τὴν μὲν γὰρ ἐκ τῶν εὐωνύμων ἐπιφάνειαν τῆς πορείας ἠσφάλισθʼ ἡ λίμνη σχεδὸν ἐπὶ τριάκοντα στάδια.ἀνύσας δὲ τοὺς προειρημένους τόπους, καὶ παραγενόμενος πρὸς τὴν καλουμένην κώμην Παμφίαν, ὁμοίως καὶ ταύτην ἀσφαλισάμενος φρουρᾷ προέβαινε πρὸς τὸν Θέρμον, ὁδὸν οὐ μόνον προσάντη καὶ τραχεῖαν διαφερόντως, ἀλλὰ καὶ κρημνοὺς ἐξ ἑκατέρου τοῦ μέρους ἔχουσαν βαθεῖς,ὥστε καὶ λίαν ἐπισφαλῆ καὶ στενὴν τὴν πάροδον εἶναι κατʼ ἐνίους τόπους, τῆς πάσης ἀναβάσεως οὔσης σχεδὸν ἐπὶ τριάκοντα στάδια.διανύσας δὲ καὶ ταύτην ἐν βραχεῖ χρόνῳ διὰ τὸ τοὺς Μακεδόνας ἐνεργὸν ποιεῖσθαι τὴν πορείαν,ἧκε πολλῆς ὥρας ἐπὶ τὸν Θέρμον, καὶ καταστρατοπεδεύσας ἐφῆκε τὴν δύναμιν τάς τε περιοικίδας κώμας πορθεῖν καὶ τὸ τῶν Θερμίων πεδίον ἐπιτρέχειν, ὁμοίως δὲ καὶ τὰς οἰκίας τὰς ἐν αὐτῷ τῷ Θέρμῳ διαρπάζειν, οὔσας πλήρεις οὐ μόνον σίτου καὶ τῆς τοιαύτης χορηγίας, ἀλλὰ καὶ κατασκευῆς διαφερούσης τῶν παρʼ Αἰτωλῶν.καθʼ ἕκαστον γὰρ ἔτος ἀγοράς τε καὶ πανηγύρεις ἐπιφανεστάτας, ἔτι δὲ καὶ τὰς τῶν ἀρχαιρεσίων καταστάσεις ἐν τούτῳ τῷ τόπῳ συντελούντων, ἕκαστοι πρὸς τὰς ὑποδοχὰς καὶ τὰς εἰς ταῦτα παρασκευὰς τὰ πολυτελέστατα τῶν ἐν τοῖς βίοις ὑπαρχόντων εἰς τοῦτον ἀπετίθεντο τὸν τόπον.χωρὶς δὲ τῆς χρείας καὶ τὴν ἀσφάλειαν ἤλπιζον ἐνταυθοῖ βεβαιοτάτην αὑτοῖς ὑπάρχειν, διὰ τὸ μήτε πολέμιον τετολμηκέναι μηδένα πώποτε εἰς τοὺς τόπους τούτους ἐμβαλεῖν, εἶναί τε τῇ φύσει τοιούτους ὥστε τῆς συμπάσης Αἰτωλίας οἷον ἀκροπόλεως ἔχειν τάξιν.διότιπερ εἰρηνευομένης ἐκ παλαιοῦ τῆς χώρας πλήρεις ἦσαν ἀγαθῶν πολλῶν αἵ τε περὶ τὸ ἱερὸν οἰκίαι καὶ πάντες οἱ πέριξ τόποι.ἐκείνην μὲν οὖν τὴν νύκτα παντοδαπῆς γέμοντες ὠφελείας αὐτοῦ κατηυλίσθησαν· τῇ δʼ ἐπαύριον τῆς μὲν κατασκευῆς τὰ πολυτελέστατα καὶ τὰ δυνατὰ κομίζεσθαι διέλεγον, τὰ δὲ λοιπὰ σωρεύοντες πρὸ τῶν σκηνῶν ἐνεπίμπρασαν.ὁμοίως δὲ καὶ τῶν ὅπλων τῶν ἐν ταῖς στοαῖς ἀνακειμένων τὰ μὲν πολυτελῆ καθαιροῦντες ἀπεκόμιζον, τινὰ δʼ ὑπήλλαττον, τὰ δὲ λοιπὰ συναθροίσαντες πῦρ ἐνέβαλον. ἦν δὲ ταῦτα πλείω τῶν μυρίων καὶ πεντακισχιλίων.καὶ ἕως μὲν τούτου πάντα κατὰ τοὺς τοῦ πολέμου· νόμους καλῶς καὶ δικαίως ἐπράττετο· τὰ δὲ μετὰ ταῦτα πῶς χρὴ λέγειν οὐκ οἶδα.λαβόντες γὰρ ἔννοιαν τῶν ἐν Δίῳ καὶ Δωδώνῃ πεπραγμένων τοῖς Αἰτωλοῖς, τάς τε στοὰς ἐνεπίμπρασαν καὶ τὰ λοιπὰ τῶν ἀναθημάτων διέφθειρον, ὄντα πολυτελῆ ταῖς κατασκευαῖς καὶ πολλῆς ἐπιμελείας ἔνια τετευχότα καὶ δαπάνης.