ὃ δὴ καὶ παρʼ ὅλην τὴν πραγματείαν πειρώμεθα ποιεῖν, συνάπτοντες καὶ συνοικειοῦντες ἀεὶ τοὺς ἀγνοουμένους τῶν τόπων τοῖς γνωριζομένοις καὶ παραδιδομένοις.ἐπεὶ γὰρ τῶν κατὰ πόλεμον κινδύνων τοὺς πλείους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν σφάλλουσιν αἱ τῶν τόπων διαφοραί, βουλόμεθα δὲ πάντες οὐχ οὕτως τὸ γεγονὸς ὡς τὸ πῶς ἐγένετο γινώσκειν,οὐ παρολιγωρητέον τῆς τῶν τόπων ὑπογραφῆς ἐν οὐδʼ ὁποίᾳ μὲν τῶν πράξεων, ἥκιστα δʼ ἐν ταῖς πολεμικαῖς, οὐδʼ ὀκνητέον ποτὲ μὲν λιμέσι καὶ πελάγεσι καὶ νήσοις συγχρῆσθαι σημείοις, ποτὲ δὲ πάλιν ἱεροῖς, ὄρεσι,χώραις ἐπωνύμοις, τὸ δὲ τελευταῖον ταῖς ἐκ τοῦ περιέχοντος διαφοραῖς, ἐπειδὴ κοινόταται πᾶσιν ἀνθρώποις εἰσὶν αὗται·μόνως γὰρ οὕτως δυνατὸν εἰς ἔννοιαν ἀγαγεῖν τῶν ἀγνοουμένων τοὺς ἀκούοντας, καθάπερ καὶ πρότερον εἰρήκαμεν.ἔστι δʼ ἡ τῶν τόπων φύσις τοιαύτη [ὑπὲρ ὧν νῦν δὴ ὁ λόγος]. τῆς γὰρ Σπάρτης τῷ μὲν καθόλου σχήματι περιφεροῦς ὑπαρχούσης καὶ κειμένης ἐν τόποις ἐπιπέδοις, κατὰ μέρος δὲ περιεχούσης ἐν αὑτῇ διαφόρους ἀνωμάλους καὶ βουνώδεις τόπους,τοῦ δὲ ποταμοῦ παραρρέοντος ἐκ τῶν πρὸς ἀνατολὰς αὐτῆς μερῶν, ὃς καλεῖται μὲν Εὐρώτας, γίνεται δὲ τὸν πλείω χρόνον ἄβατος διὰ τὸ μέγεθος,συμβαίνει τοὺς βουνοὺς ἐφʼ ὧν τὸ Μενελάιόν ἐστι πέραν μὲν εἶναι τοῦ ποταμοῦ, κεῖσθαι δὲ τῆς πόλεως κατὰ χειμερινὰς ἀνατολάς, ὄντας τραχεῖς καὶ δυσβάτους καὶ διαφερόντως ὑψηλούς, ἐπικεῖσθαι δὲ τῷ πρὸς τὴν πόλιν τοῦ ποταμοῦ διαστήματι κυρίως,διʼ οὗ φέρεται μὲν ὁ προειρημένος ποταμὸς παρʼ αὐτὴν τὴν τοῦ λόφου ῥίζαν, ἔστι δʼ οὐ πλεῖον τὸ πᾶν διάστημα τριῶν ἡμισταδίων·διʼ οὗ τὴν ἀνακομιδὴν ἔδει ποιεῖσθαι κατʼ ἀνάγκην τὸν Φίλιππον, ἐκ μὲν εὐωνύμων ἔχοντα τὴν πόλιν καὶ τοὺς Λακεδαιμονίους ἑτοίμους καὶ παρατεταγμένους, ἐκ δὲ δεξιῶν τόν τε ποταμὸν καὶ τοὺς περὶ τὸν Λυκοῦργον ἐπὶ τῶν λόφων ἐφεστῶτας.ἐμεμηχάνηντο δέ τι πρὸς τοῖς ὑπάρχουσι καὶ τοιοῦτον οἱ Λακεδαιμόνιοι· φράξαντες γὰρ τὸν ποταμὸν ἄνωθεν ἐπὶ τὸν μεταξὺ τόπον τῆς πόλεως καὶ τῶν βουνῶν ἐφῆκαν, οὗ διαβρόχου γενηθέντος, οὐχ οἷον τοὺς ἵππους, ἀλλʼ οὐδʼ ἂν τοὺς πεζοὺς δυνατὸν ἦν ἐμβαίνειν.διόπερ ἀπελείπετο παρʼ αὐτὴν τὴν παρώρειαν ὑπὸ τοὺς λόφους τὴν δύναμιν ἄγοντας δυσπαραβοηθήτους καὶ μακροὺς αὑτοὺς ἐν πορείᾳ παραδιδόναι τοῖς πολεμίοις. εἰς ἃ βλέπων ὁ Φίλιππος,καὶ βουλευσάμενος μετὰ τῶν φίλων, ἀναγκαιότατον ἔκρινε τῶν παρόντων τὸ τρέψασθαι πρώτους τοὺς περὶ τὸν Λυκοῦργον ἀπὸ τῶν κατὰ τὸ Μενελάιον τόπων.