ἀλλʼ ἅμα ταῖς ἀποτυχίαις ἕπεται βλάβη κατὰ πολλοὺς τρόπους, κατʼ αὐτὸν μὲν τὸν τοῦ πράττειν καιρὸν κίνδυνος περὶ τοὺς ἀρίστους τῶν ἀνδρῶν, ἔτι δὲ μᾶλλον κατὰ τὰς ἀπολύσεις, ὅταν ἅπαξ καταφρονηθῶσι.πολλὰ δὲ καὶ λίαν τῶν τοιούτων ἐστὶ παραδείγματα· πλείους γὰρ ἂν εὕροι τις τῶν ἀποτυγχανόντων ἐν ταῖς τοιαύταις ἐπιβολαῖς τοὺς μὲν ἀπολωλότας, τοὺς δʼ εἰς τὸν ἔσχατον παραγεγονότας κίνδυνον, τῶν ἀβλαβῶς ἀπολελυμένων.πρός γε μὴν τὸ μέλλον ὁμολογουμένως ἀπιστίας καὶ μῖσος ἐξεργάζονται καθʼ αὑτῶν, ἔτι δὲ φυλακὴν παραγγέλλουσι πᾶσιν·οὐ γὰρ μόνον τοῖς παθοῦσιν, ἀλλὰ καὶ τοῖς συνεῖσι τὸ γεγονὸς τρόπον τινὰ παράγγελμα δίδοται προσέχειν αὑτοῖς καὶ φυλάττεσθαι.διόπερ οὐδέποτε ταῖς τοιαύταις ἐπινοίαις εἰκῇ χρηστέον τοὺς ἐπὶ πραγμάτων ταττομένους.ὁ δὲ τρόπος τῆς ἐκμετρήσεως καὶ κατασκευῆς τῶν τοιούτων εὐχερὴς καὶ ἀδιάπτωτος, ἐὰν λαμβάνηται μεθοδικῶς.νῦν μὲν οὖν τὸ συνεχὲς τῆς διηγήσεως ἀποδοτέον· περὶ δὲ τοῦ τοιούτου γένους πάλιν μεταλαβόντες ἁρμόζοντα καιρὸν καὶ τόπον κατὰ τὴν πραγματείαν πειρασόμεθα συνυποδεικνύειν πῶς ἄν τις ἥκιστα περὶ τὰς τοιαύτας ἐπιβολὰς ἁμαρτάνοι.ὁ δὲ Φίλιππος διαψευσθεὶς τῆς πράξεως, καὶ καταστρατοπεδεύσας περὶ τὸν Ἐνιπέα ποταμόν, συνῆγε τὰς παρασκευὰς ἔκ τε τῆς Λαρίσης καὶ τῶν ἄλλων πόλεων, ἃς ἐπεποίητο κατὰ χειμῶνα πρὸς τὴν πολιορκίαν·ἡ γὰρ ὅλη πρόθεσις ἦν αὐτῷ τῆς στρατείας ἐξελεῖν τὰς Φθιώτιδας καλουμένας Θήβας.ἡ δὲ πόλις αὕτη κεῖται μὲν οὐ μακρὰν ἀπὸ τῆς θαλάττης, ἀπέχουσα Λαρίσης ὡς τριακοσίους σταδίους, ἐπίκειται δʼ εὐκαίρως τῇ τε Μαγνησίᾳ καὶ τῇ Θετταλίᾳ, καὶ μάλιστα τῆς μὲν Μαγνησίας τῇ τῶν Δημητριέων χώρᾳ, τῆς δὲ Θετταλίας τῇ τῶν Φαρσαλίων καὶ Φεραίων.ἐξ ἧς καὶ τότε, κατεχόντων αὐτὴν τῶν Αἰτωλῶν καὶ συνεχεῖς ποιουμένων τὰς ἐπιδρομάς, μεγάλα συνέβαινε βλάπτεσθαι τούς τε Δημητριεῖς καὶ τοὺς Φαρσαλίους, ἔτι δὲ Λαρισαίους·πολλάκις γὰρ ἐποιοῦντο τὰς καταδρομὰς ἕως ἐπὶ τὸ καλούμενον Ἀμυρικὸν πεδίον.διόπερ ὁ Φίλιππος οὐκ ἐν μικρῷ τιθέμενος μεγάλην ἐποιεῖτο σπουδὴν ὑπὲρ τοῦ κατὰ κράτος ἐξελεῖν αὐτήν.συναχθέντων δὲ καταπελτῶν μὲν ἑκατὸν πεντήκοντα, πετροβολικῶν δʼ ὀργάνων πέντε καὶ εἴκοσι, προσῆλθε ταῖς Θήβαις, καὶ διελὼν τὸ στρατόπεδον εἰς τρία μέρη διέλαβε τοὺς πέριξ τόπους τῆς πόλεως,καὶ τῷ μὲν ἑνὶ περὶ τὸ Σκόπιον ἐστρατοπέδευσε, τῷ δʼ ἄλλῳ περὶ τὸ καλούμενον Ἡλιοτρόπιον, τὸ δὲ τρίτον εἶχε κατὰ τὸ τῆς πόλεως ὑπερκείμενον ὄρος,τὰ δὲ μεταξὺ τῶν στρατοπέδων τάφρῳ καὶ διπλῷ χάρακι διαλαβὼν ὠχυρώσατο, πρὸς δὲ καὶ πύργοις ξυλίνοις ἠσφαλίσατο, κατὰ πλέθρον στήσας αὐτοὺς μετὰ φυλακῆς τῆς ἀρκούσης.