οἱ δὲ περὶ τὸν Ξένωνα καὶ Θεόδοτον καταπλαγέντες τὴν ἔφοδον ἀνεχώρησαν εἰς τὰς πόλεις.ὁ δὲ Μόλων κύριος γενόμενος τῆς Ἀπολλωνιάτιδος χώρας εὐπορεῖτο ταῖς χορηγίαις ὑπερβαλλόντως. ἦν δὲ φοβερὸς μὲν καὶ πρὸ τοῦ διὰ τὸ μέγεθος τῆςδυναστείας. τά τε γὰρ ἱπποφόρβια πάντα τὰ βασιλικὰ Μήδοις ἐγκεχείρισται, σίτου τε καὶ θρεμμάτων πλῆθος ἀναρίθμητον παρʼ αὐτοῖς ἐστι.περί γε μὴν τῆς ὀχυρότητος καὶ τοῦ μεγέθους τῆς χώρας οὐδʼ ἂν εἰπεῖν δύναιτʼ ἀξίως οὐδείς.ἡ γὰρ Μηδία κεῖται μὲν περὶ μέσην τὴν Ἀσίαν, διαφέρει δὲ καὶ κατὰ τὸ μέγεθος καὶ κατὰ τὴν εἰς ὕψος ἀνάτασιν πάντων τῶν κατὰ τὴν Ἀσίαν τόπων, ὡς πρὸς μέρος θεωρουμένη.καὶ μὴν ἐπίκειται τοῖς ἀλκιμωτάτοις καὶ μεγίστοις ἔθνεσι. πρόκειται γὰρ αὐτῆς παρὰ μὲν τὴν ἕω καὶ τὰ πρὸς ἀνατολὰς μέρη τὰ κατὰ τὴν ἔρημον πεδία τὴν μεταξὺ κειμένην τῆς Περσίδος καὶ τῆς Παρθυαίας·ἐπίκειται δὲ καὶ κρατεῖ τῶν καλουμένων Κασπίων πυλῶν, συνάπτει δὲ τοῖς Ταπύρων ὄρεσιν, ἃ δὴ τῆς Ὑρκανίας θαλάττης οὐ πολὺ διέστηκε.τοῖς δὲ πρὸς μεσημβρίαν κλίμασι καθήκει πρός τε τὴν Μεσοποταμίαν καὶ τὴν Ἀπολλωνιᾶτιν χώραν, παράκειται δὲ τῇ Περσίδι, προβεβλημένη τὸ Ζάγρον ὄρος,ὃ τὴν μὲν ἀνάβασιν ἔχει πρὸς ἑκατὸν στάδια, διαφορὰς δὲ καὶ συγκλείσεις πλείους ἔχον ἐν αὑτῷ διέζευκται κοιλάσι, κατὰ δέ τινας τόπους αὐλῶσιν, οὓς κατοικοῦσι Κοσσαῖοι καὶ Κορβρῆναι καὶ Κάρχοι καὶ πλείω γένη βαρβάρων ἕτερα, διαφέρειν δοκοῦντα πρὸς τὰς πολεμικὰς χρείας.τοῖς δὲ πρὸς τὰς δύσεις μέρεσι κειμένοις συνάπτει τοῖς Σατραπείοις καλουμένοις· τούτοις δὲ συμβαίνει μὴ πολὺ διεστάναι τῶν ἐθνῶν τῶν ἐπὶ τὸν Εὔξεινον καθηκόντων πόντον.τὰ δʼ ἐπὶ τὰς ἄρκτους αὐτῆς τετραμμένα μέρη περιέχεται μὲν Ἐλυμαίοις καὶ τοῖς Ἀνιαράκαις,ἔτι δὲ Καδουσίοις καὶ Ματιανοῖς, ὑπέρκειται δὲ τῶν συναπτόντων πρὸς τὴν Μαιῶτιν τοῦ Πόντου μερῶν.αὐτὴ δʼ ἡ Μηδία διέζευκται πλείοσιν ὄρεσιν ἀπὸ τῆς ἠοῦς ἕως πρὸς τὰς δύσεις, ὧν μεταξὺ κεῖται πεδία πληθύοντα πόλεσι καὶ κώμαις.κυριεύων δὲ ταύτης τῆς χώρας, βασιλικὴν ἐχούσης περίστασιν, καὶ πάλαι μὲν φοβερὸς ἦν, ὡς πρότερον εἶπα, διὰ τὴν ὑπεροχὴν τῆς δυναστείας·τότε δὲ καὶ τῶν τοῦ βασιλέως στρατηγῶν δοκούντων παρακεχωρηκέναι τῶν ὑπαίθρων αὐτῷ καὶ τῶν ἰδίων δυνάμεων ἐπηρμένων ταῖς ὁρμαῖς διὰ τὸ κατὰ λόγον σφίσι προχωρεῖν τὰς πρώτας ἐλπίδας, τελέως ἐδόκει φοβερὸς εἶναι καὶ ἀνυπόστατος πᾶσι τοῖς τὴν Ἀσίαν κατοικοῦσι.