ὁ δὲ Θεόδοτος, ὢν τὸ γένος Αἰτωλὸς καὶ μεγάλας παρεσχημένος τῇ Πτολεμαίου βασιλείᾳ χρείας, καθάπερ ἐπάνω προεῖπον, ἐπὶ δὲ τούτοις οὐχ οἷον χάριτος ἠξιωμένος, ἀλλὰ καὶ τῷ βίῳ κεκινδυνευκὼς καθʼ οὓς καιροὺς Ἀντίοχος ἐποιεῖτο τὴν ἐπὶ Μόλωνα στρατείαν,τότε κατεγνωκὼς τοῦ βασιλέως καὶ διηπιστηκὼς τοῖς περὶ τὴν αὐλήν, καταλαβόμενος διὰ μὲν αὑτοῦ Πτολεμαΐδα, διὰ δὲ Παναιτώλου Τύρον, ἐκάλει τὸν Ἀντίοχον μετὰ σπουδῆς.ὁ δὲ βασιλεὺς καὶ τὰς ἐπὶ τὸν Ἀχαιὸν ἐπιβολὰς ὑπερθέμενος καὶ τἄλλα πάντα πάρεργα ποιησάμενος ἀνέζευξε μετὰ τῆς δυνάμεως, ποιούμενος τὴν πορείαν ᾗ καὶ πρόσθεν.διελθὼν δὲ τὸν ἐπικαλούμενον αὐλῶνα Μαρσύαν, κατεστρατοπέδευσε περὶ τὰ στενὰ τὰ κατὰ Γέρρα πρὸς τῇ μεταξὺ κειμένῃ λίμνῃ.πυνθανόμενος δὲ Νικόλαον τὸν παρὰ Πτολεμαίου στρατηγὸν προσκαθῆσθαι τῇ Πτολεμαΐδι πολιορκοῦντα τὸν Θεόδοτον, τὰ μὲν βαρέα τῶν ὅπλων ἀπέλειπε, προστάξας τοῖς ἡγουμένοις πολιορκεῖν τοὺς Βρόχους, τὸ κείμενον ἐπὶ τῆς λίμνης καὶ τῆς παρόδου χωρίον, αὐτὸς δὲ τοὺς εὐζώνους ἀναλαβὼν προῆγε, βουλόμενος λῦσαι τὴν πολιορκίαν.ὁ δὲ Νικόλαος πρότερον ἤδη πεπυσμένος τὴν τοῦ βασιλέως παρουσίαν, αὐτὸς μὲν ἀνεχώρησε, τοὺς δὲ περὶ Λαγόραν τὸν Κρῆτα καὶ Δορυμένην τὸν Αἰτωλὸν ἐξαπέστειλε προκαταληψομένους τὰ στενὰ τὰ περὶ Βηρυτόν·οἷς προσβαλὼν ὁ βασιλεὺς ἐξ ἐφόδου καὶτρεψάμενος ἐπεστρατοπέδευσε τοῖς στενοῖς. προσδεξάμενος δὲ καὶ τὴν λοιπὴν δύναμιν ἐνταῦθα, καὶ παρακαλέσας τὰ πρέποντα ταῖς προκειμέναις ἐπιβολαῖς, μετὰ ταῦτα προήγαγε μετὰ πάσης τῆς δυνάμεως, εὐθαρσὴς καὶ μετέωρος ὢν πρὸς τὰς ὑπογραφομένας ἐλπίδας.ἀπαντησάντων δὲ τῶν περὶ τὸν Θεόδοτον καὶ Παναίτωλον αὐτῷ καὶ τῶν ἅμα τούτοις φίλων, ἀποδεξάμενος τούτους φιλανθρώπως παρέλαβε τήν τε Τύρον καὶ Πτολεμαΐδα καὶ τὰς ἐν ταύταις παρασκευάς, ἐν αἷς ἦν καὶ πλοῖα τετταράκοντα·τούτων κατάφρακτα μὲν εἴκοσι διαφέροντα ταῖς κατασκευαῖς, ἐν οἷς οὐδὲν ἔλαττον ἦν τετρήρους, τὰ δὲ λοιπὰ τριήρεις καὶ δίκροτα καὶ κέλητες. ταῦτα μὲν οὖν Διογνήτῳ παρέδωκε τῷ ναυάρχῳ·προσπεσόντος δʼ αὐτῷ τὸν μὲν Πτολεμαῖον εἰς Μέμφιν ἐξεληλυθέναι, τὰς δὲ δυνάμεις ἡθροῖσθαι πάσας εἰς Πηλούσιον καὶ τάς τε διώρυχας ἀναστομοῦν καὶ τὰ πότιμα τῶν ὑδάτων ἐμφράττειν,τῆς μὲν ἐπὶ τὸ Πηλούσιον ἐπιβολῆς ἀπέστη, τὰς δὲ πόλεις ἐπιπορευόμενος ἐπειρᾶτο τὰς μὲν βίᾳ, τὰς δὲ πειθοῖ, πρὸς αὑτὸν ἐπάγεσθαι.