οὗτος μὲν οὖν ἧκε μετὰ τῆς δυνάμεως πρὸς τὴν πόλιν·οἱ δὲ Σελγεῖς δυσελπιστοῦντες μὲν ἐπὶ τοῖς συμμάχοις διὰ τὴν κοινὴν περιπέτειαν, ἐκπεπληγμένοι δὲ ταῖς ψυχαῖς διὰ τὸ γεγονὸς ἀτύχημα, περίφοβοι τελέως ἦσαν καὶ περὶ σφῶν αὐτῶν καὶ περὶ τῆς πατρίδος.διὸ συνελθόντες εἰς ἐκκλησίαν ἐβουλεύσαντο πρεσβευτὴν ἐκπέμπειν ἕνα τῶν πολιτῶν Λόγβασιν, ὃς ἐγεγόνει μὲν ἐπὶ πολὺ συνήθης καὶ ξένος Ἀντιόχου τοῦ μεταλλάξαντος τὸν βίον ἐπὶ Θρᾴκης,δοθείσης δʼ ἐν παρακαταθήκῃ καὶ Λαοδίκης αὐτῷ τῆς Ἀχαιοῦ γενομένης γυναικός, ἐτετρόφει ταύτην ὡς θυγατέρα καὶ διαφερόντως ἐπεφιλοστοργήκει τὴν παρθένον.διʼ ἃ νομίζοντες οἱ Σελγεῖς εὐφυέστατον ἔχειν πρεσβευτὴν πρὸς τὰ περιεστῶτα τοῦτον ἐξαπέστειλαν·ὃς ποιησάμενος ἰδίᾳ τὴν ἔντευξιν πρὸς Γαρσύηριν, τοσοῦτο κατὰ τὴν προαίρεσιν ἀπέσχε τοῦ βοηθεῖν τῇ πατρίδι κατὰ τὸ δέον ὥστε τἀναντία παρεκάλει τὸν Γαρσύηριν σπουδῇ πέμπειν ἐπὶ τὸν Ἀχαιόν, ἀναδεχόμενος ἐγχειριεῖν αὐτοῖς τὴν πόλιν.ὁ μὲν οὖν Γαρσύηρις, δεξάμενος ἑτοίμως τὴν ἐλπίδα, πρὸς μὲν τὸν Ἀχαιὸν ἐξέπεμψε τοὺς ἐπισπασομένους καὶ διασαφήσοντας περὶ τῶν ἐνεστώτων,πρὸς δὲ τοὺς Σελγεῖς ἀνοχὰς ποιησάμενος εἷλκε τὸν χρόνον τῶν συνθηκῶν, αἰὲν ὑπὲρ τῶν κατὰ μέρος ἀντιλογίας καὶ σκήψεις εἰσφερόμενος χάριν τοῦ προσδέξασθαι μὲν τὸν Ἀχαιόν, δοῦναι δʼ ἀναστροφὴν τῷ Λογβάσει πρὸς τὰς ἐντεύξειςκαὶ παρασκευὰς τῆς ἐπιβολῆς. κατὰ δὲ τὸν καιρὸν τοῦτον πλεονάκις συμπορευομένων πρὸς ἀλλήλους εἰς σύλλογον, ἐγίνετό τις συνήθεια τῶν ἐκ τοῦ στρατοπέδου, παρεισιόντων πρὸς τὰς σιταρχίας εἰς τὴν πόλιν.ὃ δὴ καὶ πολλοῖς καὶ πολλάκις ἤδη παραίτιον γέγονε τῆς ἀπωλείας. καί μοι δοκεῖ πάντων τῶν ζῴων εὐπαραλογιστότατον ὑπάρχειν ἄνθρωπος, δοκοῦν εἶναι πανουργότατον.πόσαι μὲν γὰρ παρεμβολαὶ καὶ φρούρια, πόσαι δὲ καὶ πηλίκαι πόλεις τούτῳ τῷ τρόπῳ παρεσπόνδηνται;καὶ τούτων οὕτω συνεχῶς καὶ προφανῶς πολλοῖς ἤδη συμβεβηκότων οὐκ οἶδʼ ὅπως καινοί τινες αἰεὶ καὶ νέοι πρὸς τὰς τοιαύτας ἀπάτας πεφύκαμεν.τούτου δʼ αἴτιόν ἐστιν ὅτι τὰς τῶν πρότερον ἐπταικότων ἐν ἑκάστοις περιπετείας οὐ ποιούμεθα προχείρους, ἀλλὰ σίτου μὲν καὶ χρημάτων πλῆθος, ἔτι δὲ τειχῶν καὶ βελῶν κατασκευάς, μετὰ πολλῆς ταλαιπωρίας καὶ δαπάνης ἑτοιμαζόμεθα πρὸς τὰ παράδοξα τῶν συμβαινόντων,ὃ δʼ ἐστὶ ῥᾷστον μὲν τῶν ὄντων, μεγίστας δὲ παρέχεται χρείας ἐν τοῖς ἐπισφαλέσι καιροῖς, τούτου πάντες κατολιγωροῦμεν, καὶ ταῦτα δυνάμενοι μετʼ εὐσχήμονος ἀναπαύσεως ἅμα καὶ διαγωγῆς ἐκ τῆς ἱστορίας καὶ πολυπραγμοσύνης περιποιεῖσθαι τὴν τοιαύτην ἐμπειρίαν.