διὸ τὸ μὲν πρῶτον ἐπεβάλετο διαβὰς τὸν Τίγριν πολιορκεῖν τὴν Σελεύκειαν·κωλυθείσης δὲ τῆς διαβάσεως ὑπὸ Ζεύξιδος διὰ τὸ καταλαβέσθαι τὰ ποτάμια πλοῖα, τοῦτον τὸν τρόπον ἀναχωρήσας εἰς τὴν ἐν τῇ Κτησιφῶντι λεγομένῃ στρατοπεδείαν παρεσκεύαζε ταῖς δυνάμεσι τὰ πρὸς τὴν παραχειμασίαν.ὁ δὲ βασιλεὺς ἀκούσας τήν τε τοῦ Μόλωνος ἔφοδον καὶ τὴν τῶν ἰδίων στρατηγῶν ἀναχώρησιν αὐτὸς μὲν ἦν ἕτοιμος πάλιν ἐπὶ τὸν Μόλωνα στρατεύειν, ἀποστὰς τῆς ἐπὶ τὸν Πτολεμαῖον ὁρμῆς, καὶ μὴ προΐεσθαι τοὺς καιρούς·Ἑρμείας δέ, τηρῶν τὴν ἐξ ἀρχῆς πρόθεσιν ἐπὶ μὲν τὸν Μόλωνα Ξενοίταν τὸν Ἀχαιὸν ἐξέπεμψε στρατηγὸν αὐτοκράτορα μετὰ δυνάμεως, φήσας δεῖν πρὸς μὲν τοὺς ἀποστάτας στρατηγοῖς πολεμεῖν, πρὸς δὲ τοὺς βασιλεῖς αὐτὸν ποιεῖσθαι τὸν βασιλέα καὶ τὰς ἐπιβολὰς καὶ τοὺς ὑπὲρ τῶν ὅλων ἀγῶνας,αὐτὸς δὲ διὰ τὴν ἡλικίαν ὑποχείριον ἔχων τὸν νεανίσκον προῆγε, καὶ συνήθροιζε τὰς δυνάμεις εἰς Ἀπάμειαν· ἐντεῦθεν δʼ ἀναζεύξας ἧκε πρὸς τὴν Λαοδίκειαν.ἀφʼ ἧς ποιησάμενος τὴν ὁρμὴν ὁ βασιλεὺς μετὰ πάσης τῆς στρατιᾶς, καὶ διελθὼν τὴν ἔρημον, ἐνέβαλεν εἰς τὸν αὐλῶνα τὸν προσαγορευόμενον Μαρσύαν,ὃς κεῖται μὲν μεταξὺ τῆς κατὰ τὸν Λίβανον καὶ τὸν Ἀντιλίβανον παρωρείας, συνάγεται δʼ εἰς στενὸν ὑπὸ τῶν προειρημένων ὀρῶν.συμβαίνει δὲ καὶ τοῦτον αὐτὸν τὸν τόπον, ᾗ στενώτατός ἐστι, διείργεσθαι τενάγεσι καὶλίμναις, ἐξ ὧν ὁ μυρεψικὸς κείρεται κάλαμος. ἐπίκειται δὲ τοῖς στενοῖς ἐκ μὲν θατέρου μέρους Βρόχοι προσαγορευόμενόν τι χωρίον, ἐκ δὲ θατέρου Γέρρα, στενὴν ἀπολείποντα πάροδον.ποιησάμενος δὲ διὰ τοῦ προειρημένου τὴν πορείαν αὐλῶνος ἐπὶ πλείους ἡμέρας, καὶ προσαγαγόμενος τὰς παρακειμένας πόλεις, παρῆν πρὸς τὰ Γέρρα.καταλαβὼν δὲ τὸν Θεόδοτον τὸν Αἰτωλὸν προκατειληφότα τὰ Γέρρα καὶ τοὺς Βρόχους, τὰ δὲ παρὰ τὴν λίμνην στενὰ διωχυρωμένον τάφροις καὶ χάραξι καὶ διειληφότα φυλακαῖς εὐκαίροις, τὸ μὲν πρῶτον ἐπεβάλετο βιάζεσθαι,πλείω δὲ πάσχων ἢ ποιῶν κακὰ διὰ τὴν ὀχυρότητα τῶν τόπων καὶ διὰ τὸ μένειν ἔτι τὸν Θεόδοτον ἀκέραιον, ἀπέστη τῆς ἐπιβολῆς.διὸ καὶ τοιαύτης οὔσης τῆς περὶ τοὺς τόπους δυσχρηστίας, προσπεσόντος αὐτῷ Ξενοίταν ἐπταικέναι τοῖς ὅλοις καὶ τὸν Μόλωνα πάντων τῶν ἄνω τόπων ἐπικρατεῖν, ἀφέμενος τούτων ὥρμησε τοῖς οἰκείοις πράγμασι βοηθήσων.ὁ γὰρ Ξενοίτας ὁ στρατηγὸς ἀποσταλεὶς αὐτοκράτωρ, καθάπερ ἐπάνω προεῖπα, καὶ μείζονος ἐξουσίας ἢ κατὰ τὴν προσδοκίαν τυχών, ὑπεροπτικώτερον μὲν ἐχρῆτο τοῖς αὑτοῦ φίλοις, θρασύτερον δὲ ταῖς πρὸς τοὺς ἐχθροὺς ἐπιβολαῖς.