλέως φιλοφρόνως, καὶ δόντος πίστεις ὑπὲρ τῶν ἐπαγγελιῶν, καὶ παρακαλέσαντος ἀμφοτέρους διὰ πλειόνων μηκέτι μέλλειν ὑπὲρ τῶν προκειμένων, τότε μὲν ἀνεχώρησαν εἰς τὴν αὑτῶν παρεμβολήν,ὑπὸ δὲ τὴν ἑωθινὴν Βῶλις ἀνέβη μετὰ τοῦ Ἀριανοῦ, καὶ παρεισῆλθεν ἔτι νυκτὸς εἰς τὴν ἄκραν.Ἀχαιὸς δὲ προσδεξάμενος ἐκτενῶς καὶ φιλοφρόνως τὸν Βῶλιν ἀνέκρινε διὰ πλειόνων ὑπὲρ ἑκάστου τῶν κατὰ μέρος.θεωρῶν δὲ καὶ κατὰ τὴν ἐπιφάνειαν τὸν ἄνδρα καὶ κατὰ τὴν ὁμιλίαν ἕλκοντα τὸ τῆς πράξεως στάσιμον, τὰ μὲν περιχαρὴς ἦν διὰ τὴν ἐλπίδα τῆς σωτηρίας, τὰ δὲ πάλιν ἐπτοημένος καὶ πλήρης ἀγωνίας διὰ τὸ μέγεθος τῶν ἀποβησομένων.ὑπάρχων δὲ καὶ κατὰ τὴν διάνοιαν οὐδενὸς ἥττων καὶ κατὰ τὴν ἐν πράγμασι τριβὴν ἱκανός, ὅμως ἀκμὴν ἔκρινε μὴ πᾶσαν εἰς τὸν Βῶλιν ἀνακρεμάσαι τὴν πίστιν.διὸ ποιεῖται τοιούτους λόγους πρὸς αὐτόν, ὅτι κατὰ μὲν τὸ παρὸν οὐκ ἔστι δυνατὸν ἐξελθεῖν αὐτῷ, πέμψει δέ τινας τῶν φίλων μετʼ ἐκείνου τρεῖς ἢ τέτταρας, ὧν συμμιξάντων τοῖς περὶ τὸν Μελαγκόμαν ἕτοιμον αὑτὸν ἔφη παρασκευάσειν πρὸς τὴν ἔξοδον.ὁ μὲν οὖν Ἀχαιὸς ἐποίει τὰ δυνατά· τοῦτο δʼ ἠγνόει, τὸ δὴ λεγόμενον, πρὸς Κρῆτα κρητίζων· ὁ γὰρ Βῶλις οὐθὲν ἀψηλάφητον εἶχε τῶν ἐπινοηθέντων ἂν εἰς τοῦτο τὸ μέρος.πλὴν παραγενομένης τῆς νυκτός, ἐν ᾗ συνεξαποστέλλειν ἔφη τοὺς φίλους, προπέμψας τὸν Ἀριανὸν καὶ τὸν Βῶλιν ἐπὶ τὴν τῆς ἄκρας ἔξοδον μένειν προσέταξε, μέχρις ἂν οἱ μέλλοντες αὐτοῖς συνεξορμᾶν παραγένωνται.τῶν δὲ πειθαρχησάντων, κοινωσάμενος παρʼ αὐτὸν τὸν καιρὸν τῇ γυναικὶ καὶ ποιήσας διὰ τὸ παράδοξον τὴν Λαοδίκην ἔκφρονα, χρόνον μέν τινα λιπαρῶν ταύτην καὶ καταπραΰνων ταῖς προσδοκωμέναις ἐλπίσι προσεκαρτέρει,μετὰ δὲ ταῦτα πέμπτος αὐτὸς γενόμενος, καὶ τοῖς μὲν ἄλλοις μετρίας ἐσθῆτας ἀναδούς, αὐτὸς δὲ λιτὴν καὶ τὴν τυχοῦσαν ἀναλαβὼν καὶ ταπεινὸν αὑτὸν ποιήσας προῆγε,συντάξας ἑνὶ τῶν φίλων αὐτὸν αἰὲν ἀποκρίνασθαι πρὸς τὸ λεγόμενον ὑπὸ τῶν περὶ τὸν Ἀριανὸν καὶ πυνθάνεσθαι παρʼ ἐκείνων ἀεὶ τὸ κατεπεῖγον, περὶ δὲ τῶν ἄλλων φάναι βαρβάρους αὐτοὺς ὑπάρχειν.