τῆς δὲ ταφρείας καὶ χαρακοποιίας δύο μὲν ἐπιβάλλουσι πλευραὶ τοῖς συμμάχοις, παρʼ ἃς καὶ στρατοπεδεύει τὸ κέρας αὐτῶν ἑκάτερον, δύο δὲ τοῖς Ῥωμαίοις, ἑκατέρῳ τῷ στρατοπέδῳ μία.διαιρεθείσης δὲ τῆς πλευρᾶς ἑκάστης κατὰ σημαίαν, τὴν μὲν κατὰ μέρος ἐπιμέλειαν οἱ ταξίαρχοι ποιοῦνται παρεστῶτες, τὴν δὲ καθόλου δοκιμασίαν τῆς πλευρᾶς δύο τῶν χιλιάρχων.ὁμοίως δὲ καὶ τὴν λοιπὴν τὴν κατὰ τὸ στρατόπεδον ἐπιμέλειαν οὗτοι ποιοῦνται· κατὰ δύο γὰρ σφᾶς αὐτοὺς διελόντες ἀνὰ μέρος τῆς ἑκμήνου τὴν δίμηνον ἄρχουσι, καὶ πάσης οἱ λαχόντες τῆς ἐν τοῖς ὑπαίθροις προΐστανται χρείας.ὁ δʼ αὐτὸς τρόπος τῆς ἀρχῆς ἐστι καὶ τῶν πραιφέκτων περὶ τοὺς συμμάχους.οἱ δʼ ἱππεῖς καὶ ταξίαρχοι πάντες ἅμα τῷ φωτὶ παραγίνονται πρὸς τὰς τῶν χιλιάρχων σκηνάς, οἱ δὲ χιλίαρχοι πρὸς τὸν ὕπατον.κἀκεῖνος μὲν τὸ κατεπεῖγον ἀεὶ παραγγέλλει τοῖς χιλιάρχοις, οἱ δὲ χιλίαρχοι τοῖς ἱππεῦσι καὶ ταξιάρχοις, οὗτοι δὲ τοῖς πολλοῖς, ὅταν ἑκάστων ὁ καιρὸς ᾖ.τὴν δὲ τοῦ νυκτερινοῦ συνθήματος παράδοσιν ἀσφαλίζονται τὸν τρόπον τοῦτον.καθʼ ἕκαστον γένος καὶ τῶν ἱππέων καὶ τῶν πεζῶν ἐκ τῆς δεκάτης σημαίας καὶ τελευταίας στρατοπεδευούσης κατὰ τὰς ῥύμας, ἐκ τούτων εἷς ἑκάστης ἀνὴρ λαμβάνεται κατʼ ἐκλογήν, ὃς τῶν μὲν κατὰ τὰς φυλακὰς λειτουργιῶν ἀπολύεται, παραγίνεται δὲ καθʼ ἡμέραν δύνοντος ἡλίου πρὸς τὴν τοῦ χιλιάρχου σκηνήν, καὶ λαβὼν τὸ σύνθημα — τοῦτο δʼ ἐστὶ πλατεῖον ἐπιγεγραμμένον —ἀπαλλάττεται πάλιν. ἀναχωρήσας δʼ ἐπὶ τὴν αὑτοῦ σημαίαν τό τε ξυλήφιον παρέδωκε καὶ τὸ σύνθημα μετὰ μαρτύρων τῷ τῆς ἐχομένης σημαίας ἡγεμόνι, παραπλησίως δὲ πάλιν οὗτος τῷ τῆς ἐχομένης.τὸ δʼ ὅμοιον ἑξῆς ποιοῦσι πάντες, ἕως ἂν ἐπὶ τὰς πρώτας καὶ σύνεγγυς τοῖς χιλιάρχοις στρατοπεδευούσας σημαίας ἐξικνῆται. τούτους δὲ δεῖ τὸ πλατεῖον ἔτι φωτὸς ὄντος ἀναφέρειν πρὸς τοὺς χιλιάρχους.κἂν μὲν ἀνενεχθῇ πάντα τὰ δοθέντα, γινώσκει διότι δέδοται τὸ σύνθημα πᾶσι καὶ διὰ πάντων εἰς αὐτὸν ἥκει·ἐὰν δʼ ἐλλείπῃ τι, παρὰ πόδας ζητεῖ τὸ γεγονός, εἰδὼς ἐκ τῆς ἐπιγραφῆς ἐκ ποίου μέρους οὐχ ἥκει τὸ πλατεῖον. οὗ δʼ ἂν εὑρεθῇ τὸ κώλυμα, τυγχάνει τῆς καθηκούσης ζημίας.τὰ δὲ περὶ τὰς νυκτερινὰς φυλακὰς οὕτως οἰκονομεῖται παρʼ αὐτοῖς.τὸν μὲν στρατηγὸν καὶ τὴν τούτου σκηνὴν ἡ παρακοιτοῦσα σημαία φυλάττει, τὰς δὲ τῶν χιλιάρχων καὶ τοὺς τῶν ἱππέων οὐλαμοὺς οἱ διατεταγμένοι κατὰ τὸν ἄρτι λόγον ἐξ ἑκάστης σημαίας.