οἱ δʼ οὐχ οἷον ὑπέμειναν, ἀλλʼ ἐπεμέτρησαν, φάσκοντες οὐδὲ λήξειν τῆς προθέσεως, ἕως ἂν τὸν μισθὸν ἐπιθῶσι τοῖς περὶ τὸν Ἄρατον.ὁ δὲ βασιλεύς, ὀργισθεὶς ἐπὶ τῷ ῥηθέντι, παραχρῆμα πρὸς εἴκοσι τάλαντα κατεγγυήσας ἐκέλευσεν αὐτοὺς εἰς φυλακὴν ἀπαγαγεῖν. τῇ δʼ ἐπαύριον ἀνακαλεσάμενος τὸν Ἄρατον παρεκάλει θαρρεῖν, ὅτι ποιήσεται τὴν ἐνδεχομένην ἐπιστροφὴν τοῦ πράγματος.ὁ δὲ Λεόντιος, συνεὶς τὰ περὶ τὸν Μεγαλέαν, ἧκε πρὸς τὴν σκηνὴν μετά τινων πελταστῶν, πεπεισμένος καταπλήξεσθαι διὰ τὴν ἡλικίαν καὶ ταχέως εἰς μετάνοιαν ἄξειν τὸν βασιλέα.συντυχὼν δʼ αὐτῷ, προσεπυνθάνετο τίς ἐτόλμησεν ἐπιβαλεῖν τὰς χεῖρας Μεγαλέᾳ καὶ τίς εἰς τὴν φυλακὴν ἀπαγαγεῖν.τοῦ δὲ βασιλέως ὑποστατικῶς αὐτοῦ φήσαντος συντεταχέναι, καταπλαγεὶς ὁ Λεόντιος καί τι προσανοιμώξας, ἀπῄει τεθυμωμένος. ὁ δὲ βασιλεύς,ἀναχθεὶς παντὶ τῷ στόλῳ καὶ διάρας τὸν κόλπον, ὡς θᾶττον εἰς τὴν Λευκάδα καθωρμίσθη, τοῖς μὲν ἐπὶ τῆς τῶν λαφύρων οἰκονομίας τεταγμένοις περὶ ταῦτα συνέταξε γινομένοις μὴ καθυστερεῖν, αὐτὸς δὲ συναγαγὼν τοὺς φίλους ἀπέδωκε κρίσιν τοῖς περὶ τὸν Μεγαλέαν.τοῦ δʼ Ἀράτου κατηγορήσαντος ἀνέκαθεν τὰ πεπραγμένα τοῖς περὶ τὸν Λεόντιον, καὶ διελθόντος τὴν γενομένην ὑπʼ αὐτῶν ἐν Ἄργει σφαγήν, ἣν ἐποιήσαντο μετὰ τὸν Ἀντιγόνου χωρισμόν, καὶ τὰς πρὸς Ἀπελλῆν συνθήκας, ἔτι δὲ τὸν περὶ τοὺς Παλαιεῖς ἐμποδισμόν,καὶ πάντα ταῦτα μετʼ ἀποδείξεως ἐνδεικνυμένου καὶ μαρτύρων, οὐ δυνάμενοι πρὸς οὐδὲν ἀντιλέγειν οἱ περὶ τὸν Μεγαλέαν κατεκρίθησαν ὁμοθυμαδὸν ὑπὸ τῶν φίλων.καὶ Κρίνων μὲν ἔμεινεν ἐν τῇ φυλακῇ, τὸν δὲ Μεγαλέαν Λεόντιος ἀνεδέξατο τῶν χρημάτων.ἡ μὲν οὖν Ἀπελλοῦ καὶ τῶν περὶ τὸν Λεόντιον πρᾶξις ἐν τούτοις ἦν, παλίντροπον λαμβάνουσα τὴν προκοπὴν ταῖς ἐξ ἀρχῆς αὐτῶν ἐλπίσιν.ἔδοξαν μὲν γὰρ καταπληξάμενοι τὸν Ἄρατον καὶ μονώσαντες τὸν Φίλιππον ποιήσειν ὅ τι ἂν αὐτοῖς δοκῇ συμφέρειν, ἀπέβη δὲ τούτων τἀναντία.κατὰ δὲ τοὺς προειρημένους καιροὺς Λυκοῦργος ἐκ μὲν τῆς Μεσσηνίας οὐδὲν ἄξιον λόγου πράξας ἐπανῆλθε· μετὰ δὲ ταῦτα πάλιν ὁρμήσας ἐκ Λακεδαίμονος κατελάβετο τὴν τῶν Τεγεατῶν πόλιν.τῶν δὲ σωμάτων ἀποχωρησάντων εἰς τὴν ἄκραν, ἐπεβάλετο πολιορκεῖν ταύτην. οὐδαμῶς δὲ δυνάμενος ἀνύειν οὐδὲν αὖτις ἀνεχώρησεν εἰς τὴν Σπάρτην.οἱ δʼ ἐκ τῆς Ἤλιδος καταδραμόντες τὴν Δυμαίαν καὶ τοὺς βοηθήσαντας τῶν ἱππέων εἰς ἐνέδραν ἐπαγαγόμενοι ῥᾳδίως ἐτρέψαντο,καὶ τῶν μὲν Γαλατικῶν οὐκ ὀλίγους κατέβαλον, τῶν δὲ πολιτικῶν αἰχμαλώτους ἔλαβον Πολυμήδη τε τὸν Αἰγιέα καὶ Δυμαίους Ἀγησίπολιν καὶ Διοκλέα.