μετὰ δὲ ταῦτα ποιησάμενοι τὴν ἀναγωγὴν ἐκ τῆς Λευκάδος καὶ πλεύσαντες ὡς ἐπὶ Μαλέας ἐλῄζοντο καὶ κατῆγον τοὺς ἐμπόρους. ἤδη δὲ τοῦ θερισμοῦ συνάπτοντος,καὶ τῶν περὶ τὸν Ταυρίωνα κατολιγωρούντων τῆς τῶν ἄρτι ῥηθεισῶν πόλεων προφυλακῆς, Ἄρατος μὲν ἔχων τοὺς ἐπιλέκτους ἐφήδρευε τῇ τοῦ σίτου κομιδῇ περὶ τὴν Ἀργείαν,Εὐριπίδας δὲ τοὺς Αἰτωλοὺς ἔχων ἐξώδευσε, βουλόμενος κατασῦραι τὴν τῶν Τριταιέων χώραν.οἱ δὲ περὶ Λύκον καὶ Δημόδοκον τὸν τῶν Ἀχαιῶν ἱππάρχην συνέντες τὴν ἐκ τῆς Ἤλιδος τῶν Αἰτωλῶν ἔξοδον, ἐπισυναγαγόντες τοὺς Δυμαίους καὶ τοὺς Πατρεῖς καὶ Φαραιεῖς, σὺν δὲ τούτοις ἔχοντες τοὺς μισθοφόρους, ἐνέβαλον εἰς τὴν Ἠλείαν.παραγενόμενοι δʼ ἐπὶ τὸ Φύξιον καλούμενον τοὺς μὲν εὐζώνους καὶ τοὺς ἱππεῖς ἐφῆκαν εἰς τὴν καταδρομήν, τὰ δὲ βαρέα τῶν ὅπλων ἔκρυψαν περὶ τὸν προειρημένον τόπον.ἐκβοηθησάντων δὲ πανδημεὶ τῶν Ἠλείων ἐπὶ τοὺς κατατρέχοντας καὶ προσκειμένων τοῖς ἀποχωροῦσιν, ἐξαναστάντες οἱ περὶ τὸν Λύκον ἐπέθεντο τοῖς προπεπτωκόσι.τῶν δʼ Ἠλείων οὐ δεξαμένων τὴν ὁρμήν, ἀλλʼ ἐξ ἐπιφανείας τραπέντων, ἀπέκτειναν μὲν αὐτῶν εἰς διακοσίους, ζωγρίᾳ δʼ ἔλαβον ὀγδοήκοντα, συνεκόμισαν δὲ καὶ τὴν περιελαθεῖσαν λείαν ἀσφαλῶς.ἅμα δὲ τούτοις ὁ ναύαρχος τῶν Ἀχαιῶν ποιησάμενος ἀποβάσεις πλεονάκις εἴς τε τὴν Καλυδωνίαν καὶ Ναυπακτίαν τήν τε χώραν κατέσυρε καὶ τὴν βοήθειαν αὐτῶν συνέτριψε δίς.ἔλαβε δὲ καὶ Κλεόνικον τὸν Ναυπάκτιον, ὃς διὰ τὸ πρόξενος ὑπάρχειν τῶν Ἀχαιῶν παραυτὰ μὲν οὐκ ἐπράθη, μετὰ δέ τινα χρόνον ἀφείθη χωρὶς λύτρων.κατὰ δὲ τοὺς αὐτοὺς χρόνους Ἀγήτας ὁ τῶν Αἰτωλῶν στρατηγὸς συναγαγὼν πανδημεὶ τοὺς Αἰτωλοὺς ἐλεηλάτησε μὲν τὴν τῶν Ἀκαρνάνων χώραν, ἐπεπορεύθη δὲ πορθῶν πᾶσαν ἀδεῶς τὴν Ἤπειρον.οὗτος μὲν οὖν ταῦτα πράξας ἐπανελθὼν διαφῆκε τοὺς Αἰτωλοὺς ἐπὶ τὰς πόλεις.οἱ δʼ Ἀκαρνᾶνες ἀντεμβαλόντες εἰς τὴν Στρατικὴν καὶ πανικῷ περιπεσόντες αἰσχρῶς μέν, ἀβλαβῶς γε μὴν ἐπανῆλθον, οὐ τολμησάντων αὐτοὺς ἐπιδιῶξαι τῶν ἐκ τοῦ Στράτου διὰ τὸ νομίζειν ἐνέδρας ἕνεκα ποιεῖσθαι τὴν ἀποχώρησιν.ἐγένετο δὲ καὶ περὶ Φανοτεῖς παλιμπροδοσία τοιόνδε τινὰ τρόπον. Ἀλέξανδρος ὁ τεταγμένος ἐπὶ τῆς Φωκίδος ὑπὸ Φιλίππου συνεστήσατο πρᾶξιν ἐπὶ τοὺς Αἰτωλοὺς διά τινος Ἰάσονος, ὃς ἐτύγχανεν ὑπʼ αὐτοῦ τεταγμένος ἐπὶ τῆς τῶν Φανοτέων πόλεως·ὃς διαπεμψάμενος πρὸς Ἀγήταν τὸν τῶν Αἰτωλῶν στρατηγὸν ὡμολόγησε τὴν ἄκραν αὐτοῖς παραδώσειν τὴν ἐν τοῖς Φανοτεῦσι, καὶ περὶ τούτων ὅρκους ἐποιήσατο καὶ συνθήκας.