πρὸς δὲ τούτοις εἰς τὰς θυσίας δέκα τάλαντα καὶ τὴν ἐπαύξησιν τῶν πολιτῶν ἄλλα δέκα, χάριν τοῦ τὴν πᾶσαν εἰς ἑκατὸν τάλαντα γενέσθαι δωρεάν.καὶ μὴν ἀτέλειαν τοῖς πρὸς αὐτοὺς πλοϊζομένοις ἔδοσαν καὶ πεντήκοντα καταπέλτας τριπήχεις.καὶ τελευταῖον τοσαῦτα δόντες, ὡς προσοφείλοντες χάριν, ἔστησαν ἀνδριάντας ἐν τῷ τῶν Ῥοδίων δείγματι, στεφανούμενον τὸν δῆμον τῶν Ῥοδίων ὑπὸ τοῦ δήμου τοῦΣυρακοσίων. ἐπηγγείλατο δὲ καὶ Πτολεμαῖος αὐτοῖς ἀργυρίου τάλαντα τριακόσια καὶ σίτου μυριάδας ἀρταβῶν ἑκατόν, ξύλα δὲ ναυπηγήσιμα δέκα πεντήρων καὶ δέκα τριήρων, πευκίνων τετραγώνων πήχεις ἐμμέτρους τετρακισμυρίους,καὶ χαλκοῦ νομίσματος τάλαντα χίλια, στυππίου τρισχίλιʼ, ὀθονίων ἱστοὺς τρισχιλίους,εἰς τὴν τοῦ κολοσσοῦ κατασκευὴν τάλαντα τρισχίλιʼ, οἰκοδόμους ἑκατόν, ὑπουργοὺς τριακοσίους καὶ πεντήκοντα, καὶ τούτοις καθʼ ἕκαστον ἔτος εἰς ὀψώνιον τάλαντα δεκατέτταρα,πρὸς δὲ τούτοις εἰς τοὺς ἀγῶνας καὶ τὰς θυσίας ἀρτάβας σίτου μυρίας δισχιλίας, καὶ μὴν εἰς σιτομετρίαν δέκα τριήρων ἀρτάβας δισμυρίας.καὶ τούτων ἔδωκε τὰ μὲν πλεῖστα παραχρῆμα, τοῦ δʼ ἀργυρίου παντὸς τὸ τρίτον μέρος.παραπλησίως Ἀντίγονος ξύλʼ ἀφʼ ἑκκαιδεκαπήχους ἕως ὀκταπήχους εἰς σφηκίσκων λόγον μύρια, στρωτῆρας ἑπταπήχεις πεντακισχιλίους, σιδήρου τάλαντα τρισχίλια, πίττης τάλαντα χίλιʼ, ἄλλης ὠμῆς μετρητὰς χιλίους, ἀργυρίου πρὸς τούτοις ἑκατὸν ἐπηγγείλατο τάλαντα,Χρυσηὶς δʼ ἡ γυνὴ δέκα μὲν σίτου μυριάδας, τρισχίλια δὲ μολίβδου τάλαντα.Σέλευκος δʼ ὁ πατὴρ Ἀντιόχου χωρὶς μὲν ἀτέλειαν τοῖς εἰς τὴν αὑτοῦ βασιλείαν πλοϊζομένοις, χωρὶς δὲ πεντήρεις μὲν δέκα κατηρτισμένας, σίτου δʼ εἴκοσι μυριάδας,καὶ μὴν ξύλων καὶ ῥητίνης καὶ τριχὸς μυριάδας πηχῶν καὶ ταλάντων χιλιάδας.παραπλήσια δὲ τούτοις Προυσίας καὶ Μιθριδάτης, ἔτι δʼ οἱ κατὰ τὴν Ἀσίαν ὄντες δυνάσται τότε, λέγω δὲ Λυσανίαν, Ὀλύμπιχον, Λιμναῖον.τάς γε μὴν πόλεις τὰς συνεπιλαμβανομένας αὐτοῖς κατὰ δύναμιν οὐδʼ ἂν ἐξαριθμήσαιτο ῥᾳδίως οὐδείς·ὥσθʼ ὅταν μέν τις εἰς τὸν χρόνον ἐμβλέψῃ καὶ τὴν ἀρχήν, ἀφʼ οὗ συμβαίνει τὴν πόλιν αὐτῶν συνῳκίσθαι, καὶ λίαν θαυμάζειν ὡς βραχεῖ χρόνῳ μεγάλην ἐπίδοσιν εἴληφε περί τε τοὺς κατʼ ἰδίαν βίους καὶ τὰ κοινὰ τῆς πόλεως·ὅταν δʼ εἰς τὴν εὐκαιρίαν τοῦ τόπου καὶ τὴν ἔξωθεν ἐπιφορὰν καὶ συμπλήρωσιν τῆς εὐδαιμονίας, μηκέτι θαυμάζειν, μικροῦ δʼ ἐλλείπειν δοκεῖν τοῦ καθήκοντος.