διόπερ ἀφέμενοι τούτων ἐπὶ τὴν Λακωνικὴν ἐπάνιμεν πολιτείαν.δοκεῖ δή μοι Λυκοῦργος πρὸς μὲν τὸ σφίσιν ὁμονοεῖν τοὺς πολίτας καὶ πρὸς τὸ τὴν Λακωνικὴν τηρεῖν ἀσφαλῶς, ἔτι δὲ τὴν ἐλευθερίαν διαφυλάττειν τῇ Σπάρτῃ βεβαίως, οὕτως νενομοθετηκέναι καὶ προνενοῆσθαι καλῶς ὥστε θειοτέραν τὴν ἐπίνοιαν ἢ κατʼ ἄνθρωπον αὐτοῦ νομίζειν.ἡ μὲν γὰρ περὶ τὰς κτήσεις ἰσότης καὶ περὶ τὴν δίαιταν ἀφέλεια καὶ κοινότης σώφρονας μὲν ἔμελλε τοὺς κατʼ ἰδίαν βίους παρασκευάζειν, ἀστασίαστον δὲ τὴν κοινὴν παρέξεσθαι πολιτείαν, ἡ δὲ πρὸς τοὺς πόνους καὶ πρὸς τὰ δεινὰ τῶν ἔργων ἄσκησις ἀλκίμους καὶ γενναίους ἀποτελέσειν ἄνδρας.ἑκατέρων δὲ τούτων ὁμοῦ συνδραμόντων εἰς μίαν ψυχὴν ἢ πόλιν, ἀνδρείας καὶ σωφροσύνης, οὐτʼ ἐξ αὐτῶν φῦναι κακίαν εὐμαρὲς οὔθʼ ὑπὸ τῶν πέλας χειρωθῆναι ῥᾴδιον.διόπερ οὕτως καὶ διὰ τούτων συστησάμενος τὴν πολιτείαν, βεβαίαν μὲν τῇ συμπάσῃ Λακωνικῇ παρεσκεύασε τὴν ἀσφάλειαν, πολυχρόνιον δὲ τοῖς Σπαρτιάταις αὐτοῖς ἀπέλιπε τὴν ἐλευθερίαν.πρὸς μέντοι γε τὴν τῶν πέλας κατάκτησιν καὶ πρὸς ἡγεμονίαν καὶ καθόλου πρὸς πραγμάτων ἀμφισβήτησιν οὔτʼ ἐν τοῖς κατὰ μέρος οὔτʼ ἐν τοῖς ὅλοις δοκεῖ μοι προνοηθῆναι καθάπαξ οὐδέν.λοιπὸν ἦν τοιαύτην τινὰ παρεισαγαγεῖν [δεῖ] τοῖς πολίταις ἀνάγκην ἢ πρόθεσιν, διʼ ἧς ὥσπερ καὶ περὶ τοὺς κατʼ ἰδίαν βίους αὐτάρκεις αὐτοὺς παρεσκεύασε καὶ λιτούς, οὕτως καὶ τὸ κοινὸν ἔθος τῆς πόλεως αὔταρκες ἔμελλε γίνεσθαι καὶ σῶφρον.νῦν δʼ ἀφιλοτιμοτάτους καὶ νουνεχεστάτους ποιήσας περί τε τοὺς ἰδίους βίου, καὶ τὰ τῆς σφετέρας πόλεως νόμιμα, πρὸς τοὺς ἄλλους Ἕλληνας φιλοτιμοτάτους καὶ φιλαρχοτάτους καὶ πλεονεκτικωτάτους ἀπέλιπε.τοῦτο μὲν γὰρ τίς οὐκ οἶδε διότι πρῶτοι σχεδὸν τῶν Ἑλλήνων ἐπιθυμήσαντες τῆς τῶν ἀστυγειτόνων χώρας διὰ πλεονεξίαν ἐπʼ ἐξανδραποδισμῷ Μεσσηνίοις πόλεμον ἐξήνεγκαν;τοῦτο δὲ τίς οὐχ ἱστόρηκεν ὡς διὰ φιλονεικίαν ἐνόρκους σφᾶς ἐποίησαν μὴ πρόσθεν λύσειν τὴν πολιορκίαν πρὶν ἢ κατὰ κράτος ἑλεῖν τὴν Μεσσήνην;καὶ μὴν τοῦτο γνώριμον ὑπάρχει πᾶσιν, ὡς διὰ τὴν ἐν τοῖς Ἕλλησι φιλαρχίαν, οὓς ἐνίκησαν μαχόμενοι, τούτοις αὖτις ὑπέμειναν ποιεῖν τὸ προσταττόμενον.ἐπιπορευομένους μὲν γὰρ τοὺς Πέρσας ἐνίκων διαγωνιζόμενοι περὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας·ἐπανελθοῦσι δὲ καὶ φυγοῦσι προύδωκαν ἐκδότους τὰς Ἑλληνίδας πόλεις κατὰ τὴν ἐπʼ Ἀνταλκίδου γενομένην εἰρήνην χάριν τοῦ χρημάτων εὐπορῆσαι πρὸς τὴν κατὰ τῶν Ἑλλήνων δυναστείαν,ὅτε δὴ καὶ τὸ τῆς νομοθεσίας ἐλλιπὲς συνώφθη παρʼ αὐτοῖς.