ἑξῆς δὲ τούτοις τὰς παρασκευὰς ἁθροίσας ὁμοῦ πάσας ἤρξατο προσάγειν τὰ μηχανήματα πρὸς τὴν ἄκραν.ἐπὶ μὲν οὖν ἡμέρας τρεῖς τὰς πρώτας οὐδὲν ἠδύνατο προβιβάζειν τῶν ἔργων διὰ τὸ γενναίως καὶ παραβόλως ἀμύνεσθαι τοὺς ἐκ τῆς πόλεως.ἐπειδὴ δὲ διὰ τὴν συνέχειαν τῶν ἀκροβολισμῶν καὶ τὸ πλῆθος τῶν βελῶν οἱ προκινδυνεύοντες τῶν ἐκ τῆς πόλεως οἱ μὲν ἔπεσον, οἱ δὲ κατετραυματίσθησαν, τότε βραχείας ἐνδόσεως γενομένης ἤρξαντο τῶν ὀρυγμάτων οἱ Μακεδόνες.τῇ δὲ συνεχείᾳ, καίπερ ἀντιβαίνοντος τοῦ χωρίου, μόλις ἐναταῖοι πρὸς τὸ τεῖχος ἐξίκοντο.μετὰ δὲ ταῦτα ποιούμενοι τὴν ἐργασίαν ἐκ διαδοχῆς, ὥστε μήθʼ ἡμέρας μήτε νυκτὸς διαλείπειν, ἐν τρισὶν ἡμέραις δύο πλέθρα τοῦ τείχους ὑπώρυξαν καὶ διεστύλωσαν.τῶν δʼ ἐρεισμάτων οὐ δυναμένων ὑποφέρειν τὸ βάρος, ἀλλʼ ἐνδόντων, πεσεῖν συνέβη τὸ τεῖχος πρὸ τοῦ πῦρ ἐμβαλεῖν τοὺς Μακεδόνας.ἐνεργὸν δὲ ποιησαμένων τὴν ἀνακάθαρσιν τοῦ πτώματος, καὶ παρασκευασαμένων πρὸς τὴν εἴσοδον καὶ μελλόντων ἤδη βιάζεσθαι, καταπλαγέντες παρέδοσαν οἱ Θηβαῖοι τὴν πόλιν.ὁ δὲ Φίλιππος διὰ τῆς πράξεως ταύτης ἀσφαλισάμενος τὰ κατὰ τὴν Μαγνησίαν καὶ Θετταλίαν ἀφείλετο τὰς μεγάλας ὠφελείας τῶν Αἰτωλῶν, ἀπεδείξατο δὲ καὶ ταῖς αὑτοῦ δυνάμεσιν ὅτι δικαίως ἐπανείλετο τοὺς περὶ τὸν Λεόντιον, ἐθελοκακήσαντας πρότερον ἐν τῇ περὶ τοὺς Παλαιεῖς πολιορκίᾳ.γενόμενος δὲ κύριος τῶν Θηβῶν τοὺς μὲν ὑπάρχοντας οἰκήτορας ἐξηνδραποδίσατο, Μακεδόνας δʼ εἰσοικίσας Φιλίππου τὴν πόλιν ἀντὶ Θηβῶν κατωνόμασεν.ἤδη δʼ αὐτοῦ συντετελεσμένου τὰ κατὰ τὰς Θήβας, πάλιν ἧκον ὑπὲρ τῶν διαλύσεων παρά τε Χίων καὶ Ῥοδίων καὶ Βυζαντίων πρέσβεις καὶ παρὰ Πτολεμαίου τοῦ βασιλέως·οἷς παραπλησίους ἀποκρίσεις δοὺς ταῖς πρότερον, καὶ φήσας οὐκ ἀλλότριος εἶναι διαλύσεως, ἔπεμψε κελεύσας αὐτοὺς πεῖραν λαμβάνειν καὶ τῶν Αἰτωλῶν.αὐτὸς δὲ τῆς μὲν διαλύσεως ὠλιγώρει, τοῦ δὲ πράττειν τι τῶν ἑξῆς ἀντείχετο.διόπερ ἀκούων τοὺς Σκερδιλαΐδου λέμβους περὶ Μαλέαν λῄζεσθαι καὶ πᾶσι τοῖς ἐμπόροις ὡς πολεμίοις χρῆσθαι, παρεσπονδηκέναι δὲ καὶ τῶν ἰδίων τινὰ πλοίων ἐν Λευκάδι συνορμήσαντα,καταρτίσας δώδεκα μὲν καταφράκτους ναῦς, ὀκτὼ δʼ ἀφράκτους, τριάκοντα δʼ ἡμιολίους, ἔπλει διʼ Εὐρίπου, σπεύδων μὲν καταλαβεῖν καὶ τοὺς Ἰλλυριούς, καθόλου δὲ μετέωρος ὢν ταῖς ἐπιβολαῖς ἐπὶ τὸν κατὰ τῶν Αἰτωλῶν πόλεμον διὰ τὸ μηδέν πω συνεικέναι τῶν ἐν Ἰταλίᾳ γεγονότων.