ὁμοίως δὲ καὶ παρʼ ἕκαστον τάγμα πάντες ἐξ ἑαυτῶν τιθέασι φυλακήν· τὰς δὲ λοιπὰς ὁ στρατηγὸς ἀποτάττει.γίνονται δʼ ὡς ἐπίπαν τρεῖς φυλακαὶ παρὰ τὸν ταμίαν, καὶ παρʼ ἕκαστον τῶν πρεσβευτῶν καὶ συμβούλων δύο.τὴν δʼ ἐκτὸς ἐπιφάνειαν οἱ γροσφομάχοι πληροῦσι, παρʼ ὅλον καθʼ ἡμέραν τὸν χάρακα παρακοιτοῦντες — αὕτη γὰρ ἐπιτέτακται τούτοις ἡ λειτουργία — ἐπί τε τῶν εἰσόδων ἀνὰ δέκα ποιοῦνται τούτων αὐτῶν τὰς προκοιτίας.τῶν δʼ εἰς τὰς φυλακὰς ἀποταχθέντων ἀφʼ ἑκάστου φυλακείου τὸν τὴν πρώτην μέλλοντα τηρεῖν εἷς ἐξ ἑκάστης σημαίας οὐραγὸς ἄγει πρὸς τὸν χιλίαρχον ἑσπέρας·ὁ δὲ δίδωσι τούτοις πᾶσι ξυλήφια κατὰ φυλακήν, βραχέα τελέως, ἔχοντα χαρακτῆρα. λαβόντες δʼ οὗτοι μὲν ἐπὶ τοὺς ἀποδεδειγμένους ἀπαλλάττονται τόπους.ἡ δὲ τῆς ἐφοδείας πίστις εἰς τοὺς ἱππεῖς ἀνατίθεται. δεῖ γὰρ τὸν πρῶτον ἰλάρχην καθʼ ἕκαστον στρατόπεδον ἑνὶ τῶν οὐραγῶν τῶν αὑτοῦ παραγγεῖλαι πρῲ παράγγελμα τοιοῦτον, ἵνα τέτταρσιν οὗτος ἐμφανίσῃ νεανίσκοις τῶν ἐκ τῆς ἰδίας ἴλης πρὸ ἀρίστου τοῖς μέλλουσιν ἐφοδεύειν.μετὰ δὲ ταῦτα τῷ τῆς ἐχομένης ἴλης ἡγεμόνι δεῖ τὸν αὐτὸν ἀφʼ ἑσπέρας παραγγεῖλαι διότι τούτῳ καθήκει τὰ περὶ τῆς ἐφοδείας φροντίζειν εἰς τὴν αὔριον.τοῦτον δʼ ἀκούσαντα παραπλησίως ταὐτὰ δεῖ ποιεῖν τοῖς προειρημένοις εἰς τὴν ἐπιοῦσαν ἡμέραν· ὁμοίως δὲ καὶ τοὺς ἑξῆς.οἱ δὲ προκριθέντες ὑπὸ τῶν οὐραγῶν ἐκ τῆς πρώτης ἴλης τέτταρες, ἐπειδὰν διαλάχωσι τὰς φυλακάς, πορεύονται πρὸς τὸν χιλίαρχον, καὶ γραφὴν λαμβάνουσι πόσου καὶ πόσας ἐφοδεῦσαι δεῖ φυλακάς.μετὰ δὲ ταῦτα παρακοιτοῦσιν οἱ τέτταρες παρὰ τὴν πρώτην σημαίαν τῶν τριαρίων· ὁ γὰρ ταύτης ταξίαρχος τὴν ἐπιμέλειαν ποιεῖται τοῦ κατὰ φυλακὴνβουκανᾶν. συνάψαντος δὲ τοῦ καιροῦ τὴν πρώτην ἐφοδεύει φυλακὴν ὁ ταύτην λαχών, ἔχων μεθʼ αὑτοῦ μάρτυρας τῶν φίλων.ἐπιπορεύεται δὲ τοὺς ῥηθέντας τόπους, οὐ μόνον τοὺς περὶ τὸν χάρακα καὶ τὰς εἰσόδους, ἀλλὰ καὶ τοὺς κατὰ σημαίαν ἅπαντας καὶ τοὺς κατʼ οὐλαμόν·κἂν μὲν εὕρῃ τοὺς φυλάττοντας τὴν πρώτην ἐγρηγορότας, λαμβάνει παρὰ τούτων τὸ κάρφος· ἐὰν δʼ εὕρῃ κοιμώμενον ἢ λελοιπότα τινὰ τὸν τόπον, ἐπιμαρτυράμενος τοὺς σύνεγγυς ἀπαλλάττεται.τὸ δὲ παραπλήσιον γίνεται καὶ ὑπὸ τῶν τὰς ἑξῆς φυλακὰς ἐφοδευόντων.τὴν δʼ ἐπιμέλειαν τοῦ κατὰ φυλακὴν βουκανᾶν, ὡς ἀρτίως εἶπον, ἵνα σύμφωνον ᾖ τοῖς ἐφοδεύουσι πρὸς τοὺς φυλάττοντας, οἱ τῆς πρώτης σημαίας τῶν τριαρίων ἐξ ἑκατέρου τοῦ στρατοπέδου ταξίαρχοι καθʼ ἡμέραν ποιοῦνται.