στήσαντες δʼ ἐπὶ τούτων τὴν διήγησιν τὸν ὑπὲρ τῆς Ῥωμαίων πολιτείας συστησόμεθα λόγον,ᾧ κατὰ τὸ συνεχὲς ὑποδείξομεν ὅτι μέγιστα συνεβάλετʼ αὐτοῖς ἡ τοῦ πολιτεύματος ἰδιότης πρὸς τὸ μὴ μόνον ἀνακτήσασθαι τὴν Ἰταλιωτῶν καὶ Σικελιωτῶν δυναστείαν, ἔτι δὲ τὴν Ἰβήρων προσλαβεῖν καὶ Κελτῶν ἀρχήν,ἀλλὰ τὸ τελευταῖον καὶ πρὸς τὸ κρατήσαντας τῷ πολέμῳ Καρχηδονίων ἔννοιαν σχεῖν τῆς τῶν ὅλων ἐπιβολῆς. [].ὅταν δὲ τὰς Ἑλληνικὰς πράξεις τὰς κατὰ τὴν αὐτὴν ὀλυμπιάδα γενομένας διεξιόντες ἐπιστῶμεν τοῖς καιροῖς τούτοις, τότʼ ἤδη προθέμενοι ψιλῶς τὸν ὑπὲρ αὐτῆς τῆς Ῥωμαίων πολιτείας ποιησόμεθα λόγον,νομίζοντες οὐ μόνον πρὸς τὴν τῆς ἱστορίας σύνταξιν οἰκείαν εἶναι τὴν περὶ αὐτῆς ἐξήγησιν, ἀλλὰ καὶ πρὸς τὰς τῶν πολιτευμάτων διορθώσεις καὶ κατασκευὰς μεγάλα συμβάλλεσθαι τοῖς φιλομαθοῦσι καὶ πραγματικοῖς τῶν ἀνδρῶν []. καὶ τί δήποτʼ ἔστι τὸ αἴτιον,ἀπορήσαι τις ἄν, ὅτι κεκρατηκότες οἱ Ῥωμαῖοι τῶν ὅλων καὶ πολλαπλασίαν ἔχοντες ὑπεροχὴν νῦν ἢ πρόσθεν οὔτʼ ἂν πληρῶσαι τοσαύτας ναῦς οὔτʼ ἀναπλεῦσαι τηλικούτοις στόλοις δυνηθεῖεν;οὐ μὲν ἀλλὰ περὶ μὲν ταύτης τῆς ἀπορίας σαφῶς ἐξέσται τὰς αἰτίας κατανοεῖν, ὅταν ἐπὶ τὴν ἐξήγησιν αὐτῶν τῆς πολιτείας ἔλθωμεν. []. ὑπὲρ τούτου δὲ τοῦ μέρουςεἴρηται πρότερον ἡμῖν διὰ πλειόνων ἐν τοῖς περὶ τῆς πολιτείας. []. τοῦτοδʼ ἔστι, καθάπερ ἡμῖν ἐν τοῖς περὶ τῆς πολιτείας εἴρηται, τῶν τριῶν ἓν σύστημα, διʼ ὧν συμβαίνει τὰς ἐπιφανεστάτας θυσίας ἐν τῇ Ῥώμῃ συντελεῖσθαι τοῖς θεοῖς. [].οὐκ ἀγνοῶ μὲν οὖν διότι τινὲς διαπορήσουσι πῶς ἀφέμενοι τοῦ συνάπτειν καὶ προστιθέναι τὸ συνεχὲς τῆς διηγήσεως, εἰς τοῦτον ἀπεθέμεθα τὸν καιρὸν τὸν ὑπὲρ τῆς προειρημένης πολιτείας ἀπολογισμόν·ἐμοὶ δʼ ὅτι μὲν ἦν ἐξ ἀρχῆς ἕν τι τῶν ἀναγκαίων καὶ τοῦτο τὸ μέρος τῆς ὅλης προθέσεως, ἐν πολλοῖς οἶμαι δῆλον αὐτὸ πεποιηκέναι,μάλιστα δʼ ἐν τῇ καταβολῇ καὶ προεκθέσει τῆς ἱστορίας, ἐν ᾗ τοῦτο κάλλιστον ἔφαμεν, ἅμα δʼ ὠφελιμώτατον εἶναι τῆς ἡμετέρας ἐπιβολῆς τοῖς ἐντυγχάνουσι τῇ πραγματείᾳ τὸ γνῶναι καὶ μαθεῖν πῶς καὶ τίνι γένει πολιτείας ἐπικρατηθέντα σχεδὸν πάντα τὰ κατὰ τὴν οἰκουμένην ἐν οὐδʼ ὅλοις πεντήκοντα καὶ τρισὶν ἔτεσιν ὑπὸ μίαν ἀρχὴν τὴν Ῥωμαίων ἔπεσεν, ὃ πρότερον οὐχ εὑρίσκεται γεγονός.κεκριμένου δὲ τούτου καιρὸν οὐχ ἑώρων ἐπιτηδειότερον εἰς ἐπίστασιν καὶ δοκιμασίαν τῶν λέγεσθαι μελλόντων ὑπὲρ τῆς πολιτείας τοῦ νῦν ἐνεστῶτος.