Δωρίμαχος δὲ τὴν μὲν πρώτην ἔξοδον ἐποιήσατο μετὰ τῶν Αἰτωλῶν, πεπεισμένος, καθάπερ ἐπάνω προεῖπον, αὑτὸν μὲν ἀσφαλῶς κατασύρειν τὴν Θετταλίαν, τὸν δὲ Φίλιππον ἀναστήσειν ἀπὸ τῆς περὶ τοὺς Παλαιεῖς πολιορκίας·εὑρὼν δὲ τοὺς περὶ τὸν Χρυσόγονον καὶ Πετραῖον ἑτοίμους ἐν Θετταλίᾳ πρὸς τὸ διακινδυνεύειν, εἰς μὲν τὸ πεδίον οὐκ ἐθάρρει καταβαίνειν, ἐν δὲ ταῖς παρωρείαις προσανέχων διῆγε.προσπεσούσης δʼ αὐτῷ τῆς τῶν Μακεδόνων εἰς τὴν Αἰτωλίαν εἰσβολῆς, ἀφέμενος τῶν κατὰ Θετταλίαν ἐβοήθει τούτοις κατὰ σπουδήν. καταλαβὼν δʼ ἀπηλλαγμένους ἐκ τῆς Αἰτωλίας τοὺς Μακεδόνας οὗτος μὲν ὑπελείπετο καὶ καθυστέρει πάντων·ὁ δὲ βασιλεὺς ἀναχθεὶς ἐκ τῆς Λευκάδος, καὶ πορθήσας ἐν παράπλῳ τὴν τῶν Οἰανθέων χώραν, κατῆρε μετὰ τοῦ στόλου παντὸς εἰς Κόρινθον.ὁρμίσας δὲ τὰς νῆας ἐν τῷ Λεχαίῳ τήν τε δύναμιν ἐξεβίβαζε καὶ τοὺς γραμματοφόρους διαπέστελλε πρὸς τὰς ἐν Πελοποννήσῳ συμμαχίδας πόλεις, δηλῶν τὴν ἡμέραν, ἐν ᾗ δεήσει πάντας μετὰ τῶν ὅπλων κοιταίους ἐν τῇ τῶνΤεγεατῶν γίνεσθαι πόλει. ταῦτα δὲ διαπραξάμενος, καὶ μείνας οὐδένα χρόνον ἐν τῇ Κορίνθῳ, παρήγγειλε τοῖς Μακεδόσιν ἀναζυγήν. ποιησάμενος δὲ τὴν πορείαν διʼ Ἄργους ἧκε δευτεραῖος εἰς Τεγέαν.προσαναλαβὼν δὲ τοὺς ἡθροισμένους τῶν Ἀχαιῶν προῆγε διὰ τῆς ὀρεινῆς, σπουδάζων λαθεῖν τοὺς Λακεδαιμονίους ἐμβαλὼν εἰς τὴν χώραν.περιελθὼν δὲ ταῖς ἐρημίαις, τεταρταῖος ἐπέβαλε τοῖς καταντικρὺ τῆς πόλεως λόφοις, καὶ παρῄει δεξιὸν ἔχων τὸ Μενελάιον ἐπʼ αὐτὰς τὰς Ἀμύκλας.οἱ δὲ Λακεδαιμόνιοι, θεωροῦντες ἐκ τῆς πόλεως παράγουσαν τὴν δύναμιν, ἐκπλαγεῖς ἐγένοντο καὶ περίφοβοι, θαυμάζοντες τὸ συμβαῖνον.ἀκμὴν γὰρ ἦσαν μετέωροι ταῖς διανοίαις ἐκ τῶν προσπιπτόντων ὑπὲρ τοῦ Φιλίππου περὶ τὴν καταφθορὰν τοῦ Θέρμου καὶ καθόλου ταῖς ἐν Αἰτωλίᾳ πράξεσι, καί τις ἐνεπεπτώκει θροῦς παρʼ αὐτοῖς ὑπὲρ τοῦ τὸν Λυκοῦργον ἐκπέμπειν βοηθήσοντα τοῖς Αἰτωλοῖς.ὑπὲρ δὲ τοῦ τὸ δεινὸν ἥξειν ἐπὶ σφᾶς οὕτως ὀξέως ἐκ τηλικούτου διαστήματος οὐδὲ διενοεῖτο παράπαν αὐτῶν οὐδείς, ἅτε καὶ τῆς ἡλικίας ἐχούσης ἀκμὴν εὐκαταφρόνητόν τι τῆς τοῦ βασιλέως. διὸ καὶ παρὰ δόξαν αὐτοῖς τῶν πραγμάτων συγκυρούντων εἰκότως ἦσαν ἐκπλαγεῖς.ὁ γὰρ Φίλιππος τολμηρότερον καὶ πρακτικώτερον ἢ κατὰ τὴν ἡλικίαν χρώμενος ταῖς ἐπιβολαῖς εἰς ἀπορίαν καὶ δυσχρηστίαν ἅπαντας ἦγε τοὺς πολεμίους.