τῶν δὲ πόλεων αἱ μὲν ἐλαφραὶ καταπεπληγμέναι τὴν ἔφοδον αὐτοῦ προσετίθεντο· αἱ δὲ πιστεύουσαι ταῖς παρασκευαῖς καὶ ταῖς ὀχυρότησι τῶν τόπων ὑπέμενον· ἃς ἠναγκάζετο προσκαθεζόμενος πολιορκεῖν καὶ κατατρίβειν τοὺς χρόνους.οἱ δὲ περὶ τὸν Πτολεμαῖον τοῦ μὲν ἐκ χειρὸς βοηθεῖν τοῖς σφετέροις πράγμασιν, ὅπερ ἦν καθῆκον, οὕτως παρεσπονδημένοι προφανῶς, οὐδʼ ἐπιβολὴν εἶχον διὰ τὴν ἀδυναμίαν·ἐπὶ τοσοῦτον γὰρ αὐτοῖς ὠλιγώρητο πάντα τὰ κατὰ τὰς πολεμικὰςπαρασκευάς. λοιπὸν δὲ συνεδρεύσαντες οἱ περὶ τὸν Ἀγαθοκλέα καὶ Σωσίβιον, οἱ τότε προεστῶτες τῆς βασιλείας, ἐκ τῶν ἐνδεχομένων τὸ δυνατὸν ἔλαβον πρὸς τὸ παρόν.ἐβουλεύσαντο γὰρ γίνεσθαι μὲν περὶ τὴν τοῦ πολέμου παρασκευήν, ἐν δὲ τῷ μεταξὺ διαπρεσβευόμενοι κατεκλύειν τὸν Ἀντίοχον, συνεργοῦντες κατὰ τὴν ἔμφασιν τῇ προϋπαρχούσῃ περὶ αὐτὸν ὑπὲρ τοῦ Πτολεμαίου διαλήψει·αὕτη δʼ ἦν ὡς πολεμεῖν μὲν οὐκ ἂν τολμήσαντος, διὰ λόγου δὲ καὶ τῶν φίλων διδάξοντος καὶ πείσοντος αὐτὸν ἀποστῆναι τῶν κατὰ Κοίλην Συρίαν τόπων.κριθέντων δὲ τούτων οἱ περὶ τὸν Ἀγαθοκλέα καὶ Σωσίβιον ἐπὶ τοῦτο τὸ μέρος ταχθέντες ἐξέπεμπον ἐπιμελῶς τὰς πρεσβείας πρὸς τὸν Ἀντίοχον.ἅμα δὲ διαπεμψάμενοι πρός τε Ῥοδίους καὶ Βυζαντίους καὶ Κυζικηνούς, σὺν δὲ τούτοις Αἰτωλούς, ἐπεσπάσαντο πρεσβείας ἐπὶ τὰς διαλύσεις.αἳ καὶ παραγενόμεναι μεγάλας αὐτοῖς ἔδοσαν ἀφορμάς, διαπρεσβευόμεναι πρὸς ἀμφοτέρους τοὺς βασιλεῖς, εἰς τὸ λαβεῖν ἀναστροφὴν καὶ χρόνον πρὸς τὰς τοῦ πολέμου παρασκευάς.ταύταις τε δὴ κατὰ τὸ συνεχὲς ἐχρημάτιζον ἐν τῇ Μέμφει προκαθήμενοι, παραπλησίως δὲ καὶ τὰς παρὰ τῶν περὶ τὸν Ἀντίοχον ἀπεδέχοντο, φιλανθρώπως ποιούμενοι τὰς ἀπαντήσεις.ἀνεκαλοῦντο δὲ καὶ συνήθροιζον εἰς τὴν Ἀλεξάνδρειαν τοὺς μισθοφόρους τοὺς ἐν ταῖς ἔξω πόλεσιν ὑπʼ αὐτῶν μισθοδοτουμένους.ἐξαπέστελλον δὲ καὶ ξενολόγους καὶ παρεσκεύαζον τοῖς προϋπάρχουσι καὶ τοῖς παραγινομένοις τὰς σιταρχίας.ὡσαύτως δὲ καὶ περὶ τὴν λοιπὴν ἐγίνοντο παρασκευήν, ἀνὰ μέρος καὶ συνεχῶς διατρέχοντες εἰς τὴν Ἀλεξάνδρειαν, ἵνα μηδὲν ἐλλίπῃ τῶν χορηγιῶν πρὸς τὰς προκειμένας ἐπιβολάς.τὴν δὲ περὶ τὰ ὅπλα κατασκευὴν καὶ τὴν τῶν ἀνδρῶν ἐκλογὴν καὶ διαίρεσιν Ἐχεκράτει τῷ Θετταλῷ καὶ Φοξίδᾳ τῷ Μελιταιεῖ παρέδοσαν,ἅμα δὲ τούτοις Εὐρυλόχῳ τῷ Μάγνητι καὶ Σωκράτει τῷ Βοιωτίῳ· σὺν οἷς ἦν καὶ Κνωπίας Ἀλλαριώτης.εὐκαιρότατα γὰρ δὴ τούτων ἐπελάβοντο τῶν ἀνδρῶν, οἵτινες ἔτι Δημητρίῳ καὶ Ἀντιγόνῳ συστρατευόμενοι κατὰ ποσὸν ἔννοιαν εἶχον τῆς ἀληθείας καὶ καθόλου τῆς ἐν τοῖς ὑπαίθροις χρείας.