πλὴν ὁ μὲν Ἀχαιὸς ἧκε πρὸς τὸν καιρόν, οἱ δὲ Σελγεῖς συμμίξαντες αὐτῷ μεγάλας ἔσχον ἐλπίδας ὡς ὁλοσχεροῦς τινος τευξόμενοι φιλανθρωπίας.ὁ δὲ Λόγβασις ἐν τούτῳ τῷ καιρῷ κατὰ βραχὺ συνηθροικὼς εἰς τὴν ἰδίαν οἰκίαν τῶν ἐκ τοῦ στρατοπέδου παρεισιόντων στρατιωτῶν, συνεβούλευε τοῖς πολίταις μὴ παρεῖναι τὸν καιρόν,ἀλλὰ πράττειν βλέποντας εἰς τὴν ὑποδεικνυμένην φιλανθρωπίαν ὑπʼ Ἀχαιοῦ, καὶ τέλος ἐπιθεῖναι ταῖς συνθήκαις πανδημεὶ βουλευσαμένους ὑπὲρ τῶν ἐνεστώτων.ταχὺ δὲ συναθροισθείσης τῆς ἐκκλησίας, οὗτοι μὲν ἐβουλεύοντο, καλέσαντες καὶ τοὺς ἀπὸ τῶν φυλακείων ἅπαντας, ὡς τέλος ἐπιθήσοντας τοῖς προκειμένοις· ὁ δὲ Λόγβασις ἀποδοὺς τὸ σύνθημα τοῦ καιροῦ τοῖς ὑπεναντίοις ἡτοίμαζε τοὺς ἡθροισμένους κατὰ τὴν οἰκίαν, διεσκευάζετο δὲ καὶ καθωπλίζετο μετὰ τῶν υἱῶν αὐτὸς ἅμα πρὸς τὸν κίνδυνον.τῶν δὲ πολεμίων ὁ μὲν Ἀχαιὸς τοὺς [μὲν] ἡμίσεις ἔχων προέβαινε πρὸς αὐτὴν τὴν πόλιν, ὁ δὲ Γαρσύηρις τοὺς ὑπολειπομένους ἀναλαβὼν προῆγεν ὡς ἐπὶ τὸ Κεσβέδιον καλούμενον. τοῦτο δʼ ἐστὶ μὲν Διὸς ἱερόν, κεῖται δʼ εὐφυῶς κατὰ τῆς πόλεως· ἄκρας γὰρ λαμβάνει διάθεσιν.συνθεασαμένου δέ τινος κατὰ τύχην αἰπόλου τὸ συμβαῖνον καὶ προσαγγείλαντος πρὸς τὴν ἐκκλησίαν, οἱ μὲν ἐπὶ τὸ Κεσβέδιον ὥρμων μετὰ σπουδῆς, οἱ δʼ ἐπὶ τὰ φυλακεῖα, τὸ δὲ πλῆθος ὑπὸ τὸν θυμὸν ἐπὶ τὴν οἰκίαν τοῦ Λογβάσιος.καταφανοῦς δὲ τῆς πράξεως γενομένης, οἱ μὲν αὐτῶν ἐπὶ τὸ τέγος ἀναβάντες, οἱ δὲ ταῖς αὐλείοις βιασάμενοι, τόν τε Λόγβασιν καὶ τοὺς υἱούς, ἅμα δὲ καὶ τοὺς ἄλλους πάντας αὐτοῦ κατεφόνευσαν.μετὰ δὲ ταῦτα κηρύξαντες τοῖς δούλοις ἐλευθερίαν καὶ διελόντες σφᾶς αὐτοὺς ἐβοήθουν ἐπὶ τοὺς εὐκαίρους τῶν τόπων.ὁ μὲν οὖν Γαρσύηρις ἰδὼν προκατεχόμενον τὸ Κεσβέδιον ἀπέστη τῆς προθέσεως·τοῦ δʼ Ἀχαιοῦ βιαζομένου πρὸς αὐτὰς τὰς πύλας ἐξελθόντες οἱ Σελγεῖς ἑπτακοσίους μὲν κατέβαλον τῶν Μυσῶν, τοὺς δὲ λοιποὺς ἀπέστησαν τῆς ὁρμῆς.μετὰ δὲ ταύτην τὴν πρᾶξιν ὁ μὲν Ἀχαιὸς καὶ Γαρσύηρις ἀνεχώρησαν εἰς τὴν αὑτῶν παρεμβολήν,οἱ δὲ Σελγεῖς, δεδιότες μὲν τὰς ἐν αὑτοῖς στάσεις, δεδιότες δὲ καὶ τὴν τῶν πολεμίων ἐπιστρατοπεδείαν, ἐξέπεμψαν μεθʼ ἱκετηριῶν τοὺς πρεσβυτέρους, καὶ σπονδὰς ποιησάμενοι διελύσαντο τὸν πόλεμον ἐπὶ τούτοις,ἐφʼ ᾧ παραχρῆμα μὲν δοῦναι τετρακόσια τάλαντα καὶ τοὺς τῶν Πεδνηλισσέων αἰχμαλώτους, μετὰ δέ τινα χρόνον ἕτερα προσθεῖναι τριακόσια.