ὁ δὲ Φίλιππος, ἀσμένως ἐπιλαβόμενος τῆς προφάσεως ταύτης διὰ τὸ θαρρεῖν ἐπὶ τῷ πολέμῳ, καὶ προδιειληφὼς ἀποτρίβεσθαι τὰς διαλύσεις, τότε παρακαλέσας τοὺς ἀπηντηκότας τῶν συμμάχων οὐ τὰ πρὸς διαλύσεις πράττειν, ἀλλὰ τὰ πρὸς τὸν πόλεμον, ἀναχθεὶς αὖτις ἀπέπλευσεν εἰς τὸν Κόρινθον.καὶ τοὺς μὲν Μακεδόνας διὰ Θετταλίας ἀπέλυσε πάντας εἰς τὴν οἰκείαν παραχειμάσοντας, αὐτὸς δʼ ἀναχθεὶς ἐκ Κεγχρεῶν, καὶ παρὰ τὴν Ἀττικὴν κομισθεὶς διʼ Εὐρίπου, κατέπλευσεν εἰς Δημητριάδα·κἀκεῖ Πτολεμαῖον, ὃς ἦν ἔτι λοιπὸς τῆς τῶν περὶ τὸν Λεόντιον ἑταιρείας, κρίνας ἐν τοῖς Μακεδόσιν ἀπέκτεινε.κατὰ δὲ τοὺς καιροὺς τούτους Ἀννίβας μὲν εἰς Ἰταλίαν ἐμβεβληκὼς ἀντεστρατοπέδευε ταῖς τῶν Ῥωμαίων δυνάμεσι περὶ τὸν Πάδον καλούμενον ποταμόν,Ἀντίοχος δὲ τὰ πλεῖστα μέρη Κοίλης Συρίας κατεστραμμένος αὖτις εἰς παραχειμασίαν ἀνέλυσε, Λυκοῦργος δʼ ὁ βασιλεὺς τῶν Λακεδαιμονίων εἰς Αἰτωλίαν ἔφυγε, καταπλαγεὶς τοὺς ἐφόρους.οἱ γὰρ ἔφοροι, προσπεσούσης αὐτοῖς ψευδοῦς διαβολῆς, ὡς μέλλοντος αὐτοῦ νεωτερίζειν, ἁθροίσαντες τοὺς νέους νυκτὸς ἦλθον ἐπὶ τὴν οἰκίαν· ὁ δὲ προαισθόμενος ἐξεχώρησε μετὰ τῶν ἰδίων οἰκετῶν.τοῦ δὲ χειμῶνος ἐπιγενομένου, καὶ Φιλίππου μὲν τοῦ βασιλέως εἰς Μακεδονίαν ἀπηλλαγμένου, τοῦ δʼ Ἐπηράτου τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν καταπεφρονημένου μὲν ὑπὸ τῶν πολιτικῶν νεανίσκων, κατεγνωσμένου δὲ τελέως ὑπὸ τῶν μισθοφόρων, οὔτʼ ἐπειθάρχει τοῖς παραγγελλομένοις οὐδεὶς οὔτʼ ἦν ἕτοιμον οὐδὲν πρὸς τὴν τῆς χώρας βοήθειαν.εἰς ἃ βλέψας Πυρρίας ὁ παρὰ τῶν Αἰτωλῶν ἀπεσταλμένος στρατηγὸς τοῖς Ἠλείοις, ἔχων Αἰτωλῶν εἰς χιλίους καὶ τριακοσίους καὶ τοὺς τῶν Ἠλείων μισθοφόρους, ἅμα δὲ τούτοις πολιτικοὺς πεζοὺς μὲν εἰς χιλίους, ἱππεῖς δὲ διακοσίους, ὥστʼ εἶναι τοὺς πάντας εἰς τρισχιλίους,οὐ μόνον τὴν τῶν Δυμαίων καὶ Φαραιέων συνεχῶς ἐπόρθει χώραν, ἀλλὰ καὶ τὴν τῶν Πατρέων.τὸ δὲ τελευταῖον ἐπὶ τὸ Παναχαϊκὸν ὄρος καλούμενον ἐπιστρατοπεδεύσας, τὸ κείμενον ὑπὲρ τῆς τῶν Πατρέων πόλεως, ἐδῄου πᾶσαν τὴν ἐπὶ τὸ Ῥίον καὶ τὴν ἐπʼ Αἴγιον κεκλιμένην χώραν.λοιπὸν αἱ μὲν πόλεις κακοπαθοῦσαι καὶ μὴ τυγχάνουσαι βοηθείας δυσχερῶς πως εἶχον πρὸς τὰς εἰσφοράς, οἱ δὲ στρατιῶται, τῶν ὀψωνίων παρελκομένων καὶ καθυστερούντων, τὸ παραπλήσιον ἐποίουν περὶ τὰς βοηθείας·ἐξ ἀμφοῖν δὲ τῆς τοιαύτης ἀνταποδόσεως γινομένης, ἐπὶ τὸ χεῖρον προύβαινε τὰ πράγματα καὶ τέλος διελύθη τὸ ξενικόν. πάντα δὲ ταῦτα συνέβαινε γίνεσθαι διὰ τὴν τοῦ προεστῶτος ἀδυναμίαν.