καθάπερ γὰρ οἱ κατʼ ἰδίαν ὑπὲρ τῶν φαύλων ἢ τῶν σπουδαίων ἀνδρῶν ποιούμενοι τὰς διαλήψεις, ἐπειδὰν ἀληθῶς πρόθωνται δοκιμάζειν, οὐκ ἐκ τῆς ἀπεριστάτου ῥᾳστώνης κατὰ τὸν βίον ποιοῦνται τὰς ἐπισκέψεις, ἀλλʼ ἐκ τῶν ἐν ταῖς ἀτυχίαις περιπετειῶν καὶ τῶν ἐν ταῖς ἐπιτυχίαις κατορθωμάτων,μόνον νομίζοντες εἶναι ταύτην ἀνδρὸς τελείου βάσανον τὸ τὰς ὁλοσχερεῖς μεταβολὰς τῆς τύχης μεγαλοψύχως δύνασθαι καὶ γενναίως ὑποφέρειν, τὸν αὐτὸν τρόπον χρὴ θεωρεῖν καὶ πολιτείαν.διόπερ οὐχ ὁρῶν ποίαν ἄν τις ὀξυτέραν ἢ μείζονα λάβοι μεταβολὴν τῶν καθʼ ἡμᾶς τῆς γε Ῥωμαίοις συμβάσης, εἰς τοῦτον ἀπεθέμην τὸν καιρὸν τὸν ὑπὲρ τῶν προειρημένων ἀπολογισμόν· γνοίη δʼ ἄν τις τὸ μέγεθος τῆς μεταβολῆς ἐκ τούτων. ζήτει ἐν τῷ περὶ στρατηγίας. []ὅτι τὸ ψυχαγωγοῦν ἅμα καὶ τὴν ὠφέλειαν ἐπιφέρον τοῖς φιλομαθοῦσι τοῦτʼ ἔστιν ἡ τῶν αἰτιῶν θεωρία καὶ τοῦ βελτίονος ἐν ἑκάστοις αἵρεσις.μεγίστην δʼ αἰτίαν ἡγητέον ἐν ἅπαντι πράγματι καὶ πρὸς ἐπιτυχίαν καὶ τοὐναντίον τὴν τῆς πολιτείας σύστασιν·ἐκ γὰρ ταύτης ᾗπερ ἐκ πηγῆς οὐ μόνον ἀναφέρεσθαι συμβαίνει πάσας τὰς ἐπινοίας καὶ τὰς ἐπιβολὰς τῶν ἔργων, ἀλλὰ καὶ συντέλειαν λαμβάνειν. []τὸ γὰρ ἀδύνατον ἐν τῷ ψεύδει μόνον οὐδʼ ἀπολογίαν ἐπιδέχεται τοῖς ἁμαρτάνουσιν. []τῶν μὲν γὰρ Ἑλληνικῶν πολιτευμάτων ὅσα πολλάκις μὲν ηὔξηται, πολλάκις δὲ τῆς εἰς τἀναντία μεταβολῆς ὁλοσχερῶς πεῖραν εἴληφε, ῥᾳδίαν εἶναι συμβαίνει καὶ τὴν ὑπὲρ τῶν προγεγονότων ἐξήγησιν καὶ τὴν ὑπὲρ τοῦ μέλλοντος ἀπόφασιν·τό τε γὰρ ἐξαγγεῖλαι τὰ γινωσκόμενα ῥᾴδιον, τό τε προειπεῖν ὑπὲρ τοῦ μέλλοντος στοχαζόμενον ἐκ τῶν ἤδη γεγονότων εὐμαρές.περὶ δὲ τῆς Ῥωμαίων οὐδʼ ὅλως εὐχερὲς οὔτε περὶ τῶν παρόντων ἐξηγήσασθαι διὰ τὴν ποικιλίαν τῆς πολιτείας, οὔτε περὶ τοῦ μέλλοντος προειπεῖν διὰ τὴν ἄγνοιαν τῶν προγεγονότων περὶ αὐτοὺς ἰδιωμάτων καὶ κοινῇ καὶ κατʼ ἰδίαν.διόπερ οὐ τῆς τυχούσης ἐπιστάσεως προσδεῖται καὶ θεωρίας, εἰ μέλλοι τις τὰ διαφέροντα καθαρίως ἐν αὐτῇ συνόψεσθαι.συμβαίνει δὴ τοὺς πλείστους τῶν βουλομένων διδασκαλικῶς ἡμῖν ὑποδεικνύειν περὶ τῶν τοιούτων τρία γένη λέγειν πολιτειῶν, ὧν τὸ μὲν καλοῦσι βασιλείαν, τὸ δʼ ἀριστοκρατίαν, τὸ δὲ τρίτον δημοκρατίαν.δοκεῖ δέ μοι πάνυ τις εἰκότως ἂν ἐπαπορῆσαι πρὸς αὐτούς, πότερον ὡς μόνας ταύτας ἢ καὶ νὴ Δίʼ ὡς ἀρίστας ἡμῖν εἰσηγοῦνται τῶν πολιτειῶν.κατʼ ἀμφότερα γὰρ ἀγνοεῖν μοι δοκοῦσι. δῆλον γὰρ ὡς ἀρίστην μὲν ἡγητέον πολιτείαν τὴν ἐκ πάντων τῶν προειρημένων ἰδιωμάτων συνεστῶσαν·