παραγενομένης δὲ τῆς ταχθείσης ἡμέρας ὁ μὲν Ἀγήτας ἧκεν ἔχων τοὺς Αἰτωλοὺς νυκτὸς πρὸς τοὺς Φανοτεῖς, καὶ τοὺς μὲν λοιποὺς ἐν ἀποστήματι κρύψας ἔμεινε, τοὺς δʼ ἐπιτηδειοτάτους ἑκατὸν ἐπιλέξας ἀπέστειλε πρὸς τὴν ἄκραν,ὁ δʼ Ἰάσων τὸν μὲν Ἀλέξανδρον ἕτοιμον εἶχε μετὰ στρατιωτῶν ἐν τῇ πόλει, τοὺς δὲ νεανίσκους παραλαβὼν κατὰ τοὺς ὅρκους εἰσήγαγε πάντας εἰς τὴν ἀκρόπολιν.τῶν δὲ περὶ τὸν Ἀλέξανδρον εὐθέως ἐπεισπεσόντων, οἱ μὲν ἐπίλεκτοι τῶν Αἰτωλῶν ἑάλωσαν, ὁ δʼ Ἀγήτας ἐπιγενομένης τῆς ἡμέρας συνεὶς τὸ γεγονὸς αὖτις ἐπανῆγε τὴν δύναμιν, οὐκ ἀνοικείῳ πράγματι περιπεπτωκὼς τοῖς πολλάκις ὑφʼ αὑτοῦ πραττομένοις.κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Φίλιππος ὁ βασιλεὺς κατελάβετο Βυλάζωρα, μεγίστην οὖσαν πόλιν τῆς Παιονίας καὶ λίαν εὐκαίρως κειμένην πρὸς τὰς εἰσβολὰς τὰς ἀπὸ τῆς Δαρδανικῆς εἰς Μακεδονίαν, ὥστε διὰ τῆς πράξεως ταύτης σχεδὸν ἀπολελύσθαι τοῦ φόβου τοῦ κατὰ Δαρδανίους·οὐ γὰρ ἔτι ῥᾴδιον ἦν αὐτοῖς ἐμβαλεῖν εἰς Μακεδονίαν κρατοῦντος Φιλίππου τῶν εἰσόδων διὰ τῆς προειρημένης πόλεως.ἀσφαλισάμενος δὲ ταύτην Χρυσόγονον μὲν ἐξαπέστειλε κατὰ σπουδὴν ἐπισυνάξοντα τοὺς ἄνω Μακεδόνας,αὐτὸς δὲ παραλαβὼν τοὺς ἐκ τῆς Βοττίας καὶ τῆς Ἀμφαξίτιδος ἧκεν ἔχων εἰς Ἔδεσσαν. προσδεξάμενος δʼ ἐνταῦθα τοὺς μετὰ Χρυσογόνου Μακεδόνας ἐξώρμησε μετὰ πάσης τῆς δυνάμεως, καὶ παρῆν ἑκταῖος εἰς Λάρισαν.κατὰ δὲ τὸ συνεχὲς ἐνεργῷ νυκτοπορίᾳ χρησάμενος ὑπὸ τὴν ἑωθινὴν ἧκε πρὸς Μελίτειαν, καὶ προσθεὶς τὰς κλιμακίδας τοῖς τείχεσι κατεπείραζε τῆς πόλεως.τῷ μὲν οὖν αἰφνιδίῳ καὶ παραδόξῳ κατεπλήξατο τοὺς Μελιταιεῖς, ὥστε ῥᾳδίως ἂν κρατῆσαι τῆς πόλεως· τῷ δὲ παρὰ πολὺ γενέσθαι τὰς κλίμακας ἐλάττους τῆς χρείας διεψεύσθη τῆςπράξεως. ἐν ᾧ δὴ γένει μάλιστʼ ἄν τις ἐπιτιμήσειε τοῖς ἡγουμένοις.εἴτε γάρ τινες μηδεμίαν πρόνοιαν ποιησάμενοι μηδʼ ἐκμετρησάμενοι τείχη, κρημνούς, ἕτερα τῶν τοιούτων, διʼ ὧν ἐπιβάλλονται ποιεῖσθαι τὴν εἴσοδον, αὐτόθεν ἀσκέπτως παραγίνονται πόλιν καταληψόμενοι, τίς οὐκ ἂν τοῖς τοιούτοις ἐπιτιμήσειεν;εἴτʼ ἐκμετρησάμενοι τὸ καθʼ αὑτούς, κἄπειτα τὴν κατασκευὴν τῶν κλιμάκων καὶ καθόλου τῶν τοιούτων ὀργάνων, ἃ μικρὰν ἔχοντα τὴν ἀσχολίαν ἐν μεγάλῳ δίδωσι τὴν αὑτῶν πεῖραν, εἰκῇ καὶ τοῖς τυχοῦσιν ἀνθρώποις ἐγχειρίζουσι, πῶς οὐκ ἄξιον ἐγκαλεῖν;οὐ γὰρ ἔστιν ἐπὶ τῶν τοιούτων πράξεων ἢ ποιῆσαί τι τῶν δεόντων ἢ μηδὲν παθεῖν δεινόν,