ἐν τοιαύτῃ δʼ ὄντων διαθέσει τῶν κατὰ τοὺς Ἀχαιούς, καὶ τῶν χρόνων ἤδη καθηκόντων, Ἐπήρατος μὲν ἀπετίθετο τὴν ἀρχήν, οἱ δʼ Ἀχαιοὶ τῆς θερείας ἐναρχομένης στρατηγὸν αὑτῶν Ἄρατον κατέστησαν τὸν πρεσβύτερον. καὶ τὰ μὲν κατὰ τὴν Εὐρώπην ἐν τούτοις ἦν.ἡμεῖς δʼ ἐπειδὴ κατά τε τὴν τῶν χρόνων διαίρεσιν καὶ κατὰ τὴν τῶν πράξεων περιγραφὴν ἁρμόζοντα τόπον εἰλήφαμεν, μεταβάντες ἐπὶ τὰς κατὰ τὴν Ἀσίαν πράξεις τὰς κατὰ τὴν αὐτὴν ὀλυμπιάδα τοῖς προειρημένοις ἐπιτελεσθείσας αὖτις ὑπὲρ ἐκείνων ποιησόμεθα τὴν ἐξήγησιν, καὶ πρῶτον ἐπιχειρήσομεν δηλοῦν κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν τὸν ὑπὲρ Κοίλης Συρίας Ἀντιόχῳ καὶ Πτολεμαίῳ συστάντα πόλεμον,σαφῶς μὲν γινώσκοντες ὅτι κατὰ τὸν καιρὸν τοῦτον, εἰς ὃν ἐλήξαμεν τῶν Ἑλληνικῶν, ὅσον οὔπω κρίνεσθαι συνέβαινε καὶ πέρας λαμβάνειν αὐτόν, αἱρούμενοι δὲ τὴν τοιαύτην ἐπίστασιν καὶ διαίρεσιν τῆς ἐνεστώσης διηγήσεως.τοῦ μὲν γὰρ μὴ τῆς τῶν κατὰ μέρος καιρῶν ἀκριβείας διαμαρτάνειν τοὺς ἀκούοντας ἱκανὴν τοῖς φιλομαθοῦσι πεπείσμεθα παρασκευάζειν ἐμπειρίαν ἐκ τοῦ τὰς ἑκάστων ἀρχὰς καὶ συντελείας παρυπομιμνήσκειν, καθʼ ὁποίους ἐγίνοντο καιροὺς τῆς ὑποκειμένης ὀλυμπιάδος καὶ τῶν Ἑλληνικῶν πράξεων·τὸ δʼ εὐπαρακολούθητον καὶ σαφῆ γίνεσθαι τὴν διήγησιν οὐδὲν ἀναγκαιότερον ἐπὶ ταύτης τῆς ὀλυμπιάδος ἡγούμεθʼ εἶναι τοῦ μὴ συμπλέκειν ἀλλήλαις τὰς πράξεις, ἀλλὰ χωρίζειν καὶ διαιρεῖν αὐτὰς καθʼ ὅσον ἐστὶ δυνατόν,μέχρις ἂν ἐπὶ τὰς ἑξῆς ὀλυμπιάδας ἐλθόντες κατʼ ἔτος ἀρξώμεθα γράφειν τὰς κατάλληλα γενομένας πράξεις. ἐπεὶ γὰρ οὐ τινά,τὰ δὲ παρὰ πᾶσι γεγονότα γράφειν προῃρήμεθα, καὶ σχεδὸν ὡς εἰπεῖν μεγίστῃ τῶν προγεγονότων ἐπιβολῇ κεχρήμεθα τῆς ἱστορίας, καθάπερ καὶ πρότερόν που δεδηλώκαμεν,δέον ἂν εἴη μεγίστην ἡμᾶς ποιεῖσθαι πρόνοιαν καὶ τοῦ χειρισμοῦ καὶ τῆς οἰκονομίας, ἵνα καὶ κατὰ μέρος καὶ καθόλου σαφὲς τὸ σύνταγμα γίνηται τῆς πραγματείας.διὸ καὶ νῦν βραχὺ προσαναδραμόντες περὶ τῆς Ἀντιόχου καὶ Πτολεμαίου βασιλείας πειρασόμεθα λαμβάνειν ἀρχὰς ὁμολογουμένας καὶ γνωριζομένας περὶ τῶν λέγεσθαι μελλόντων, ὅπερ ἐστὶ πάντων ἀναγκαιότατον. οἱ μὲν γὰρ ἀρχαῖοι τὴν ἀρχὴν ἥμισυ τοῦ παντὸς εἶναι φάσκοντες μεγίστην παρῄνουν ποιεῖσθαι σπουδὴν ἐν ἑκάστοις ὑπὲρ τοῦ καλῶς ἄρξασθαι·δοκοῦντες δὴ λέγειν ὑπερβολικῶς ἐλλιπέστερόν μοι φαίνονται τῆς ἀληθείας εἰρηκέναι. θαρρῶν γὰρ ἄν τις εἴπειεν οὐχ ἥμισυ τὴν ἀρχὴν εἶναι τοῦ παντός, ἀλλὰ καὶ πρὸς τὸ τέλος διατείνειν.