ἐπεὶ δὲ συνέμιξαν τοῖς περὶ τὸν Ἀριανόν, ἡγεῖτο μὲν αὐτὸς αὐτῶν διὰ τὴν ἐμπειρίαν, ὁ δὲ Βῶλις κατόπιν ἐπέστη κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν, ἀπορῶν καὶ δυσχρηστούμενος ὑπὲρ τοῦ συμβαίνοντος·καίπερ γὰρ ὢν Κρὴς καὶ πᾶν ἄν τι κατὰ τοῦ πέλας ὑποπτεύσας, ὅμως οὐκ ἠδύνατο διὰ τὸ σκότος συννοῆσαι τὸν Ἀχαιόν, οὐχ οἷον τίς ἐστιν, ἀλλʼ οὐδὲ καθάπαξ εἰ πάρεστι.τῆς δὲ καταβάσεως κρημνώδους μὲν καὶ δυσβάτου κατὰ τὸ πλεῖστον ὑπαρχούσης, ἔν τισι δὲ τόποις καὶ λίαν ἐπισφαλεῖς ἐχούσης καὶ κινδυνώδεις καταφοράς, ὁπότε παραγένοιτο πρός τινα τοιοῦτον τόπον, τῶν μὲν ἐπιλαμβανομένων, τῶν δὲ πάλιν ἐκδεχομένων τὸν Ἀχαιόν,οὐ δυναμένων γὰρ καθόλου τὴν ἐκ τῆς συνηθείας καταξίωσιν στέλλεσθαι πρὸς τὸν παρόντα καιρόν, ταχέως ὁ Βῶλις συνῆκε τίς ἐστι καὶ ποῖος αὐτῶν ὁ Ἀχαιός.ἐπεὶ δὲ παρεγένοντο πρὸς τὸν τῷ Καμβύλῳ διατεταγμένον τόπον, καὶ τὸ σύνθημα προσσυρίξας ὁ Βῶλις ἀπέδωκε, τῶν μὲν ἄλλων οἱ διαναστάντες ἐκ τῆς ἐνέδρας ἐπελάβοντο,τὸν δʼ Ἀχαιὸν αὐτὸς ὁ Βῶλις ὁμοῦ τοῖς ἱματίοις, ἔνδον τὰς χεῖρας ἔχοντα, συνήρπασε, φοβηθεὶς μὴ συννοήσας τὸ γινόμενον ἐπιβάλοιτο διαφθείρειν αὑτόν· καὶ γὰρ εἶχε μάχαιραν ἐφʼ αὑτῷ παρεσκευασμένος.ταχὺ δὲ καὶ πανταχόθεν κυκλωθεὶς ὑποχείριος ἐγένετο τοῖς ἐχθροῖς, καὶ παραχρῆμα μετὰ τῶν φίλων ἀνήγετο πρὸς τὸν Ἀντίοχον.ὁ δὲ βασιλεύς, πάλαι μετέωρος ὢν τῇ διανοίᾳ καὶ καραδοκῶν τὸ συμβησόμενον, ἀπολύσας τοὺς ἐκ τῆς συνουσίας ἔμενε μόνος ἐγρηγορὼς ἐν τῇ σκηνῇ μετὰ δυεῖν ἢ τριῶν σωματοφυλάκων.παρεισελθόντων δὲ τῶν περὶ τὸν Καμβύλον καὶ καθισάντων τὸν Ἀχαιὸν ἐπὶ τὴν γῆν δεδεμένον, εἰς τοιαύτην ἀφασίαν ἦλθε διὰ τὸ παράδοξον ὥστε πολὺν μὲν χρόνον ἀποσιωπῆσαι, τὸ δὲ τελευταῖον συμπαθὴς γενέσθαι καὶ δακρῦσαι. τοῦτο δʼ ἔπαθεν ὁρῶν,ὡς ἔμοιγε δοκεῖ, τὸ δυσφύλακτον καὶ παράλογον τῶν ἐκ τῆς τύχης συμβαινόντων.Ἀχαιὸς γὰρ ἦν Ἀνδρομάχου μὲν υἱὸς τοῦ Λαοδίκης ἀδελφοῦ τῆς Σελεύκου γυναικός, ἔγημε δὲ Λαοδίκην τὴν Μιθριδάτου τοῦ βασιλέως θυγατέρα, κύριος δʼ ἐγεγόνει τῆς ἐπὶ τάδε τοῦ Ταύρου πάσης.δοκῶν δὲ τότε καὶ ταῖς αὑτοῦ δυνάμεσι καὶ ταῖς τῶν ὑπεναντίων ἐν ὀχυρωτάτῳ τόπῳ τῆς οἰκουμένης διατρίβειν, ἐκάθητο δεδεμένος ἐπὶ τῆς γῆς, ὑποχείριος γενόμενος τοῖς ἐχθροῖς, οὐδέπω γινώσκοντος οὐθενὸς ἁπλῶς τὸ γεγονὸς πλὴν τῶν πραξάντων.