οὐ μόνον δὲ τῷ πυρὶ κατελυμήναντο τὰς ὀροφάς, ἀλλὰ καὶ κατέσκαψαν εἰς ἔδαφος. ἀνέτρεψαν δὲ καὶ τοὺς ἀνδριάντας, ὄντας οὐκ ἐλάττους δισχιλίων· πολλοὺς δὲ καὶ διέφθειραν, πλὴν ὅσοι θεῶν ἐπιγραφὰς ἢ τύπους εἶχον· τῶν δὲ τοιούτων ἀπέσχοντο.κατέγραφον δʼ εἰς τοὺς τοίχους καὶ τὸν περιφερόμενον στίχον, ἤδη τότε τῆς ἐπιδεξιότητος τῆς Σάμου φυομένης, ὃς ἦν υἱὸς μὲν Χρυσογόνου, σύντροφος δὲ τοῦ βασιλέως.ὁ δὲ στίχος ἦν ὁρᾷς τὸ δῖον οὗ βέλος διέπτατο;καὶ μεγίστη δὴ καὶ παράστασις ἐπὶ τούτοις εἶχε τόν τε βασιλέα καὶ τοὺς περὶ αὐτὸν φίλους, ὡς δικαίως ταῦτα πράττοντας καὶ καθηκόντως, ἀμυνομένους τοῖς ὁμοίοις τὴν τῶν Αἰτωλῶν περὶ τὸ Δῖον ἀσέβειαν. ἐμοὶ δὲ τἀναντία δοκεῖ τούτων.εἰ δʼ ὀρθὸς ὁ λόγος, σκοπεῖν ἐν μέσῳ πάρεστι, χρωμένους οὐχ ἑτέροις τισίν, ἀλλὰ τοῖς ἐξ αὐτῆς τῆς οἰκίας ταύτης παραδείγμασιν.Ἀντίγονος ἐκ παρατάξεως νικήσας μάχῃ Κλεομένην τὸν βασιλέα τῶν Λακεδαιμονίων ἐγκρατὴς ἐγένετο καὶ τῆς Σπάρτης,αὐτός τʼ ὢν κύριος ὃ βούλοιτο χρῆσθαι καὶ τῇ πόλει καὶ τοῖς ἐμπολιτευομένοις, τοσοῦτον ἀπεῖχε τοῦ κακῶς ποιεῖν τοὺς γεγονότας ὑποχειρίους ὡς ἐκ τῶν ἐναντίων ἀποδοὺς τὸ πάτριον πολίτευμα καὶ τὴν ἐλευθερίαν, καὶ τῶν μεγίστων ἀγαθῶν αἴτιος γενόμενος καὶ κοινῇ καὶ κατʼ ἰδίαν Λακεδαιμονίοις, οὕτως εἰς τὴν οἰκείαν ἀπηλλάγη.τοιγαροῦν οὐ μόνον ἐκρίθη παρʼ αὐτὸν τὸν καιρὸν εὐεργέτης, ἀλλὰ καὶ μεταλλάξας σωτήρ, οὐδὲ παρὰ μόνοις Λακεδαιμονίοις, ἀλλὰ παρὰ πᾶσι τοῖς Ἕλλησιν ἀθανάτου τέτευχε τιμῆς καὶ δόξης ἐπὶτοῖς προειρημένοις. καὶ μὴν ὁ πρῶτος αὐτῶν αὐξήσας τὴν βασιλείαν καὶ γενόμενος ἀρχηγὸς τοῦ προσχήματος τῆς οἰκίας, Φίλιππος νικήσας Ἀθηναίους τὴν ἐν Χαιρωνείᾳ μάχην, οὐ τοσοῦτον ἤνυσε διὰ τῶν ὅπλων ὅσον διὰ τῆς ἐπιεικείας καὶ φιλανθρωπίας τῶν τρόπων.τῷ μὲν γὰρ πολέμῳ καὶ τοῖς ὅπλοις αὐτῶν μόνων περιεγένετο καὶ κύριος κατέστη τῶν ἀντιταξαμένων, τῇ δʼ εὐγνωμοσύνῃ καὶ μετριότητι πάντας Ἀθηναίους ἅμα καὶ τὴν πόλιν αὐτῶν ἔσχεν ὑποχείριον,οὐκ ἐπιμετρῶν τῷ θυμῷ τοῖς πραττομένοις, ἀλλὰ μέχρι τούτου πολεμῶν καὶ φιλονεικῶν, ἕως τοῦ λαβεῖν ἀφορμὰς πρὸς ἀπόδειξιν τῆς αὑτοῦ πρᾳότητος καὶ καλοκἀγαθίας.τοιγαροῦν χωρὶς λύτρων ἀποστείλας τοὺς αἰχμαλώτους καὶ κηδεύσας Ἀθηναίων τοὺς τετελευτηκότας, ἔτι δὲ συνθεὶς Ἀντιπάτρῳ τὰ τούτων ὀστᾶ καὶ τῶν ἀπαλλαττομένων τοὺς πλείστους ἀμφιέσας, μικρᾷ δαπάνῃ διὰ τὴν ἀγχίνοιαν τὴν μεγίστην πρᾶξιν κατειργάσατο·