ταῦτα μὲν οὖν εἰρήσθω μοι χάριν πρῶτον μὲν τῆς Ῥοδίων περὶ τὰ κοινὰ προστασίας — ἐπαίνου γάρ εἰσιν ἄξιοι καὶ ζήλου — δεύτερον δὲ τῆς τῶν νῦν βασιλέων μικροδοσίας καὶ τῆς τῶν ἐθνῶν καὶ πόλεων μικροληψίας,ἵνα μηθʼ οἱ βασιλεῖς τέτταρα καὶ πέντε προϊέμενοι τάλαντα δοκῶσί τι ποιεῖν μέγα καὶ ζητῶσι τὴν αὐτὴν ὑπάρχειν αὐτοῖς εὔνοιαν καὶ τιμὴν παρὰ τῶν Ἑλλήνων, ἣν οἱ πρὸ τοῦ βασιλεῖς εἶχον,αἵ τε πόλεις λαμβάνουσαι πρὸ ὀφθαλμῶν τὸ μέγεθος τῶν πρότερον δωρεῶν μὴ λανθάνωσιν ἐπὶ μικροῖς καὶ τοῖς τυχοῦσι νῦν τὰς μεγίστας καὶ καλλίστας προϊέμεναι τιμάς,ἀλλὰ πειρῶνται τὸ κατʼ ἀξίαν ἑκάστοις τηρεῖν, ᾧ πλεῖστον διαφέρουσιν Ἕλληνες τῶν ἄλλων ἀνθρώπων.ἄρτι δὲ τῆς θερινῆς ὥρας ἐνισταμένης, καὶ στρατηγοῦντος Ἀγήτα μὲν τῶν Αἰτωλῶν, Ἀράτου δὲ παρειληφότος τὴν τῶν Ἀχαιῶν στρατηγίαν — ἀπὸ γὰρ τούτων ἐποιησάμεθα τοῦ συμμαχικοῦ πολέμου τὴν ἐκτροπήν — Λυκοῦργος μὲν ὁ Σπαρτιάτης ἐπανῆκε πάλιν ἐξ Αἰτωλίας·οἱ γὰρ ἔφοροι, ψευδῆ τὴν διαβολὴν εὑρόντες, διʼ ἣν ἔφευγε, μετεπέμποντο καὶ μετεκάλουν αὖθις τὸν Λυκοῦργον.οὗτος μὲν οὖν ἐτάττετο πρὸς Πυρρίαν τὸν Αἰτωλόν, ὃς ἐτύγχανε τότε παρὰ τοῖς Ἠλείοις στρατηγὸς ὤν, περὶ τῆς εἰς τὴν Μεσσηνίαν εἰσβολῆς.Ἄρατος δὲ παρειλήφει τό τε ξενικὸν τὸ τῶν Ἀχαιῶν κατεφθαρμένον τάς τε πόλεις ὀλιγώρως διακειμένας πρὸς τὰς εἰς τοῦτο τὸ μέρος εἰσφορὰς διὰ τὸ τὸν πρὸ αὐτοῦ στρατηγὸν Ἐπήρατον, ὡς ἐπάνω προεῖπα, κακῶς καὶ ῥᾳθύμως κεχρῆσθαι τοῖς κοινοῖς πράγμασιν.οὐ μὴν ἀλλὰ παρακαλέσας τοὺς Ἀχαιούς, καὶ λαβὼν δόγμα περὶ τούτων, ἐνεργὸς ἐγίνετο περὶ τὴν τοῦ πολέμου παρασκευήν.ἦν δὲ τὰ δόξαντα τοῖς Ἀχαιοῖς ταῦτα· πεζοὺς μὲν τρέφειν μισθοφόρους ὀκτακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους, τῶν δʼ Ἀχαϊκῶν ἐπιλέκτους, πεζοὺς μὲν τρισχιλίους, ἱππεῖς δὲ τριακοσίους·εἶναι δὲ τούτων Μεγαλοπολίτας μὲν χαλκάσπιδας, πεζοὺς μὲν πεντακοσίους, ἱππεῖς δὲ πεντήκοντα, καὶ τοὺς ἴσους Ἀργείων.ἔδοξε δὲ καὶ ναῦς πλεῖν τρεῖς μὲν περὶ τὴν Ἀκτὴν καὶ τὸν Ἀργολικὸν κόλπον, τρεῖς δὲ κατὰ Πάτρας καὶ Δύμην καὶ τὴν ταύτῃ θάλατταν.Ἄρατος μὲν οὖν ταῦτʼ ἔπραττε καὶ ταύτας ἐξήρτυε τὰς παρασκευάς·ὁ δὲ Λυκοῦργος καὶ Πυρρίας διαπεμψάμενοι πρὸς ἀλλήλους, ἵνα ταῖς αὐταῖς ἡμέραις ποιήσωνται τὴν ἔξοδον, προῆγον εἰς τὴν Μεσσηνίαν.ὁ δὲ στρατηγὸς τῶν Ἀχαιῶν, συνεὶς τὴν ἐπιβολὴν αὐτῶν, ἧκεν ἔχων τοὺς μισθοφόρους καί τινας τῶν ἐπιλέκτων εἰς τὴν Μεγάλην πόλιν παραβοηθήσων τοῖς Μεσσηνίοις.Λυκοῦργος δʼ ἐξορμήσας τὰς μὲν Καλάμας, χωρίον τι τῶν Μεσσηνίων, προδοσίᾳ κατέσχε, μετὰ δὲ ταῦτα προῆγε, σπεύδων συμμῖξαι τοῖς Αἰτωλοῖς.