ἀναλαβὼν οὖν τούς τε μισθοφόρους καὶ τοὺς πελταστάς, ἐπὶ δὲ τούτοις καὶ τοὺς Ἰλλυριούς, προῆγε διαβὰς τὸν ποταμὸν ὡς ἐπὶ τοὺς λόφους.ὁ δὲ Λυκοῦργος, συνθεωρῶν τὴν ἐπίνοιαν τοῦ Φιλίππου, τοὺς μὲν μεθʼ ἑαυτοῦ στρατιώτας ἡτοίμαζε καὶ παρεκάλει πρὸς τὸν κίνδυνον, τοῖς δʼ ἐν τῇ πόλει τὸ σημεῖον ἀνέφηνεν.οὗ γενομένου παραυτίκα τοὺς πολιτικούς, οἷς ἐπιμελὲς ἦν, ἐξῆγον κατὰ τὸ συντεταγμένον πρὸ τοῦ τείχους, ποιοῦντες ἐπὶ τοῦ δεξιοῦ κέρατοςτοὺς ἱππεῖς. ὁ δὲ Φίλιππος ἐγγίσας τοῖς περὶ τὸν Λυκοῦργον τὸ μὲν πρῶτον αὐτοὺς ἐφῆκε τοὺς μισθοφόρους,ἐξ οὗ καὶ συνέβη τὰς ἀρχὰς ἐπικυδεστέρως ἀγωνίζεσθαι τοὺς παρὰ τῶν Λακεδαιμονίων, ἅτε καὶ τοῦ καθοπλισμοῦ καὶ τῶν τόπων αὐτοῖς οὐ μικρὰ συμβαλλομένων.ἐπεὶ δὲ τοὺς μὲν πελταστὰς ὁ Φίλιππος ὑπέβαλε τοῖς ἀγωνιζομένοις, ἐφεδρείας ἔχοντας τάξιν, τοῖς δʼ Ἰλλυριοῖς ὑπεράρας ἐκ πλαγίων ἐποιεῖτο τὴν ἔφοδον,τότε συνέβη τοὺς μὲν παρὰ τοῦ Φιλίππου μισθοφόρους ἐπαρθέντας τῇ τῶν Ἰλλυριῶν καὶ πελταστῶν ἐφεδρείᾳ πολλαπλασίως ἐπιρρωσθῆναι πρὸς τὸν κίνδυνον, τοὺς δὲ παρὰ τοῦ Λυκούργου, καταπλαγέντας τὴν τῶν βαρέων ὅπλων ἔφοδον, ἐγκλίναντας φυγεῖν.ἔπεσον μὲν οὖν αὐτῶν εἰς ἑκατόν, ἑάλωσαν δὲ μικρῷ πλείους· οἱ δὲ λοιποὶ διέφυγον εἰς τὴν πόλιν. ὁ δὲ Λυκοῦργος αὐτὸς ταῖς ἀνοδίαις ὁρμήσας νύκτωρ μετʼ ὀλίγων ἐποιήσατο τὴν εἰς πόλιν πάροδον.Φίλιππος δὲ τοὺς μὲν λόφους τοῖς Ἰλλυριοῖς κατελάβετο, τοὺς δʼ εὐζώνους ἔχων καὶ πελταστὰς ἐπανῄει πρὸς τὴν δύναμιν.Ἄρατος δὲ κατὰ τὸν καιρὸν τοῦτον, ἄγων ἐκ τῶν Ἀμυκλῶν τὴν φάλαγγα, σύνεγγυς ἦν ἤδη τῆς πόλεως.ὁ μὲν οὖν βασιλεὺς διαβὰς τὸν ποταμὸν ἐφήδρευε τοῖς εὐζώνοις καὶ πελτασταῖς, ἔτι δὲ τοῖς ἱππεῦσιν, ἕως τὰ βαρέα τῶν ὅπλων ὑπʼ αὐτοὺς τοὺς βουνοὺς ἀσφαλῶς διῄει τὰς δυσχωρίας.τῶν δʼ ἐκ τῆς πόλεως ἐπιβαλομένων ἐγχειρεῖν τοῖς ἐφεδρεύουσι τῶν ἱππέων, καὶ γενομένης συμπλοκῆς ὁλοσχερεστέρας, καὶ τῶν πελταστῶν εὐψύχως ἀγωνισαμένων,καὶ περὶ τοῦτον τὸν καιρὸν ὁ Φίλιππος ὁμολογούμενον προτέρημα ποιήσας, καὶ συνδιώξας τοὺς τῶν Λακεδαιμονίων ἱππεῖς εἰς τὰς πύλας, μετὰ ταῦτα διαβὰς ἀσφαλῶς τὸν Εὐρώταν ἀπουράγει τοῖς αὑτοῦ φαλαγγίταιςἤδη δὲ τῆς ὥρας συναγούσης, ἀπαναγκαζόμενος αὐτοῦ στρατοπεδεύειν, περὶ τὴν ἐκ τῶν στενῶν ἔξοδον ἐχρήσατο στρατοπεδείᾳ,κατὰ σύμπτωμα τῶν ἡγεμόνων περιβαλομένων τοιοῦτον τόπον οἷον οὐκ ἂν ἄλλον τις εὕροι βουλόμενος εἰς τὴν χώραν τῆς Λακωνικῆς παρʼ αὐτὴν τὴν πόλιν ποιεῖσθαι τὴν εἰσβολήν.