ἕως μὲν γὰρ τῆς τῶν ἀστυγειτόνων, ἔτι δὲ τῆς Πελοποννησίων αὐτῶν ἀρχῆς ἐφίεντο, συνεξεποιοῦντο ταῖς ἐκ τῆς Λακωνικῆς αὐτῆς ἐπαρκείαις καὶ χορηγίαις, προχείρους μὲν ἔχοντες τὰς τῶν ἐπιτηδείων παρασκευάς, ταχείας δὲ ποιούμενοι τὰς εἰς τὴν οἰκείαν ἐπανόδους καὶ παρακομιδάς.ἐπεὶ δὲ στόλους μὲν ἐπεβάλλοντο κατὰ θάλατταν ἐκπέμπειν, στρατεύειν δὲ πεζικοῖς στρατοπέδοις ἔξω Πελοποννήσου, δῆλον ὡς οὔτε τὸ νόμισμα τὸ σιδηροῦν οὔθʼ ἡ τῶν ἐπετείων καρπῶν ἀλλαγὴ πρὸς τὰ λείποντα τῆς χρείας ἔμελλεν αὐτοῖς ἐξαρκεῖν κατὰ τὴν Λυκούργου νομοθεσίαν·προσεδεῖτο γὰρ τὰ πράγματα κοινοῦ νομίσματος καὶ ξενικῆς παρασκευῆς.ὅθεν ἠναγκάσθησαν ἐπὶ θύρας μὲν πορεύεσθαι τὰς Περσῶν, φόρους δὲ τοῖς νησιώταις ἐπιτάττειν, ἀργυρολογεῖν δὲ πάντας τοὺς Ἕλληνας, γνόντες ὡς οὐχ οἷόν τε κατὰ τὴν Λυκούργου νομοθεσίαν οὐχ ὅτι τῆς τῶν Ἑλλήνων ἡγεμονίας, ἀλλʼ οὐδὲ πραγμάτων ἀντιποιεῖσθαι τὸ παράπαν.τίνος οὖν χάριν εἰς ταῦτα παρεξέβην; ἵνα γένηται διʼ αὐτῶν τῶν πραγμάτων συμφανὲς ὅτι πρὸς μὲν τὸ τὰ σφέτερα βεβαίως διαφυλάττειν καὶ πρὸς τὸ τὴν ἐλευθερίαν τηρεῖν αὐτάρκης ἐστὶν ἡ Λυκούργου νομοθεσία,καὶ τοῖς γε τοῦτο τὸ τέλος ἀποδεχομένοις τῆς πολιτείας συγχωρητέον ὡς οὔτʼ ἔστιν οὔτε γέγονεν οὐδὲν αἱρετώτερον τοῦ Λακωνικοῦ καταστήματος καὶ συντάγματος.εἰ δέ τις μειζόνων ἐφίεται, κἀκείνου κάλλιον καὶ σεμνότερον εἶναι νομίζει τὸ πολλῶν μὲν ἡγεῖσθαι, πολλῶν δʼ ἐπικρατεῖν καὶ δεσπόζειν, πάντας δʼ εἰς αὐτὸν ἀποβλέπειν καὶ νεύειν πρὸς αὐτόν,τῇδέ πῃ συγχωρητέον τὸ μὲν Λακωνικὸν ἐνδεὲς εἶναι πολίτευμα, τὸ δὲ Ῥωμαίων διαφέρειν καὶ δυναμικωτέραν ἔχειν τὴν σύστασιν.δῆλον δὲ τοῦτʼ ἐξ αὐτῶν γέγονε τῶν πραγμάτων. Λακεδαιμόνιοι μὲν γὰρ ὁρμήσαντες ἐπὶ τὸ κατακτᾶσθαι τὴν τῶν Ἑλλήνων ἡγεμονίαν, ταχέως ἐκινδύνευσαν καὶ περὶ τῆς σφετέρας ἐλευθερίας·Ῥωμαῖοι δὲ τῆς Ἰταλιωτῶν αὐτῶν ἐπιλαβόμενοι δυναστείας, ἐν ὀλίγῳ χρόνῳ πᾶσαν ὑφʼ ἑαυτοὺς ἐποιήσαντο τὴν οἰκουμένην, οὐ μικρὰ πρὸς τὸ καθικέσθαι τῆς πράξεως ταύτης συμβαλλομένης αὐτοῖς τῆς εὐπορίας καὶ τῆς ἑτοιμότητος τῆς κατὰ τὰς χορηγίας.τὸ δὲ Καρχηδονίων πολίτευμα τὸ μὲν ἀνέκαθέν μοι δοκεῖ καλῶς κατά γε τὰς ὁλοσχερεῖς διαφορὰς συνεστάσθαι.καὶ γὰρ βασιλεῖς ἦσαν παρʼ αὐτοῖς, καὶ τὸ γερόντιον εἶχε τὴν ἀριστοκρατικὴν ἐξουσίαν, καὶ τὸ πλῆθος ἦν κύριον τῶν καθηκόντων αὐτῷ· καθόλου δὲ τὴν τῶν ὅλων ἁρμογὴν εἶχε παραπλησίαν τῇ Ῥωμαίων καὶ Λακεδαιμονίων.